Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Προφητικά βιβλία της Παλαιάς Διαθήκης

Σύνοψη των προφητειών των δώδεκα μικρών και των τεσσάρων μεγάλων προφητών, με προαναγγελίες για την ενσάρκωση, τα έθνη και την τελική κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 15

Βιβλίον ιηʹ, Οἱ ιβʹ προφῆται. Ὠσηὲ, αʹ. Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν τοῦ Δαβὶδ, Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιᾶ καὶ Ἀσᾶ, Ἀχίας ὁ Σηλωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνεμῆ· ἐπὶ δὲ τοῦ Ἰωσαφὰτ καὶ τοῦ Ἀχαὰβ Ἠλίας καὶ Ἐλισσαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοῦ ὁ τοῦ Ἀμῆ, καὶ Ὀζιὴλ, καὶ Ἐλιάδα. Ἀλλ᾽ οὐ φέρεται τούτων ἴδια συγγράμματα, εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν οὗτοι, Ὠσηὲ, καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τοῦ τε Ἰούδα, Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέως Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ προεφήτευσαν.

Ἐγένετο δὲ λόγος πρὸς τὸν Ὠσηὲ, καὶ προφητεύει οὗτος τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας. Καὶ ἐλέγξας καὶ συγκλείσας αὐτοὺς εἰς ἀπείθειαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι᾽ ἧς αὐτὸς ἔλαβε πόρνης γυναικὸς, ἢν καὶ λαβὼν ἐσωφρόνισεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.

Ἀμὼς, βʹ. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ καὶ τῷ Ἡσαΐᾳ· ἐπὶ γὰρ Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν Δαμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαιμὰν, υἱῶν Ἀμμὼν καὶ Μωάβ.

Καὶ οὗτος ἐλέγχει καὶ συγκλείει πάντας εἰς ἀπείθειαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ, διαβάλλοντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ, ὡς λέγοντα κατ᾽ αὐτοῦ καὶ κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια, καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.

Μιχαίας, γʹ. Οὗτος δεύτερος μὲν τῶν προειρημένων γέγονεν· ὅτι μετὰ Ὀζίαν προεφήτευσε· συνεχρόνισε δὲ αὐτοῖς, ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, ἤρξατο προφητεύειν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ Σαμάρειαν, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος, λέγων· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου.»

Ἰωὴλ ὁ τοῦ Βαθουὴλ, δʹ. Λόγος Κυρίου ἐγένετο πρὸς τοῦτον, καὶ προφητεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν περὶ τῆς ἁλώσεως τῆς γῆς καὶ τῶν ἐν αὐτῇ. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, καὶ τῆς εἰς πάντας γενησομένης ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων.

Ἀβδιοῦ, εʹ. Ὅρασιν ἀπαγγέλλει οὗτος κατὰ τῆς Ἰδουμαίας καὶ τοῦ τέλους αὐτῆς, καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμπαροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.

Ἰωνᾶς, ϛʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευῒ, καὶ κηρύξαι ἐν αὐτῇ, ὅτι «Ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται Νινευῒ.» Ἀλλ᾽ Ἰωνᾶς, φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς πλοῖον, χειμῶνός τε γενομένου, ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτους θαλασσίου.

Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνᾶν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρου λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευΐ. Ἐκεῖνοί τε, ἀκούσαντες, μετενόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ᾽ αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς ἐξ ἔργων ἐγένετο, καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ μετὰ τρεῖς ἡμέρας σῶος πάλιν ἐκδοθείς.

Ναοὺμ ὁ τοῦ Ἐλκεσαίου, ζʹ. Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῒ, βιβλίον ὁράσεως προφητεύει ὁ τοιοῦτος· καὶ κηρύττει μὲν καὶ περὶ ἑορτῆς· προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος. Καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῒ καὶ τοῦ τέλους αὐτῆς καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ ἀπαγγέλλει.

Ἀμβακοὺμ, ηʹ. Λῆμμα καὶ αὐτὸς εἶδε, καὶ προφητεύει, δεόμενος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ· προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξύ ἐστι προσευχὴ τοῦ προφήτου μετ᾽ ᾠδῆς, καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ, ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τοῦ θανάτου νίκης.

Σοφονίας ὁ τοῦ Χουσὶ, θʹ. Οὗτος καὶ Ἱερεμίας συνεχρόνισαν ἀλλήλοις. Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσίου βασιλέως Ἰούδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον, καὶ κοπετὸν γίνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι᾽ ἡμᾶς ποιεῖ.

Προφητεύει δὲ καὶ κατὰ Γάζης, καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀκκαρὼν, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ Δαμασκοῦ, καὶ κατὰ Νινευῒ, καὶ κατὰ τῶν Αἰθιόπων.

Ἀγγαῖος, ιʹ. Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ ἐπὶ Δαρείου βασιλέως Περσῶν, βʹ ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ, λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ Ἰωσεδὲκ, καὶ τῷ λαῷ, περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ. Προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν οἰκείων, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν.

Ζαχαρίας υἱὸς Ἀδδὼ, ιαʹ. Καὶ οὗτος τῷ δευτέρῳ ἔτει Δαρείου προφητεύει· ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ ἄγγελος Κυρίου ἐλάλησεν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας καὶ τὴν Ἱερουσαλήμ.

Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνει αὐτὸν ἐξέρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου.

Μαλαχίας, ιβʹ. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου. Λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ, καὶ προφητεύει ἐπὶ τὸν Ἰσραήλ. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας. Προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἠλίαν σημαίνει.

Βιβλίον ιθʹ. Ἡσαΐας υἱὸς Ἀμώς. Οὗτος καὶ Ὠσηὲ, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, γέγονεν. Ὅρασιν δὲ ἑωρακὼς, προφητεύει κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε. Καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστιν εὐαγγέλια περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἀνεδέξατο δι᾽ ἡμᾶς παθῶν. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα, κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δαμασκοῦ· ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάλαγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔξοδον Σεναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονείαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν. Καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος, προσθήκην ἔσχε ζωῆς ἐτῶν ιεʹ. Προφητεύει δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι, καὶ ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως.

Βιβλίον κʹ. Ἱερεμίας ὁ Χελκίου ἐκ τῶν ἱερέων. Οὗτος πάλιν καὶ Σοφονίας, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Παρέμεινε δὲ Ἱερεμίας ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς αὐτόν. Καὶ πολλάκις δὲ ἐγένετο λόγος Κυρίου πρὸς αὐτὸν, καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν. Προφητεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας, καὶ ἐπὶ τὰ ἔθνη Ἀειλὴμ, καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου, καὶ ἐπὶ Βαβυλῶνα. Καὶ ὁ λόγος ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς Αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, καὶ εἰς οἶκον Ἀχαβὶν, περὶ τῶν υἱῶν Ἀδὰβ, τοῖς τε Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου, καὶ τοῖς καθημένοις ἐν Μαγδωλῷ, καὶ ἐν Τάφναις, καὶ ἐν γῇ Παθούρης· πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου.

Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν. Βαροὺχ δὲ ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ οὗτος, γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος τούτοις τὴν παρὰ Θεοῦ ἐλπίδα.

Θρῆνοι ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ τούτους τοὺς λόγους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω καὶ ᾐχμαλωτίσθη ὁ λαός. Ἐπιστολὴ Ἱερεμίου καλεῖται, ἐπειδὴ ταύτην ἔγραφεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ βλέποντες αὐτὰ συναπαχθῶσι τοῖς σεβομένοις ταῦτα.

Βιβλίον καʹ. Ἐζεκιὴλ υἱὸς Βουζὶ ἱερεύς· Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν, καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ᾽ αὐτόν. Καὶ ὅρασιν μὲν ἐξ ἀρχῆς ζώου τετραπροσώπου θαυμαστὴν, καὶ ἐκπληκτικωτάτην, καὶ δυσερμήνευτον ὁρᾷ· προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας αὐτῆς, περί τε τῆς παραβολῆς, ἧς ἔλεγον· «Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ ὀδόντες τῶν τέκνων ἐμωδίασαν.» Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς, καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ τῆς ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ. Τῷ τε ἄρχοντι Τύρου, καὶ θρῆνον κατ᾽ αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ. Καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων, προφητεύει.

Βιβλίον κβʹ. Δανιήλ. Καὶ οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονεν ἕως τοῦ βασιλέως Κύρου Πέρσου. Καὶ τὰ μὲν κατὰ Σουσάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους, ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει. Βλέπει δὲ καὶ ὁράσεις τελείας περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς τοῦ ἀντιχρίστου παρουσίας, δύο.

Διηγεῖται δὲ περὶ τοῦ μαρτυρίου Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ περὶ τοῦ ὕμνου αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω ὁ βασιλεύς· καὶ ὅτι αὐτὸς δὶς ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον, διότι τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως· καὶ αὐτὸς μὲν διεσώθη, καὶ ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου· οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς τὸν αὐτῶν.