Ἔργον
Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς
Τα Αναγινωσκόμενα βιβλία της Παλαιάς Διαθήκης
Σύνοψη των εκτός Κανόνος αλλά αναγινωσκόμενων βιβλίων, όπως η Εσθήρ, η Ιουδίθ, ο Τωβίτ, η Σοφία Σολομώντος και η Σοφία Σειράχ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τα Αναγινωσκόμενα βιβλία της Παλαιάς Διαθήκης
Σύνοψη των εκτός Κανόνος αλλά αναγινωσκόμενων βιβλίων, όπως η Εσθήρ, η Ιουδίθ, ο Τωβίτ, η Σοφία Σολομώντος και η Σοφία Σειράχ.
Τέλος τῶν κανονιζομένων βιβλίων τῆς Παλαιᾶς Διαθήκης εἰς εἴκοσι καὶ δύο συμποσουμένων, κατὰ τὸν ἀριθμὸν τῶν παρ᾽ Ἑβραίοις γραμμάτων. Τοσαῦτα γάρ ἐστι παρ᾽ αὐτοῖς τὰ στοιχεῖα, ὡς προείπομεν. Ῥητέον δὲ ὁμοίως καὶ περὶ τῶν ἑτέρων τῆς Παλαιᾶς βίβλων, τῶν μὴ κανονιζομένων μὲν, ἀναγινωσκομένων δὲ μόνον, ὡς προδεδήλωται.
Βιβλίον Ἐσθήρ. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ἐσθὴρ ἱστορίαν περιέχει, πῶς ὁ Θεὸς δι᾽ αὐτῆς, μέλλοντας ἀπόλλυσθαι παγγενεὶ τοὺς Ἰουδαίους, αὐτοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν, τὸν θελήσαντα ἐπιβουλεῦσαι, ἐπάταξεν. Ἡ δὲ ἱστορία γέγονεν ἐν Σούσοις, καὶ ἔστιν αὕτη. Ἀρταξέρξης ὁ βασιλεὺς, ἐκβαλὼν τὴν ἰδίαν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλιστεύουσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα. Καὶ εὑρέθη ἡ Ἐσθὴρ, τὸ γένος Ἰουδαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδεκίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς, μέγα ποιήσας τινὰ τῶν ἑαυτοῦ, λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου διὰ τὴν πρὸς τὸν Θεὸν λατρείαν μὴ προσκυνοῦντος αὐτὸν, ὠργίσθη ὁ Ἀμάν· καὶ μαθὼν, ὅτι Ἰουδαῖός ἐστι, πείθει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει, ὥστε πάντας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ ιβʹ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων προσέπεσε τῇ Ἐσθὴρ, ἀξιῶν παρ᾽ αὐτῆς βοήθειαν γενέσθαι.
Ἡ τοίνυν Ἐσθὴρ, νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ βασιλικῷ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν εἰσελθεῖν ἀκλητί), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ θαῤῥοῦσα τῇ εὐχῇ· εἶτα τοῦ βασιλέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πρᾳότητα, καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι· ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτήσασθαι, εἴ τι βούλοιτο.
Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασιλέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν, διαχυθεὶς, καὶ γανωθεὶς, ὡς ἀξιωθεὶς ὑπὸ τῆς βασιλίσσης κληθῆναι, ἔτι μᾶλλον ἐπήρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ποιήσας κοπῆναι ξύλον μέγα, ἐβούλετο τὸν Μαρδοχαῖον εἰς αὐτὸ τῇ ἑξῆς ἡμέρᾳ κρεμάσαι· ὁ δὲ βασιλεὺς, κατά τινα πρόνοιαν ἀγαθὴν ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Καὶ ἀναγινωσκομένων αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. Δύο γὰρ εὐνούχους, μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ, προσήγγειλεν αὐτῷ τῷ βασιλεῖ, καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς, ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει τιμὴν ἀξίαν παρασχεῖν τῷ τοιούτῳ. Ὡς δὲ εἰσῆλθε πρωΐας πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν, ὁ βασιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν, νομίζων περὶ αὑτοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν, ἄξιον εἶναι τὸν τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βασιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης τιμῆς ἀξιωθῆναι, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπατεῖν.
Ἡ δὲ Ἐσθὴρ, πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ τῶν Ἰουδαίων. Εἶτα τοῦ βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκάλει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς, εἰσελθὼν, καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν γονάτων τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσε τὸν μὲν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ᾽ αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες παρὰ τῶν Ἰουδαίων εἰσὶ μύριοι πεντακισχίλιοι· γέγονε δὲ ἑορτὴ διὰ τοῦτο αὐτοῖς, τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ ιβʹ, ὅστις καλεῖται Ἄδερ.
Ὀνομάζεται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Φρουρέ. Διὰ τοῦ ὁ κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνημόσυνον οὖσαν σωτηρίας αὐτῶν.
Βιβλίον Ἰουδίθ. Λέγεται τὸ βιβλίον οὕτως, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ἰουδὶθ ἱστορίαν περιέχει· πῶς ὁ Θεὸς πολεμουμένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὁλοφέρνου τοὺς υἱοὺς Ἰσραὴλ δι᾽ ἐκείνης ἔσωσε μὲν τοὺς λαοὺς, τὸν δὲ Ὁλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη. Ναβουχοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ βασιλέα Μήδων, ᾔτησε συμμαχίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ δεδωκότων δὲ αὐτῷ, ἀλλὰ ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφαξὰδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον, καὶ ἀπέστειλε τὸν Ὁλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ᾽ αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφαλίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὁλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὁλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδός. Καὶ ἔφραξεν. Καὶ ὁ μὲν Ὁλοφέρνης παρετάσσετο εἰς πόλεμον· Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὁλοφέρνῃ μὴ πολεμεῖν τῷ ἔθνει τῶν Ἑβραίων, διὰ τὸ ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς ὁ Ὁλοφέρνης ἀπέστειλεν αὐτὸν εἰς Βετυλούαν, ἀπειλήσας ἀναιρήσειν αὐτὸν, εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν ἐν τῇ Βετυλούᾳ ἀναπαυόμενος· ὁ δὲ Ὁλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα.
Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, ἡ Ἰουδὶθ, ἀποβαλοῦσα τὰ τῆς χηρεύσεως ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι᾽ ὅλου ἔμενεν νηστεύουσα), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην· καὶ πολλὰ παρακαλέσασα τοὺς ἄρχοντας, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὁλοφέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν, ἀγνοούντων τῶν στρατιωτῶν αὐτοῦ. Καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες, κατέκοψαν τοὺς Ἀσσυρίους. Οὕτω δὲ σωθέντες, καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὁλοφέρνου. Αὐτὴ δὲ ἡ Ἰουδὶθ, ἀπελθοῦσα εἰς τὴν Ἱερουσαλὴμ, ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ὑποστρέψασα εἰς τὸν οἶκον ἑαυτῆς, τὴν αὐτὴν εἶχεν ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύσαντος πεῖσαι εἰς γάμον, καὶ ἀπέθανε, ζήσασα καλῶς ἐν τῇ χηρείᾳ, ἐτῶν ρεʹ.
Βιβλίον Τωβίτ. Ὀνομάζεται οὕτως τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἦν δὲ οὗτος ἀπὸ μὲν φυλῆς Νεφθαλείμ· γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ, ἐλεήμων καὶ θεοσεβής.
Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλὰ ἑαυτὸν συνετήρει. Ἦν δὲ καὶ προαγοραστὴς τοῦ βασιλέως Ἐνεμεσάρου, καὶ παρέθετο ἐν τῇ Μηδίᾳ Γαμαήλῳ τάλαντα δέκα. Οὗτος ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. Διαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχιρὴλ, ἔφυγε, καὶ ἐπανελθὼν καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ, ὡς εἴωθεν, ἐν τῷ κοιμᾶσθαι ἀνεῳγμένους ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε καὶ οὐκ ἔτι ἔβλεπεν.
Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ, Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων ὁ Ἀσμοδαῖος. Ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε· καὶ πάνυ λυπηθεῖσα ἡ παῖς, ηὔξατο, καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς, τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ, παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα ταλάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι.
Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον, καὶ Θεοῦ προνοίᾳ εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. Καὶ συνοδεύει αὐτῷ ὁ ἄγγελος, ὡς ἄνθρωπος, λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγριν ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λούσασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέγας.
Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτὸν, καὶ λαβεῖν τὸ ἧπαρ, καὶ τὴν καρδίαν, καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, Εἰς τί χρήσιμα ταῦτα; ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία, θυμιώμενα, διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώματα.
Ὁ μὲν οὖν παῖς [τούτου] συμβουλίᾳ καὶ συνεργίᾳ λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυναῖκα, διωχθέντος τοῦ δαιμονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα, ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἔβλεψεν. Ὅτε μὲν οὖν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ· ὅτε δὲ ἀνέβλεψεν ἦν ἐτῶν ξϛʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐτῶν τε καὶ τῆς Σάῤῥας. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγγειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ ἀπελθεῖν εἰς τὴν Μηδίαν, διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφήτου. Καὶ ἐκλιπὼν, ἀπέθανεν ἐτῶν ρνηʹ. Ὁ δὲ υἱὸς αὐτοῦ Τωβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς ἑαυτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς τῆς Νινευῒ, ἀπέθανεν ἐτῶν ρζʹ.
Βιβλίον Σοφίας Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον. Καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ· καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία· ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων, καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων, καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοιοῦτον ἔχει τὸν τρόπον· ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τούτοις.
Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. «Μὴ ζήλου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος·» πόθεν οἱ ἀσεβεῖς περὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες· ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν· ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νόμον τοῦ Κυρίου, καί τινες οἱ ὑποταγέντες αὐτῷ· ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον.» Εἰ καὶ ἀσεβὴς τὴν τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ᾽ ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν.
Ὅτι πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπὴ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ, μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς Καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ ἀποστραφέντος ἐκείνου.
Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ; Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν, ὢν ἄνθρωπος, ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ, τῇ σοφίᾳ τοῦ Θεοῦ. Ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον. Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε· μία γὰρ οὖσα πάντα δύναται, καὶ μένουσα ἐν αὑτῇ, τὰ πάντα καινίζει. «Τὴν σοφίαν,» φησὶν, «ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον,» σαρκικὰ καὶ πνευματικά.
Ὅτι, τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς, ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα, τὸ φωτίζον με περὶ αὐτῆς, καὶ ἐπέμφθη, ἵνα συγκοπιάσῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει· οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼθ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκ χειρὸς τῶν Αἰγυπτίων ἐῤῥύσατο διὰ Μωϋσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας. Μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παιδεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολατρῶν, βατράχων, σκνιφῶν, μυῶν, ἀκρίδων, σφηκῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσῶν, καὶ ἀργύρων, ἢ λίθων, ἢ ξυλίνων εἰδώλων κατεσκευασμένων.
Ὅτι ἔστι καὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν ἢ ζωγραφούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμικῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων.
Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτηρία τοῦ λαοῦ δι᾽ ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι᾽ ἀκρίδων καὶ μυῶν ἀπέκτεινεν. Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν.
Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς διαφθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· τοῖς δὲ ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός. Καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι᾽ αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν ἐρήμῳ Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος, καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ ἀνελεήμων θυμός· τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰγύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπόκειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι· ἐν οἷς καὶ ἡ πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου.
Βιβλίον Σοφίας Ἰησοῦ υἱοῦ Σηράχ. Ἰησοῦς οὗτος Σηρὰχ μὲν ἦν υἱὸς, ἔγγονος δὲ Ἰησοῦ ὁμωνύμως αὐτῷ. Οὗτος οὖν ἐν χρόνοις γέγονε κάτω μετὰ τὴν αἰχμαλωσίαν, καὶ ἀνάκλησιν, καὶ μετὰ τοὺς προφήτας ἅπαντας. Ὁ οὖν πάππος αὐτοῦ Ἰησοῦς, καθὰ αὐτὸς μαρτυρεῖ, φιλόπονός τε γέγονεν ὁ ἀνὴρ καὶ φρονιμώτατος, ὃς οὐ μόνον τὰ ἑτέρων τῶν πρὸ αὐτοῦ συνετῶν ἀνδρῶν ἀποφθέγματα συνήγαγεν, ἀλλὰ καὶ αὐτὸς ἴδιά τινα ἀπεφθέγξατο, πολλῆς σοφίας καὶ συνέσεως γέμοντα. Ἐπεὶ οὖν τὴν βίβλον ταύτην ὁ αʹ Ἰησοῦς καταλιπὼν ἐξ ἀνθρώπων ᾤχητο, Σηρὰχ ὁ υἱὸς μετ᾽ αὐτὸν λαβὼν, πάλιν τῷ οἰκείῳ παιδὶ κατέλιπεν Ἰησοῦ. Ὃς δὴ ταύτης λαβόμενος, εἰς ἓν ἅπασαν ἐναρμόνιον σύνταγμα ποιησάμενος, Σοφίαν ἐπί τε τῷ αὐτοῦ, καὶ τῷ τοῦ Πατρὸς, καὶ τῷ τοῦ πάππου ὀνόματι ἐπικέκληκεν, ἐξ αὐτοῦ τοῦ τῆς σοφίας ὀνόματος ἀγαπητῶς μᾶλλον ἔχειν τὸν ἀκροατὴν πρὸς τὴν αὐτὴν τῆς βίβλου μελέτην ἐπισπώμενος.
Λόγους οὖν φρονήσεως, αἰνίγματά τε καὶ παραβολὰς περιέχει, καὶ μερικάς τινας παλαιὰς θεοφιλεῖς ἱστορίας, περί τε ἀνδρῶν εὐαρεστησάντων τῷ Θεῷ, καὶ εὐχὴν καὶ ὕμνον αὐτῶν. Ἔτι δὲ ὧν ὁ Θεὸς εὐεργεσιῶν ἠξίωσε τὸν λαὸν αὐτοῦ, καὶ ὧν ἔπλησε κακῶν τοὺς ἐχθροὺς αὐτῶν. Ὀπαδὸς τοίνυν τοῦ Σολομῶντος οὗτος ὁ Ἰησοῦς γεγονὼς, οὐδὲν ἧττον ἐκείνου περὶ τὴν σοφίαν καὶ παιδείαν ἠρίστευσε, πολυμαθὴς ἀληθῶς καὶ ὢν καὶ καλούμενος. Ἀλλὰ περιοχὴν μὲν, ὡς ἄν τις εἴποι, ταύτην ἔχει τὸ βιβλίον.
Τὴν δὲ ἀνακεφαλαίωσιν ἰστέον οὕτως. Ἐν προοιμίοις μὲν περὶ πάσης σοφίας Κυρίου διηγεῖται· ἔπειτα περὶ θυμοῦ, καὶ φόβου, καὶ ἀφοβίας· περὶ ἐπιστήμης σοφίας· περὶ θεοφοβίας, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ· περὶ πειρασμῶν καὶ ὑπομονῆς· περὶ δειλίας καὶ ἐκλύσεως· περὶ ἀγάπης Κυρίου· περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς· περὶ πρᾳότητος καὶ ἐπιεικείας ταπεινοῦ· περὶ προπετοῦς καὶ ἀνυποτάκτου ζητήσεως τῶν μὴ προστεταγμένων· περὶ σκληροκαρδίου καὶ ὑπερηφάνου, περὶ συνετοῦ καὶ εὐμαθοῦς, καὶ ἐλεήμονος καὶ ὀρφανῶν προστάτου· πρὸς φίλον ὑποτακτικὸν καὶ ἐπιεικῆ· περὶ ἀνυψώσεως υἱῶν τῆς σοφίας· περὶ ἀνυποταξίας πονηρῶν· καὶ περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· μὴ πρὸ τῶν ἔργων τοὺς λόγους, μηδὲ ἐθελοδιδάσκαλος γίνου. Περὶ τοῦ μὴ δεῖν δεδέσθαι πόθῳ χρημάτων, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παραυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ ἐστιν ὁ Θεός· δεῖν τε ἐξιλάσκεσθαι αὐτὸν, καὶ μὴ πορευθῆναι ἐν ἐπιθυμίᾳ καρδίας.
Περὶ τοῦ μὴ περιφέρεσθαι παντὶ ἀνέμῳ, καὶ περὶ φλυαρίας καὶ ὑπερηφανίας· περὶ φιληδόνου· δοκιμασία πιστοῦ καὶ ἀπίστου· περὶ παιδείας Κυρίου, ὅτι ἀπὸ νεότητος ἕως γήρως ἐπιθυμεῖν αὐτὴν δεῖ· περὶ ἀκροάσεως ἀνωφελοῦς· περὶ τοῦ μὴ προδιδόναι φίλον, μηδὲ ἀστοχεῖν γυναικὸς σοφῆς· περὶ οἰκετῶν, περὶ κτημάτων· περὶ τέκνων· περὶ γυναικῶν· περὶ τοῦ μὴ κακοποιεῖν, ἢ φιλαρχεῖν, ἢ καταφρονεῖν ἁμαρτάνειν. Περὶ τοῦ μὴ ψεύδεσθαι ἀδελφῷ, μηδὲ φλυαρεῖν ἐπὶ πρεσβυτέρων, μηδὲ δευτερῶσαι λόγον· περὶ δόξης πατρὸς, ἢ μητρὸς, καὶ περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, καὶ τῆς εἰς ἱερεῖς τιμῆς, καὶ τῆς εἰς κακουμένους ἐπισκέψεως. Ὅτι ἑκάστου πράγματος τὸ τέλος δεῖ προορᾷν, καὶ οὕτως ἄρχεσθαι· ἑκάστου λόγου, ἢ πράξεως σκοπεῖν τὰ ἔσχατα. Καὶ περὶ τοῦ μὴ παρορᾷν διήγημα γερόντων σοφῶν. Ἐξ ὅσων γίνεται πορνεία· περὶ τοῦ μὴ ἐγκαταλιμπάνειν φίλον ἀρχαῖον· ὁ γὰρ νέος οἶνος φίλῳ νέῳ συγκρίνεται· περὶ τεχνίτου σοφοῦ, καὶ κριτοῦ διδασκάλου, καὶ βασιλέως ἀπαιδεύτου. Ὅτι μακρὸν ἀῤῥώστημα σκοπεῖ ἰατρός· περὶ σπέρματος ἐντίμου καὶ ἀπίστου· περὶ οἰκέτου σοφοῦ, καὶ ἄρχοντος πλουσίου. Ὅτι μικρὸν ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Περὶ τοῦ μὴ ἀκρίτως, μηδὲ ἀνεξετάστως μέμφεσθαι, μηδὲ εἶναι πολυπράγμονα, ἀλλὰ δίκαιον, ὅτι Θεὸς ὁ πλουτίζων. Ὅτι μηδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀμετάκλητον ἡγεῖσθαι.
Περὶ τοῦ μὴ γνησιάζειν παντὶ ἀνθρώπῳ, ἀλλὰ εὐσεβέσι καὶ δικαίοις· καὶ περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς.
Περὶ τοῦ μὴ κοινωνεῖν ὑπερηφάνοις διὰ τὸν ἐξ αὐτοῦ μολυσμὸν, καὶ τὴν συντριβὴν, καὶ περὶ τῆς τοῦ πλησίον θεραπείας παρὰ πολλῶν· καὶ ὅτι πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον. Ὥσπερ γὰρ οὐ κοινωνεῖ λύκος ἀμνῷ, οὔτε εἰρηνεύει ὕαινα πρὸς κύνα· οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. Περὶ μικρολόγων τῶν μὴ μεταδιδόντων ἑτέροις, καὶ ὅτι ἐν πλούτῳ καὶ πτωχείᾳ δίκαιον εἶναι καὶ ὅσιον, μὴ τοὐναντίον. Μακάριον ἡγεῖσθαι τὸν σοφίᾳ καὶ συνέσει συζῶντα μέχρι τελευτῆς, οὐ τὸν πλούσιον ἐν κόσμῳ. Περὶ αὐτεξουσίου, ὅτι περὶ ἀποστασίας μὴ αἰτιῶ τὸν Κύριον· πάντα γάρ σοι παρέθετο. Ὅτι κρεῖσσον ἄπαιδα εἶναι ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει Θεόν. Περὶ φωράσεως Θεοῦ καὶ κρίσεως, καὶ μὴ νόμιζε τὸν Θεὸν κρύπτεσθαι ἀνόμους ἢ ἐκφεύγειν αὐτοῦ τὴν κρίσιν.
Περὶ τῶν κτισμάτων. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως, ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως· περὶ ἐλεημοσύνης καὶ μετανοίας· περὶ ἐπιεικοῦς ἀποκρίσεως· περὶ τοῦ μὴ μωμεῖσθαι τὸ ἀγαθὸν ἔργον, μηδὲ δόμα ἐν λυπηρῷ λόγῳ· ὥστε τὸν ἐπιθυμοῦντα ἀρχῆς προπετεύεσθαι, καὶ ἐν πᾶσι προετοιμάζεσθαι. Περὶ τοῦ μὴ ἀσωτεύεσθαι, καὶ ὧν δεῖ ἀπέχεσθαι. Περὶ φυλακῆς μυστηρίων, καὶ περὶ ἄφρονος, περὶ σοφίας τῆς διὰ παραβολῶν, καὶ περὶ βίου, καὶ ἀρχῆς, καὶ σοφῶν, καὶ μωρῶν. Περὶ θυγατρὸς θρασείας· καὶ περὶ ἀπροσεξίας μωροῦ, καὶ περὶ διανοίας στεῤῥᾶς, καὶ ἐν τίσι διαλύεται φιλία καὶ περὶ τοῦ μὴ ἀπροφυλάκτως φθέγγεσθαι τοῖς ἁμαρτήσασι. Περὶ παιδείας, καὶ τοῦ μὴ αἰτεῖσθαι ὅρκον· περὶ φυλακῆς ψυχῆς καὶ σώματος, καὶ περὶ ἀνθρώπου πόρνου.
Περὶ πονηρᾶς γυναικὸς, καὶ μοιχαλίδος. Προφητεία περὶ Ἰησοῦ Χριστοῦ, ὅς ἐστι σοφία καὶ Υἱὸς, παρεικασθεὶς ποταμοῖς. Περὶ προσθήκης παιδείας· περὶ τῶν δέκα μακαρισμῶν· περὶ πληγῆς ἐπαγωγῆς καὶ ἐκδικήσεως· περὶ πλημμελείας ἐμπόρου· περὶ τῶν ἀποκαλυπτόντων μυστηρικὸν λόγον. Περὶ ἀνθρώπου θυμώδους· περὶ γλωσσώδους ἀνδρός· περὶ τοῦ δανίζειν τῷ πλησίον, καὶ τόκους μὴ λαμβάνειν, ἀλλὰ κιχρᾷν αὐτῷ δεομένῳ· περὶ ἐγγυήσεως τοῦ πλησίον, καὶ περὶ ζωῆς· περὶ τοῦ μὴ ἐπιστροφῇ παιδεύειν τέκνα, περὶ ὑγιείας σώματος, καὶ βρώσεως, καὶ ψυχῆς· περὶ διδασκαλίας χρημάτων, μεγιστάνων, καὶ ἡγουμένων, υἱῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ· περὶ οἰκέτου κακούργου. Περὶ ἐνυπνίων ἀσυνέτων· περὶ πλάνης καὶ πολυπειρίας, καὶ περὶ τῶν φοβουμένων τὸν Κύριον. Περὶ θυσιῶν, καὶ προσφορῶν, τῶν ἐξ ἀδικίας, τῶν τε ἐκ δικαιοσύνης προσφορῶν· περὶ θυσιῶν τῶν ἐκ φιλαργυρίας. Ὅτι τρυφῆς καὶ πλούτου δεῖ καταφρονεῖν. Περὶ λαιμάργων καὶ βασκάνων, καὶ ἀπλήστων, καὶ ἀτάκτων· μὴ μεθύσκεσθαι οἴνῳ, ἀλλ᾽ αὐτάρκως χρᾶσθαι. Περὶ ἐπαιρομένου ἐπιεικοῦς, καὶ περὶ λαλιᾶς πρεσβυτέρων, καὶ περὶ λαλιᾶς νεανίσκου. Περὶ ἐκδοχῆς παιδείας νόμου, καὶ κρίματα καὶ δικαιώματα, καὶ πιστεύειν νόμῳ.
Περὶ διαθήκης Θεοῦ κατὰ γενεὰν, καὶ ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, ἀφ᾽ ἧς τοὺς μὲν εὐλογεῖσθαι, τοὺς δὲ ὑπὸ κατάραν ἐποίησε. Περὶ λαοῦ ἐκλελεγμένου, καὶ ὅτι ἀπέναντι τοῦ ἀγαθοῦ τὸ κακὸν, καὶ ἀπέναντι τοῦ εὐσεβοῦς ὁ ἁμαρτωλός. Τίσι δεῖ κοινωνεῖν· ὁποίαν δεῖ γυναῖκα λαβεῖν· ὁποίους δεῖ φίλους ἔχειν· τίσι δεῖ συμβούλοις χρῆσθαι, τίνας διδασκάλους ὁρίζει· περὶ τοῦ εἰδέναι τὸ συμφέρον ἕκαστον. Περὶ τοῦ τιμᾷν τοὺς ἰατρούς. Πῶς ἐπὶ νεκρῷ δεῖ πενθεῖν. Περὶ γραμματέως καὶ σοφοῦ γεωργοῦ· καὶ περὶ ἀγρυπνίας τέκτονος, καὶ χαλκέως, καὶ κεραμέως. Περὶ φυλακῆς ψυχῆς ἀνθρώπου, καὶ τῆς παραμενούσης σοφίας, καὶ ὅσον τυγχάνει. Περὶ προγνώσεως Θεοῦ καὶ κτίσεως κόσμου. Ὅτι ἡ κτίσις τοῖς εὐσεβέσιν εἰς εὐλογίαν τρέπεται· τοῖς δὲ ἀνόμοις εἰς κατάραν. Ὅτι ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ. Ὅτι πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ὅσα ἀπὸ τοῦ ὕδατος εἰς θάλασσαν. Περὶ συγκρίσεως ἀγαθῶν, καὶ τίνα τὰ σαρκικὰ ἀγαθὰ τὰ ἥττονα. Περὶ τοῦ τίνα τὰ ὄντα ἀγαθὰ τὰ μείζονα καὶ πνευματικά.
Περὶ ζωῆς ἀπαιτή. Περὶ θανάτου πικροῦ πλουσίου· περὶ θανάτου καλοῦ πτωχοῦ. Περὶ τοῦ μὴ εὐλαβεῖσθαι τὸ ἀποθανεῖν. Περὶ τοῦ ἐπονειδίστως μὴ ζῇν, ἀλλὰ φροντίζειν ὀνόματος ἀγαθοῦ. Περὶ παιδείας εἰρηνικῆς. Ἀφ᾽ ὧν ἐντρεπόμενος αἰσχύνεσθαι δεῖ· περὶ ὧν οὐ δεῖ αἰσχύνεσθαι. Ὅτι δεῖ περὶ θυγατρὸς παρθένου πάντοτε μεριμνᾷν· περὶ τοῦ μὴ συνεδρεύειν ἐν μέσῳ γυναικῶν διὰ πορνείαν. Περὶ δημιουργίας Κυρίου. Περὶ ἡλίου, ὅτι σκεῦος θαυμαστὸν καὶ ἔργον Κυρίου. Περὶ σελήνης καὶ ἄστρων, καὶ τόξου, καὶ χιόνων, καὶ ἀστραπῶν. Περὶ νεφῶν, καὶ χαλάζης.
Περὶ σεισμῶν καὶ βροντῆς. Περὶ ὑετοῦ, καὶ πάχνης, καὶ ὁμίχλης. Περὶ δρόσου ἀπὸ καύσωνος, καὶ περὶ ἀβύσσου ξηρᾶς. Περὶ Ἰορδάνου καὶ θαλάσσης. Περὶ παντὸς ζώου καὶ κτήνους. Περὶ μεγαλοδόξου κτίσεως Κυρίου. Περὶ τῶν εὐεργεσιῶν αὐτοῦ. Ἐπίλογος περὶ Ἐνὼχ καὶ Νῶε. Ἐπίλογος περὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ ὧν ἐπειράσθησαν. Ἐπίλογος περὶ Ἰακὼβ, καὶ Μωϋσέως, καὶ ὧν ἐθαυματούργει. Ἐπίλογος περὶ Ἀαρὼν, καὶ τῆς λειτουργίας αὐτοῦ, καὶ τῆς ἱερατείας.
Ἐπίλογος περὶ Δαθὰν, καὶ Ἀβειρὼν, καὶ Κορέ. Περὶ τῶν ἀπαρχῶν τῶν πρωτογεννημάτων μερίδος Ἀαρών. Ἐπίλογος, ὅτι Φινεὲς υἱὸς Ἐλεάζαρ τρίτος μετὰ Ἀαρὼν ἔνδοξος. Ὅτι τῷ Δαβὶδ διέθετο Κύριος διαθήκην βασιλείας. Ὅτι Ἰησοῦς Ναυῆ διάδοχος Μωϋσέως γίνεται ἐν προφήταις. Ὡς ἐν ἡμέραις Μωϋσέως Ἰησοῦς Ναυῆ καὶ Χάλεβ ὁ τοῦ Ἰεφονῆ, ἐποίησαν ἔλεος, καὶ οἱ ιβʹ διεσώθησαν. Τὰ περὶ Σαμουὴλ, ὃς μετὰ Ἰησοῦν ἔκρινε τὸν λαὸν ἐν προφήταις.
Τὰ περὶ Ναθὰν τοῦ προφήτου, καὶ ἐγκώμιον εἰς Δαβὶδ τὸν βασιλέα. Ὡς Σολομὼν ἦν σοφὸς, ἀλλὰ φιλογύναιος ὕστερον γέγονε, καὶ μετὰ τὴν ὀργὴν ἠλεήθη μετανοήσας. Τὰ περὶ Ἱεροβοὰμ καὶ Ῥοβοὰμ τῶν σχισματοποιῶν. Τὰ περὶ Ἠλίου τοῦ προφήτου, τὸ πῦρ τὸ καῖον τὰ κακά. Τὰ περὶ Ἑλισσαιὲ τοῦ προφήτου, καὶ μαθητοῦ Ἠλίου, ὃς ἐνεπλήσθη τοῦ πνεύματος αὐτοῦ. Τὰ περὶ τῆς αἰχμαλωσίας τῶν βασιλέων Ἰούδα. Ὡς ἦν Ἰεζεκίας ταπεινόφρων, καὶ τοῦ Ἡσαΐου φίλος, καὶ τοῦ Ῥαμψάκη ἀναιρέτης. Ὡς ἐλυτρώσατο Κύριος τὸν Ἰσραὴλ ἐν χειρὶ Ἡσαΐου, πατάξας τὴν παρεμβολὴν τῶν Ἀσσυρίων. Ὡς Ἰωσίας ὁ βασιλεὺς ὑπῆρχε φίλος Ἱερεμίου. Περὶ Ἐζεκιὴλ τοῦ προφήτου, ὅτι ἐν τῇ αἰχμαλωσίᾳ ἦν Βαβυλῶνος.
Περὶ τῶν ὀστέων τῶν ιβʹ προφητῶν. Ὡς Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ᾠκοδόμησαν τὸν οἶκον Κυρίου. Ὡς Νεεμίας ἀνήγειρε τὰ τείχη Ἱερουσαλὴμ τὰ πεπτωκότα. Τὰ περὶ Ἐνὼχ, ὅς ἐστιν ἐν τοῖς ἐνδόξοις καὶ στήριγμα λαοῦ. Ὅτι Σὴμ καὶ Σὴθ ἔνδοξοι ἐν ἀνθρώποις. Ὅτι Σίμων Ὀνίου υἱὸς ἐνδοξότατος ἐν ἀρχιερωσύνῃ. Ὅτι ἐπὶ πᾶσι τούτοις εὐλογεῖν δεῖ τὸν Θεὸν μεγαλουργόν. Κατὰ Σαμαρειτῶν, ἀθετησάντων τὸν Ἰουδαϊσμὸν, καὶ κατὰ Ἰουδαίων ἀθετησάντων τὸν Χριστόν. Περὶ τοῦ ἐπιλόγου τῆς βίβλου πάσης. Περὶ τῆς προσευχῆς Ἰησοῦ υἱοῦ Σηρὰχ, ἐγγόνου Ἰησοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.