Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Το Κατά Ματθαίον Ευαγγέλιο

Εισαγωγή και παρουσίαση των γεγονότων του Κατά Ματθαίον Ευαγγελίου, από τη γέννηση και τη δράση του Χριστού έως το Πάθος, την Ανάσταση και την Ανάληψη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 15

ΑΡΚΤΕΟΝ ΔΕ ΚΑΙ ΤΩΝ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ ΒΙΒΛΙΩΝ. Βιβλίον Αʹ. Κατὰ Ματθαῖον Εὐαγγέλιον. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ αὐτὸς Ματθαῖος ὁ μαθητὴς τοῦ Κυρίου συνέγραψε τὸ Εὐαγγέλιον τοῦτο. Διηγεῖται δὲ ἐξ ἀρχῆς τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος τοῦ Δαβίδ. Διὸ καὶ ἀπ᾽ αὐτοῦ τὴν γενεαλογίαν κατάγει ἕως τοῦ Χριστοῦ, γενεὰς μβʹ. Περιέχει δὲ καὶ τὸ βάπτισμα Ἰωάννου, καὶ τοὺς ἐν τῷ ὄρει παρὰ τοῦ διαβόλου πειρασμοὺς, καὶ σημεῖα καὶ τέρατα μεγάλα γενόμενα παρὰ τοῦ Σωτῆρος, τήν τε τῶν μαθητῶν ἐκλογὴν, καὶ τὴν τοῦ μυστηρίου παράδοσιν· καὶ τέλος ὅτι παρεδόθη Πιλάτῳ, καὶ ἐσταυρώθη τῷ σώματι, καὶ τὸ σῶμα αὐτοῦ ἐτέθη ἐν τῷ μνημείῳ· καὶ οἱ μὲν στρατιῶται διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ· αὐτὸς δὲ, ἐν τριημέρῳ ἀναστὰς, ἐνετείλατο τοῖς μαθηταῖς μαθητεύειν πάντα τὰ ἔθνη, καὶ βαπτίζειν αὐτοὺς, ἐπαγγειλάμενος εἶναι μετ᾽ αὐτῶν πάσας τὰς ἡμέρας ἕως συντελείας τοῦ αἰῶνος. Εἰσὶ δὲ ἅπερ ἐξηγεῖται Ματθαῖος γεγονέναι σημεῖα παρὰ τοῦ Χριστοῦ ταῦτα. Ὁ λεπρὸς ἐκαθαρίσθη· ὁ παῖς ἑκατοντάρχου μὴ παρὼν ἰάθη, μόνον εἰπόντος αὐτοῦ· ἡ πενθερὰ Πέτρου πυρέσσουσα ἰάθη· ὀψίας γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους, καὶ κακῶς ἔχοντας· καὶ τὰ μὲν πνεύματα ἐξέβαλε λόγῳ, τοὺς δὲ ἄλλους πάλιν ἐθεράπευσεν οὕτως.

Γενεαλογεῖται Χριστός· εὐαγγελίζεται Ἰωσήφ· προσκυνοῦσι μάγοι· κατέρχεται εἰς Αἴγυπτον ὁ Χριστός· ἀναιρεῖ τὰ παιδία Ἡρώδης, καὶ τελευτᾷ. Ἀνελθὼν ἀπὸ τῆς Αἰγύπτου κατοικεῖ εἰς Ναζαρὲθ ὁ Χριστός. Ἔρχεται Ἰωάννης βαπτίζων, ἀποστρέφεται τοὺς Σαδδουκαίους καὶ τοὺς Φαρισαίους. Βαπτίζεται ὁ Χριστὸς, καὶ πειράζεται ὑπὸ τοῦ Σατανᾶ. Εἶτα ἦλθεν εἰς Καπερναοὺμ, παραδοθέντος τοῦ Ἰωάννου. Καλεῖ τοὺς περὶ Πέτρον καὶ Ἰάκωβον. Θεραπεύει πολλοὺς, κάθηται εἰς τὸ ὄρος, καὶ λέγει τοὺς μακαρισμοὺς, καὶ ἐπάγει· «Ὑμεῖς ἐστε τὸ ἅλας,» καὶ, «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Παραινεῖ αὐτοῖς περὶ βίου. Εἶτα ἐπιτείνει τὰς ἐν τῷ νόμῳ ἐντολὰς, ἔνθα καὶ περὶ τοῦ δεξιοῦ ὀφθαλμοῦ λέγει, καὶ περὶ κενοδοξίας, καὶ περὶ φιλοχρηματίας, καὶ τοῦ μὴ μεριμνᾷν περὶ τροφῆς, καὶ τοῦ μὴ κρίνειν τὸν πλησίον. Εἶτά φησι· «Μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.» Προτροπὴ περὶ τοῦ αἰτεῖσθαι· παραβολὴ περὶ τοῦ αὐτοῦ· περὶ τῆς στενῆς ὁδοῦ, καὶ περὶ ψευδοπροφητῶν, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς. Ἔνθα ἡ παραβολὴ τῆς ἐπὶ τὴν πέτραν οἰκοδομηθείσης οἰκίας. Κατέρχεται ἀπὸ τοῦ ὄρους, καὶ θεραπεύει τὸν λεπρὸν, καὶ τὸν τοῦ ἑκατοντάρχου, καὶ τὴν πενθερὰν Πέτρου, καὶ ἄλλους πολλούς. Ὁ γραμματεὺς κωλύεται ἀκολουθῆσαι, καὶ ὁ μαθητὴς ἀναγκάζεται.

Παύει τὸν χειμῶνα τῆς θαλάσσης. Οἱ δαίμονες εἰς τοὺς χοίρους ἐμπίπτουσιν. Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν ἰδίαν πόλιν· θεραπεύει τὸν παραλυτικόν· καλεῖ τὸν Ματθαῖον. Ἐγκαλοῦσιν οἱ Φαρισαῖοι, ὅτι μετὰ τελωνῶν ἐσθίει, καὶ οἱ μαθηταὶ Ἰωάννου, ὅτι οὐ νηστεύουσιν οἱ μαθηταὶ αὐτοῦ. Παραγίνεται ὁ ἄρχων διὰ τὸ θυγάτριον, καὶ ἀνίστησι τὴν κόρην· καὶ μεταξὺ ἡ αἱμοῤῥοοῦσα ἰᾶται. Δύο τυφλοὶ θεραπεύονται, καὶ κωφὸς δαιμονιζόμενος. Περιάγει τὰς κώμας ὁ Ἰησοῦς.

Ἀποστέλλει τοὺς μαθητὰς κηρῦξαι, καὶ πολλὰ αὐτοῖς διαλέγεται. Ἀποστέλλει πρὸς αὐτὸν δύο τῶν μαθητῶν Ἰωάννης, ἐγκωμιάζεται. Ἐγκαλεῖ τοῖς ὄχλοις περὶ Ἰωάννου ὁ Χριστός. Ὀνειδίζει τὰς πόλεις. Ἐξομολογεῖται τῷ Πατρί. Καλεῖ τοὺς πεφορτισμένους.

Διαβαίνει διὰ τῶν σπορίμων. Θεραπεύει τὸν τὴν ξηρὰν ἔχοντα χεῖρα. Καὶ βουλεύονται Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Ἀναχωρήσαντι ἐκεῖθεν, ἀκολουθεῖ ὁ ὄχλος, καὶ θεραπεύεται. Ὁμοίως καὶ ὁ δαιμονιζόμενος τυφλὸς καὶ κωφός. Τότε λέγουσιν οἱ Ἰουδαῖοι· «Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια.» Εἶτα σημεῖον αἰτοῦσιν· ὁ δὲ ἔδωκε τὸ Ἰωνᾶ. Προεῖπεν, ὅτι Νινευῗται κατακρινοῦσιν αὐτούς. Τότε λέγει· «Ὅταν ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα, ζητοῦν ἀνάπαυσιν.» Εἶτα ἡ μήτηρ ζητεῖ λαλῆσαι αὐτῷ. Ἐμβὰς εἰς τὸ πλοῖον λέγει τὴν παραβολὴν τοῦ σπείροντος, καὶ τὴν αἰτίαν, δι᾽ ἢν ἐν παραβολαῖς λέγει. Ἐπιλύει τὴν παραβολὴν ταύτην, καὶ προστίθησι τὴν τοῦ θησαυροῦ, τὴν τοῦ μαργαρίτου, τὴν τοῦ ἀγροῦ, τὴν τοῦ σινάπεως, καὶ τὴν τῆς ζύμης. Ἐπιλύει τὴν τοῦ ἀγροῦ ἐν τῇ οἰκίᾳ, προστίθησι τὴν τῆς σαγήνης. Μακαρίζει τοὺς μαθητὰς, παραβάλλων αὐτοὺς ἀνδρὶ οἰκοδεσπότῃ. Ἔρχεται εἰς τὴν πατρίδα, ὅτε καὶ σκανδαλίζονται οἱ Ἰουδαῖοι.

Τότε λέγει· «Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ.» Καὶ ἀκούσας τὰ κατὰ τὸν Ἡρώδην καὶ Ἰωάννην, ἀναχωρεῖ εἰς ἔρημον, καὶ τρέφει τοὺς πεντακισχιλίους. Πέμπει τοὺς μαθητὰς εἰς πλοῖον. Ἀνέρχεται εἰς τὸ ὄρος εὔξασθαι. Ἐφίσταται αὐτοῖς νυκτὸς πλέουσι· δέχεται τὸν Πέτρον ἐπὶ τῶν ὑδάτων. Ἔρχεται εἰς Γεννησαρέτ. Θεραπεύονται πολλοί. Ἐγκαλοῦσι Φαρισαῖοι περὶ καθαρσίων· ἐπιστομίζει τούτους, καὶ διδάσκει τοὺς ὄχλους περὶ βρωμάτων.

Ἐρωτᾷ Πέτρος περὶ τῶν εἰρημένων, καὶ σαφέστερον ἐπεξέρχεται ὁ Χριστός. Ἦλθεν εἰς Τύρον, καὶ προσέρχεται ἡ Χαναναία. Ἐκεῖθεν εἰς τὸ ὄρος τὸ παρὰ τὴν θάλασσαν, καὶ θεραπεύει πολλούς. Τρέφει τοὺς τετρακισχιλίους ἄνδρας. Ἦλθεν εἰς Μαγδαλά.

Ἐρωτῶσι σημεῖον οἱ Ἰουδαῖοι. Ὁ δὲ καταλιπὼν ἀπῆλθεν εἰς τὸ πέραν. Οἱ μαθηταὶ ἐπελάθοντο ἄρτους λαβεῖν· λέγει αὐτοῖς περὶ τῆς ζύμης τῶν Φαρισαίων. Ἐξέρχεται εἰς Καισάρειαν. Ἐρωτᾷ τοὺς μαθητὰς περὶ ἑαυτοῦ· ὁμολογεῖ αὐτὸν ὁ Πέτρος. Τότε προλέγει περὶ τοῦ πάθους, καὶ ἐπιτιμᾷ Πέτρῳ, καὶ κελεύει τὸν βουλόμενον ἀκολουθεῖν ἆραι τὸν σταυρόν.

Λέγει καὶ περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ. Ἄνεισιν εἰς τὸ ὄρος, ἔνθα καὶ μετεμορφώθη. Κατιόντα αὐτὸν ἐρωτῶσι περὶ Ἠλίου καὶ μανθάνουσι. Προσάγεται ὁ σεληνιαζόμενος, καὶ θεραπεύεται. Ὀνειδίζει τοῖς μαθηταῖς. Λέγει αὐτοῖς ἐν τῇ Γαλιλαίᾳ περὶ τοῦ πάθους. Προσέρχονται ἐν Καπερναοὺμ οἱ τὸ δίδραχμα λαμβάνοντες. Ἐρωτῶσιν οἱ μαθηταὶ, τίς μείζων;

Τότε καλέσας παιδίον λέγει· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» Καὶ, «Εἰ ὀφθαλμός σου, καὶ ἡ χείρ σου σκανδαλίζει σε·» καὶ τὸ, «Μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων.» Εἶτα ἡ παραβολὴ τῶν ἑκατὸν προβάτων, καὶ τό· «Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν·» καὶ τό· «Ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν, ὃ ἐὰν αἰτήσωνται, λήψονται.» Εἶτά φησιν ὁ Πέτρος· «Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου;» Παραβολὴ τοῦ τὰ μύρια ὀφείλοντος τάλαντα. Ἦλθεν εἰς τὴν Ἰουδαίαν. Ἐθεράπευσε πολλούς. Ἐπέλυσε τὸ τοῦ ἀποστασίου. Περὶ τρόπου εὐνουχισμοῦ διαλέγεται. Εὐλογεῖ τὰ παιδία.

Προσέρχεται ὁ πλούσιος. Ἐρωτῶσιν οἱ μαθηταί, «Τίς δύναται σωθῆναι;» Τότε λέγει· «Ἐπὶ δώδεκα θρόνους καθήσεσθε·» καὶ, «Ὃς ἀφῆκεν οἰκίας,» καὶ τὰ ἑξῆς. Εἶτα παραβολὴ τῶν ἐργατῶν. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα, εἶπε τοῖς μαθηταῖς περὶ τοῦ θανάτου αὐτοῦ. Ἡ γυνὴ Ζεβεδαίου ἀξιοῖ ὑπὲρ τῶν υἱῶν περὶ πρωτείων. Οἱ ἀπόστολοι ζηλοῦσι, καὶ παιδεύονται.

Θεραπεύονται οἱ δύο τυφλοὶ ἐξ Ἱεριχοῦντος. Εἶτα τὰ κατὰ τὸν ὄνον. Εἰσέρχεται εἰς τὸ ἱερὸν ἐκβάλλει τοὺς πωλοῦντας, θεραπεύει τοὺς προσελθόντας. Εἶτα τὰ παιδία ὑμνεῖ. Ἐξέρχεται εἰς Βηθανίαν, καὶ ἐπανερχόμενος εἰς Ἱεροσόλυμα, ξηραίνει τὴν συκῆν, καὶ λέγει τοῖς μαθηταῖς· «Κἂν τῷ ὄρει τούτῳ εἴπητε, Βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται, καὶ ὃ ἐὰν αἰτήσητε πιστεύοντες, λήψεσθε.» Ἐρωτῶσιν οἱ ἱερεῖς· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Ἀντερωτᾷ περὶ τοῦ βαπτίσματος Ἰωάννου. Λέγει αὐτοῖς τὴν παραβολὴν τὴν τῶν δύο υἱῶν, εἶτα τὰ τοῦ ἀμπελῶνος καὶ τῶν πονηρῶν ἐργατῶν· εἶτα τὰ τοῦ γάμου, καὶ τῶν φαύλων κλητόρων. Τότε ἦλθον οἱ Ἰουδαῖοι παγιδεῦσαι αὐτὸν ἐν λόγῳ. Καὶ τί τὸ νόμισμα. Ἐρωτῶσιν οἱ Σαδδουκαῖοι περὶ τῆς γαμηθείσης τοῖς ἑπτὰ ἀδελφοῖς· εἶτα ὁ νομικός· Ποία ἐντολὴ πρώτη; Εἶτα ἐρωτᾷ αὐτοὺς Ἰησοῦς· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ;» Ὡς δὲ ἐπεστομίσθησαν, διαλέγεται τοῖς ὄχλοις περὶ τῶν Γραμματέων καὶ Φαρισαίων, ταλανίζων αὐτούς. Εἶτα ἐκ τοῦ ἱεροῦ ἀνέρχεται εἰς τὸν ἐλαιῶνα, καὶ διαλέγεται τοῖς μαθηταῖς περὶ μελλόντων.

Εἶτα ἡ παραβολὴ τοῦ κατασταθέντος δούλου ἐπὶ τῆς οἰκίας, καὶ ἡ τῶν δέκα παρθένων, καὶ ἡ τῶν πέντε ταλάντων, καὶ ἡ τῶν ἐρίφων, καὶ ἡ τῶν προβάτων. Συνάγονται οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς πιάσαι αὐτόν. Ὁ δὲ ἦλθεν εἰς Σίμωνος οἰκίαν εἰς Βηθανίαν, ἔνθα ἡ τὸ ἀλάβαστρον [ἔχουσα] ἔρχεται. Συντίθεται ὁ Ἰούδας τοῖς Ἰουδαίοις. Ἀποστέλλονται οἱ Μαθηταὶ ἑτοιμάσαι τὸ Πάσχα. Ἐλέγχει τὸν Ἰούδαν ὁ Χριστός.

Παραδίδωσι τὸ μυστήριον, ἔνθα λέγει· «Οὐ μὴ πίω ἐκ τῆς ἀμπέλου ταύτης.» Ἐξέρχεται εἰς τὸν ἐλαιῶνα. Προλέγει, ὅτι σκανδαλισθήσονται οἱ μαθηταί. Ἀφεὶς τοὺς μαθητὰς εἰς Γεθσημανῆ, καὶ προσευξάμενος τρίτον, λέγει· «Ἄγωμεν ἐντεῦθεν.» Ἦλθεν ὁ Ἰούδας μετὰ τοῦ ὄχλου, καὶ κόπτει ὁ Πέτρος τὸ ὠτίον τοῦ παιδαρίου. Ἤγαγον Ἰησοῦν πρὸς Καϊάφαν, ἔκριναν αὐτὸν, καὶ κατεδίκασαν, καὶ ἐνέπαιξαν. Ὁ Πέτρος ἀρνεῖται. Ἄγουσι τὸν Ἰησοῦν πρὸς Πιλᾶτον.

Ἀπάγχεται Ἰούδας. Κρίνεται ὁ Χριστός. Ἡ γυνὴ τοῦ Πιλάτου συμβουλεύει αὐτῷ ἀποστῆναι τοῦ Ἰησοῦ. Εἶτα σταυροῦται. Εἱστήκεισαν αἱ περὶ Μαρίαν θεωροῦσαι μακρόθεν τὰ γινόμενα. Λαμβάνει τὸ σῶμα τοῦ Κυρίου Ἰωσήφ. Αἰτοῦσι τὴν κουστωδίαν οἱ Ἰουδαῖοι.

Αἱ περὶ Μαρίαν ἦλθον ἑσπέρας εἰς τὸν τάφον, καὶ σεισμὸς ἐγένετο. Ἤκουσαν παρὰ τοῦ ἀγγέλου, ὅτι ἀνέστη. Πέμπονται ὑπὸ τοῦ Χριστοῦ πρὸς τοὺς μαθητάς. Ἤκουσαν οἱ Ἰουδαῖοι περὶ τοῦ σεισμοῦ καὶ τῆς ἀναστάσεως, καὶ ἔδωκαν χρήματα τοῖς φύλαξιν, ἵνα ψεύσωνται. Ἦλθον οἱ μαθηταὶ πρὸς τὸν Ἰησοῦν εἰς τὴν Γαλιλαίαν. Παραδίδωσιν αὐτοῖς τὸ βάπτισμα.