Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Το Κατά Μάρκον Ευαγγέλιο

Σύνοψη του Κατά Μάρκον Ευαγγελίου, με αναφορά στα θαύματα, τις παραβολές, τη διδασκαλία και τα πάθη του Χριστού μέχρι την Ανάληψή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 15

Βιβλίον βʹ, Κατὰ Μάρκον Εὐαγγέλιον Ἰωάννης βαπτίζει τοὺς Ἰουδαίους. Ἔρχεται ἀπὸ Ναζαρὲθ ὁ Χριστὸς, ἐβαπτίσθη, καὶ ἦλθεν εἰς τὴν ἔρημον πειρασθῆναι. Εἶτα εἰς τὴν Γαλιλαίαν, παραδοθέντος Ἰωάννου, καὶ καλεῖ τοὺς περὶ Πέτρον καὶ Ἰάκωβον. Εἰσέρχεται εἰς Καπερναοὺμ, διδάσκει, θεραπεύει τὸν δαιμονιζόμενον ἐκεῖ, εἶτα τὴν πενθερὰν Πέτρου, καὶ πολλοὺς ἐν τῇ ἑσπέρᾳ ἰᾶται, ἐξῆλθεν εἰς τὴν ἔρημον, περιῆγε τὴν Γαλιλαίαν. Θεραπεύει τὸν λεπρόν. Ἔρχεται εἰς Καπερναούμ. Ἰᾶται τὸν παραλυτικόν· διδάσκει τὸν ὄχλον. Καλεῖ τὸν Λευῒν τὸν Ἀλφαίου. Ἐσθίει μετὰ τῶν τελωνῶν. Ἐγκαλοῦσιν οἱ Φαρισαῖοι ὑπὲρ τούτου. Οἱ μαθηταὶ Ἰωάννου ὑπὲρ τῆς νηστείας αἰτιῶνται· ὁ δὲ ἀπολογεῖται.

Διέρχεται διὰ τῶν σπορίμων. Θεραπεύει τὸν τὴν ξηρὰν χεῖρα [ἔχοντα]. Ἀναχωρεῖ πρὸς τὴν θάλασσαν. Ἀκολουθεῖ αὐτῷ πλῆθος πολύ. Ὁμολογοῦσιν οἱ δαίμονες. Προσκαλεῖται τοὺς δώδεκα, ἵνα ἀποστείλῃ αὐτούς. Τότε λέγουσιν οἱ Ἰουδαῖοι· «Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια.» Ἔρχεται ἡ Μήτηρ αὐτοῦ πρὸς αὐτόν.

Ἐμβαίνει εἰς τὸ πλοῖον. Λέγει τὴν παραβολὴν τοῦ σπείροντος, τὴν τοῦ ἀγροῦ, τὴν τοῦ σινάπεως. Χειμάζονται ἐν τῇ θαλάσσῃ οἱ μαθηταί. Ἐπιτιμᾷ τῇ θαλάσσῃ ὁ Χριστός· Θεραπεύεται ὁ δαιμονῶν ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν. Οἱ χοῖροι πνίγονται. Ἦλθεν εἰς τὸ πέραν, καὶ Ἰάειρος ὑπὲρ τῆς θυγατρὸς ἀξιοῖ.

Εἶτα ἡ αἱμοῤῥοοῦσα ἰᾶται. Ἦλθεν εἰς τὴν πατρίδα, σκανδαλίζονται ἐπ᾽ αὐτῷ. Ἐνταῦθα λέγει· «Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ.» Πέμπει τοὺς μαθητὰς ἀνὰ δύο, ἐντειλάμενος πολλά. Εἶτα τὰ κατὰ Ἡρώδην καὶ Ἰωάννην. Ἐπανῆλθον οἱ μαθηταὶ πρὸς αὐτόν. Τρέφει τοὺς ὄχλους. Ἐφίσταται χειμαζομένοις τοῖς μαθηταῖς. Ἦλθεν εἰς Γεννησαρὲτ, καὶ ἐθεράπευσε πολλούς. Περὶ ἀνίπτων χειρῶν διαλέγεται.

Ἦλθεν εἰς Τύρον. Ἰᾶται τὴν θυγατέρα τῆς Συροφοινικίσσης, εἶτα τὸν κωφὸν καὶ μογιλάλον. Τρέφει τὸν ὄχλον. Σημεῖον αἰτοῦσιν οἱ Ἰουδαῖοι, καὶ οὐ δίδωσι. Περὶ τῆς ζύμης τῶν Φαρισαίων λέγει, καὶ ἐπιτιμᾷ τοῖς μαθηταῖς. Θεραπεύει τὸν τυφλὸν εἰς Βηθσαϊδά. Ἐρωτᾷ τοὺς μαθητὰς περὶ ἑαυτοῦ. Πέτρος ὁμολογεῖ· καὶ διὰ τὸ πάθος ἐπιτιμᾶται. Ἐνταῦθα λέγει· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν.» Μεταμορφοῦται ἐν τῷ ὄρει, λέγει περὶ τοῦ Ἠλίου. Προσάγεται σεληνιαζόμενος, καὶ θεραπεύεται. Προλέγει τοῖς μαθηταῖς περὶ τοῦ θανάτου αὐτοῦ καὶ τῆς ἀναστάσεως, καὶ ἐλέγχει αὐτοὺς περὶ πρωτείων διαλεχθέντας ἐν τῇ ὁδῷ. Ἐνταῦθα λέγει· «Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι,» περὶ τοῦ ἐκβάλλοντος δαιμόνια ἐν τῷ ὀνόματι αὐτοῦ. Εἶτά φησιν· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν·» καὶ τό· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, οὐδὲ τὸ πῦρ σβέννυται.» Περὶ ἀποστασίου διαλέγεται. Τὰ παιδία εὐλογεῖ. Ἐρωτᾷ ὁ πλούσιος, τί ποιήσας ζήσεται· ἀποκρίνεται πρὸς αὐτόν.

Ἀναβαίνων εἰς Ἱεροσόλυμα, λέγει περὶ τοῦ πάθους. Οἱ υἱοὶ Ζεβεδαίου ἀξιοῦσιν ὑπὲρ τῆς ἐκ δεξιῶν καθέδρας. Διαλέγεται περὶ ταπεινοφροσύνης. Ἀναβλέπει Βαρτιμαῖος. Εἶτα τὰ κατὰ τὸν πῶλον, καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν, ὀψίας οὔσης ἐξῆλθεν εἰς Βηθανίαν. Εἶτα ἐπὶ τὴν συκῆν. Ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας.

Ἐξῆλθεν ἑσπέρας ἐκ τῆς πόλεως. Ὁ Πέτρος θαυμάζει διὰ τὴν συκῆν. Προτρέπεται τοὺς μαθητὰς ὁ Ἰησοῦς εἰς τὸ πιστεύειν. Κελεύει συγχωρεῖν τῷ πλησίον τὰ ἁμαρτήματα. Ἐπανέρχεται εἰς τὴν πόλιν. Ἐρωτῶσιν οἱ Ἰουδαῖοι, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ.

Ἐρωτᾷ αὐτοὺς περὶ τοῦ βαπτίσματος Ἰωάννου. Λέγει τὰ κατὰ τὸν ἀμπελῶνα καὶ τοὺς πονηροὺς γεωργούς. Εἶτα περὶ τοῦ κήνσου· εἶτα περὶ τῶν ἑπτὰ ἀδελφῶν. Ἐρωτᾷ ὁ γραμματεὺς, ποία ἐντολὴ πρώτη· καὶ μαθὼν ἀποδέχεται. Ἐρωτᾷ ὁ Χριστὸς περὶ ἑαυτοῦ.

Εἶτα κατὰ τῶν Φαρισαίων διαλέγεται, καὶ περὶ τῶν δύο δηναρίων τῆς χήρας. Ἐξερχόμενος ἀπὸ τοῦ ἱεροῦ, λέγει περὶ τῆς καταστροφῆς αὐτοῦ. Ἐρωτῶσιν οἱ μαθηταὶ περὶ τοῦ χρόνου, καὶ πολλὰ αὐτοῖς προλέγει. Ἦλθεν εἰς Βηθανίαν πρὸς Σίμωνα τὸν λεπρόν.

Ἐκεῖ τὸ μύρον ἐκχεῖται. Συντίθεται ὁ Ἰούδας τοῖς Ἰουδαίοις. Πέμπονται ἑτοιμάσαι τὸ πάσχα οἱ μαθηταί. Ἐλέγχει τὸν Ἰούδαν. Παραδίδωσι τὰ μυστήρια. Ἐξέρχεται εἰς τὸν ἐλαιῶνα. Προλέγει τοῖς μαθηταῖς, ὅτι σκανδαλισθήσονται, καὶ τῷ Πέτρῳ, ὅτι ἀρνήσεται.

Προσεύχεται τῷ Πατρί· εἶτα συλλαμβάνεται. Τέμνει Πέτρος τὸ ὠτίον τοῦ δούλου. Φεύγει ὁ νεανίσκος γυμνός. Ἄγεται πρὸς Καϊάφαν ὁ Ἰησοῦς. Καταμαρτυροῦσιν αὐτοῦ. Ὁμολογεῖ ἑαυτὸν Υἱὸν Θεοῦ. Ἀρνεῖται Πέτρος. Ἄγεται πρὸς Πιλᾶτον ὁ Ἰησοῦς· σταυροῦται. Ἦν ἐκεῖ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ, καὶ ἡ Μαγδαληνὴ, καὶ Σαλώμη. Λαμβάνει ὁ Ἰωσὴφ τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθον αἱ γυναῖκες μετὰ τὸ Σάββατον, ἀρώματα φέρουσαι. Εἶδον τὸν ἄγγελον ἐν τῷ μνημείῳ, καὶ ἐφοβήθησαν. Ἀναστὰς ὁ Χριστὸς ὤφθη Μαρίᾳ, ἀφ᾽ ἧς τὰ ἑπτὰ δαιμόνια ἐξέβαλεν. Ἐκείνη εἶπε τοῖς μαθηταῖς· οἱ δὲ ἠπίστησαν. Ἔπειτα ὤφθη τοῖς δυσὶν ἐν τῇ ὁδῷ, εἶτα τοῖς ιαʹ· καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν, καὶ βαπτίζειν, καὶ σημεῖα ποιεῖν. Εἶτα ἀνελήφθη.