Ἔργον
Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς
Το Κατά Λουκάν Ευαγγέλιο
Ανασκόπηση του Κατά Λουκάν Ευαγγελίου, καλύπτοντας τα γεγονότα από τον Ευαγγελισμό και τη γέννηση έως την Ανάσταση, δίνοντας έμφαση στις παραβολές της μετάνοιας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το Κατά Λουκάν Ευαγγέλιο
Ανασκόπηση του Κατά Λουκάν Ευαγγελίου, καλύπτοντας τα γεγονότα από τον Ευαγγελισμό και τη γέννηση έως την Ανάσταση, δίνοντας έμφαση στις παραβολές της μετάνοιας.
Βιβλίον γʹ, κατὰ Λουκᾶν. Τὰ κατὰ τὴν γέννησιν Ἰωάννου, καὶ τοῦ Χριστοῦ· τὰ κατὰ τὸν Συμεών. Ἄννα ἀνθομολογεῖται τῷ Κυρίῳ. Ἀπομένει ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς, καὶ οἱ γονεῖς ἠγνόουν. Βαπτίζει ὁ Ἰωάννης, βαπτίζεται καὶ ὁ Χριστὸς, ὢν ἐτῶν λʹ. Γενεαλογεῖται. Ἄγεται εἰς τὴν ἔρημον. Ἔρχεται εἰς Ναζαρέτ· ἀναγινώσκει ἐν τῇ Συναγωγῇ. Εἶπε πρὸς τοὺς Ἰουδαίους περὶ τῆς χήρας τῆς Ἠλίου, καὶ Νεεμὰν τοῦ λεπροῦ, καὶ ἤθελον αὐτὸν κρημνίσαι. Ἦλθεν εἰς Καπερναούμ. Ἐθεράπευσε τὸν δαιμονῶντα, καὶ τὴν πενθερὰν Πέτρου, καὶ ἄλλους πολλούς. Ἐξῆλθεν εἰς τὴν ἔρημον. Ἦλθεν εἰς Γεννησαρὲτ, ἐπέβη τοῦ πλοίου Πέτρου, ἔνθα καὶ τὸ δίκτυον διεῤῥήγνυτο. Ἐφοβήθη Σίμων. Ἐθεράπευσε τὸν λεπρὸν, εἶτα τὸν παραλυτικόν. Καλεῖ τὸν Λευῒ, ἐσθίει παρ᾽ αὐτῷ· καὶ ἐγκαλεῖται ὑπὸ τῶν Φαρισαίων περὶ τούτου, καὶ ὅτι οὐ νηστεύουσιν οἱ μαθηταὶ αὐτοῦ. Πορεύεται ἐν Σαββάτῳ δευτεροπρώτῳ διὰ τῶν σπορίμων. Θεραπεύει ἐν ἑτέρῳ Σαββάτῳ τὸν τὴν ξηρὰν χεῖρα. Ἐκλέγεται τοὺς ιβʹ. Λέγει τοὺς μακαρισμούς.
Ταλανίζει τοὺς πλουσίους καὶ τοὺς γελῶντας. Παραινεῖ περὶ ἀγάπης, περὶ τοῦ μὴ ἀμύνεσθαι τὸν πλησίον. Περὶ φιλανθρωπίας. Περὶ τοῦ μὴ κρίνειν, καὶ μεταδιδόναι. Λέγει δὲ καὶ παραβολὴν, τὴν περὶ τοῦ δένδρου, καὶ περὶ τοῦ φυλάσσοντος τοὺς λόγους αὐτοῦ, ὅτι ὅμοιός ἐστι τῇ ἐπὶ τὴν πέτραν οἰκίᾳ. Ἔρχεται εἰς Καπερναούμ. Πρόσεισιν ὁ ἑκατόνταρχος ὑπὲρ τοῦ δούλου. Εἶτα ὁ υἱὸς τῆς χήρας ἀνίσταται. Πέμπει Ἰωάννης τοὺς μαθητὰς πρὸς αὐτόν.
Ἐγκαλεῖ τῷ ὄχλῳ ὁ Ἰησοῦς περὶ Ἰωάννου. Παρεικάζει τὴν γενεὰν παιδίοις τοῖς προσφωνοῦσιν. Ἔρχεται εἰς οἰκίαν Φαρισαίου, καὶ ἰδοὺ ἡ γυνὴ ἡ ἁμαρτωλὸς τὸ ἀλάβαστρον ἐκχεῖ. Αἰτιᾶται ὁ Φαρισαῖος τὸ γεγονός.
Λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς τὴν παραβολὴν τῶν δύο χρεωφειλετῶν. Εἶτα διώδευε κατὰ πόλιν καὶ κώμην, καὶ ἠκολούθουν αὐτῷ γυναῖκες αἱ θεραπευθεῖσαι. Λέγει τὴν παραβολὴν τοῦ σπείραντος. Ἦλθεν ἡ μήτηρ αὐτοῦ πρὸς αὐτόν. Πλέουσιν οἱ μαθηταὶ μετ᾽ αὐτοῦ, χειμάζονται, ἔρχονται εἰς Γάδειρα, καὶ ὁ λεγεὼν εἰς τοὺς χοίρους ἐμπίπτει. Εἶτα Ἰάειρος ὑπὲρ τῆς θυγατρὸς ἀξιοῖ, καὶ ἡ αἱμοῤῥοοῦσα ἰᾶται. Ἀνίστησι τὴν κόρην. Ἀποστέλλει τοὺς δώδεκα μαθητάς.
Ἀκούει Ἡρώδης περὶ αὐτοῦ. Ἀναχωρεῖ εἰς ἔρημον ὁ Ἰησοῦς. Τρέφει τοὺς ὄχλους. Ἐρωτᾷ· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι;» Ὁμολογεῖ Πέτρος. Παραγγέλλει σιωπᾷν. Προλέγει περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Λέγει· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτόν.» Μεταμορφοῦται. Κάτεισιν ἀπὸ τοῦ ὄρους. Θεραπεύει τὸν σεληνιαζόμενον. Λέγει περὶ τοῦ πάθους. Ἐζήτουν οἱ μαθηταὶ, τίς ἂν εἴη μείζων· ὁ δὲ Ἰησοῦς ἐδίδαξεν αὐτούς. Εἶτά φησιν· «Ὃς οὐκ ἔστι καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν,» περὶ τοῦ ἐκβάλλοντος τὰ δαιμόνια ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ οὐκ ἀκολουθοῦντος αὐτῷ. Βουλόμενον εἰσελθεῖν εἰς τὴν πόλιν τῶν Σαμαρειτῶν οὐκ ἐδέξατο. Εἶτα οἱ μαθηταὶ πῦρ ἤθελον κατενέγκαι ἐπ᾽ αὐτούς· ὁ δὲ Ἰησοῦς ἐπετίμησεν αὐτοῖς. Βουλόμενός τις ἀκολουθῆσαι αὐτῷ κωλύεται. Ἕτερος δὲ παρακαλεῖται, καὶ ἀναδύεται.
Τότε λέγει· «Οὐδεὶς ἐπιβάλλει τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον, καὶ στρέφεται εἰς τὰ ὀπίσω.» Ἀνέδειξεν ἑβδομήκοντα μαθητὰς, καὶ πέμπει αὐτοὺς ἀνὰ δύο, παραινέσας μηδὲν βαστάσαι. Ὀνειδίζει ταῖς πόλεσι. Τότε λέγει· «Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει.» Εἶτά φησιν· «Ἐθεώρουν τὸν Σατανᾶν πεσόντα, ὡς ἀστραπήν·» καὶ δίδωσι τοῖς μαθηταῖς ἐξουσίαν κατ᾽ αὐτοῦ, καὶ παραινεῖ μὴ χαίρειν ἐν τούτῳ. Εἶτα ἐξομολογεῖται τῷ Πατρὶ, καί φησι τοῖς μαθηταῖς· «Μακάριοι οἱ ὀφθαλμοὶ, οἱ βλέποντες ἃ βλέπετε. Πολλοὶ γὰρ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε.» Ὁ νομικὸς πειράζει, καὶ ἡ παραβολὴ λέγεται τοῦ εἰς Ἱεριχὼ καταβαίνοντος.
Μάρθα ἐγκαλεῖ ὑπὲρ τῆς ἀδελφῆς. Διδάσκει εὔχεσθαι τοὺς μαθητὰς, καὶ λέγει τὴν παραβολὴν τοῦ αἰτοῦντος ἄρτους τὸν φίλον τὸν ἐν τῇ κλίνῃ ὄντα. Θεραπεύει τὸν κωφὸν τὸν δαιμονιζόμενον. Τότε λέγουσιν, ὅτι «Ἐν Βεελζεβοὺλ θεραπεύει.» Εἶτα λέγει· «Ὅταν ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα, πορεύεται δι᾽ ἀνύδρων τόπων.» Εἶτα γυνή τίς φησι· «Μακαρία ἡ κοιλία,» καὶ τὰ ἑξῆς. Κατακριθήσεσθαι προλέγει τοὺς τότε ὑπὸ Νινευῒ, καί φησι· «Οὐδεὶς, λύχνον ἅψας, ὑπὸ τὸν μόδιον τίθησιν.» Εἰσῆλθεν ἀριστῆσαι πρὸς Φαρισαῖον. Ὁ δὲ ἐγκαλεῖ, ὅτι οὐκ ἐβαπτίσατο.
Τότε λέγει πρὸς αὐτόν· «Ὑμεῖς τὸ ἔξωθεν τοῦ ποτηρίου καθαρίζετε.» Καὶ ταλανίζει αὐτοὺς καὶ τοὺς νομικούς. Εἶτα λέγει· «Οὐδέν ἐστι κρυπτόν·» καὶ τὸ, «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα·» καὶ τὸ, «Οὐχὶ πέντε στρουθία·» καὶ, «Ὃς ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα.» Προσέρχεταί τις μερίσασθαι τὸν κλῆρον μετὰ τοῦ ἀδελφοῦ. Εἶτα ὁ λογιζόμενος πλούσιος· περὶ τῶν ἀποθηκῶν. Παραινεῖ μὴ μεριμνᾷν περὶ τροφῆς. Περὶ ἐλεημοσύνης λέγει, καὶ τοῦ δεσπότου τοῦ διακονοῦντος τοῖς δούλοις αὐτοῦ, καὶ περὶ τοῦ πιστοῦ δούλου, καὶ περὶ τοῦ εἰδότος τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιοῦντος. Καὶ, «Πῦρ ἦλθον,» φησὶ, «βαλεῖν.» Ἔλεγε δὲ καὶ περὶ τῶν τὸ πρόσωπον τοῦ οὐρανοῦ δοκιμαζόντων. Καὶ τό· «Ἐὰν ὑπάγῃς μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα.» Εἶτα τοὺς ὑπὸ Πιλάτου ἀναιρεθέντας Γαλιλαίους, καὶ τοὺς ὑπὸ τοῦ πύργου καταχωσθέντας.
Εἶτα ἡ παραβολὴ τῆς ἀκάρπου συκῆς. Τὴν ὑπὸ τοῦ δαίμονος συγκύπτουσαν θεραπεύει ἐν Σαββάτῳ· καὶ ἐγκαλοῦσιν Ἰουδαῖοι· ὁ δὲ ἐπιστομίζει αὐτούς. Εἶτα ἡ παραβολὴ τοῦ σινάπεως, καὶ τῆς ζύμης. Εἶτα ἠρωτήθη, εἰ ὀλίγοι οἱ σωζόμενοι. Παραινεῖ εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, καὶ ἐπάγει· «Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται.» Εἶτα λέγουσιν αὐτῷ· «Ἔξελθε, ὅτι Ἡρώδης βούλεταί σε ἀνελεῖν.» Καί φησι· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ.» Εἶτα πρὸς τὴν Ἱερουσαλήμ φησι· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου.» Θεραπεύει τὸν ὑδρωπικὸν ἐν οἴκῳ Φαρισαίου.
Περὶ πρωτοκλισίας διαλέγεται, καὶ τίνας δεῖ καλεῖν ἐπ᾽ ἄριστον. Εἶτα ἡ παραβολὴ τοῦ δείπνου, καὶ τῶν παραιτησαμένων ἐλθεῖν Παραινεῖ πάντων τῶν οἰκείων καταφρονεῖν, καὶ αὐτῷ ἀκολουθεῖν. Εἶτα ἡ παραβολὴ τοῦ τὸν πύργον οἰκοδομοῦντος, καὶ τοῦ παρασκευαζομένου εἰς πόλεμον. Εἶτά φησι· «Καλὸν τὸ ἅλας.» Γογγύζουσιν οἱ Φαρισαῖοι, ὅτι τελώνας προσελαμβάνετο.
Λέγει παραβολὴν πρὸς αὐτοὺς, τὴν τοῦ ἀπολωλότος προβάτου, τὴν τῆς δραχμῆς, καὶ τὴν τοῦ ἀσώτου παιδός· περὶ τοῦ ἐκβληθέντος οἰκονόμου· περὶ φιλαργυρίας· περὶ ὑπερηφανίας, καὶ ὅτι δεῖ πάντα τὰ ἐν τῷ νόμῳ πληρωθῆναι· περὶ τοῦ ἀπολύοντος τὴν γυναῖκα αὐτοῦ· περὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου.
Περὶ τοῦ συγχωρεῖν τῷ πλησίον τὰ ἁμαρτήματα. Καί· «Τίς ἔχων δοῦλον,» φησὶ, «ἀροτριῶντα, οὐκ εἰσελθόντι ἀπὸ τοῦ ἀγροῦ ἐπιτάττει;» Εἶτα οἱ δέκα λεπροί. Περὶ τῆς παρουσίας αὐτοῦ προλέγει. Περὶ τοῦ πάντοτε προσεύχεσθαι. Εἶπε τὴν τῆς χήρας παραβολὴν, καὶ τὴν τοῦ ἀδίκου ἄρχοντος. Τότε λέγει· «Ἆρα εὑρήσει τὴν πίστιν ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου;» Ἡ παραβολὴ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου.
Εἶτα προσκαλεῖται τὰ παιδία. Προσέρχεται ὁ πλούσιος ἐρωτῶν, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσει. Περὶ τοῦ πάθους λέγει τοῖς μαθηταῖς· οἱ δὲ οὐ συνῆκαν. Ὁ τυφλὸς θεραπεύεται, ὁ ἐγγὺς Ἱεριχοῦς. Τὰ κατὰ τὸν Ζακχαῖον. Ἡ παραβολὴ τοῦ βουληθέντος ἀγοράσαι βασιλείαν. Τὰ κατὰ τὸν πῶλον. Περὶ τῆς ἁλώσεως τῆς πόλεως προλέγει. Ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας. Τότε λέγουσιν· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Ἐρωτᾷ αὐτοὺς περὶ τοῦ βαπτίσματος Ἰωάννου. Εἶτα ἡ παραβολὴ τοῦ ἀμπελῶνος, καὶ τῶν πονηρῶν γεωργῶν. Τὰ περὶ τοῦ κήνσου, καὶ τῆς γαμηθείσης τοῖς ζʹ ἀδελφοῖς. Εἶτα ἐρωτᾷ αὐτοὺς περὶ ἑαυτοῦ, πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαβὶδ εἶναι· καὶ περὶ πρωτοκαθεδρίας διαλέγεται. Βάλλει ἡ χήρα δύο δηνάρια. Περὶ τῆς καταστροφῆς τοῦ ναοῦ, περὶ τῶν μελλόντων προλέγει κακῶν. Συντίθεται Ἰούδας μετὰ τῶν Ἰουδαίων. Πέμπει τοὺς μαθητὰς ἑτοιμάσαι τὸ πάσχα. Ἐλέγχεται Ἰούδας μετὰ τὸ μυστήριον.
Φιλονεικία τῶν μαθητῶν περὶ πρωτείων. Εἶτα πρὸς τὸν Σίμωνά φησι· «Ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς·» καὶ προλέγει αὐτοῦ τὴν ἄρνησιν, καὶ παρακελεύεται τοῖς μαθηταῖς βαστάζειν βαλάντιον. Εἶτα συλλαμβάνεται.
Ἀρνεῖται Πέτρος. Τύπτεται ὁ Ἰησοῦς ὑπὸ τῶν Ἰουδαίων. Ἐρωτᾶται, εἰ αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ἀποκρίνεται. Ἄγεται πρὸς τὸν Πιλᾶτον, καὶ πέμπεται πρὸς τὸν Ἡρώδην. Εἶτα πρὸς τὸν Πιλᾶτον ἄγεται. Παραδίδοται σταυρωθῆναι· ἀκολουθεῖ ὄχλος· πρὸς τὰς γυναῖκας διαλέγεται περὶ τῶν μελλόντων κακῶν. Σταυροῦται.
Θάπτει Ἰωσὴφ τὸ σῶμα. Φέρουσιν αἱ γυναῖκες ἀρώματα εἰς τὸν τάφον, καὶ οὐχ εὗρον οὐδένα. Μανθάνουσι παρὰ τῶν δύο ἀγγέλων, ὅτι ἀνέστη. Ἀπαγγέλλουσι τοῖς μαθηταῖς. Οἱ δὲ ἠπίστουν. Ἔδραμε Πέτρος εἰς τὸ μνημεῖον, καὶ εὗρεν οὕτως. Τότε φαίνεται τοῖς δύο ὁδοιποροῦσιν. Ὑποστρέψαντες οὗτοι, ἤκουσαν, ὅτι ὤφθη Σίμωνι. Εἶτα ἔστη ἀθρόως ἐν μέσῳ αὐτῶν· οἱ δὲ ἐπτοήθησαν. Ἔδειξεν αὐτοῖς τοὺς τύπους, καὶ ἔφεν ἐνώπιον αὐτῶν. Ἐξαγαγὼν δὲ αὐτοὺς εἰς Βηθανίαν, ἀνελήφθη.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.