Ἔργον
Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς
Το Κατά Ιωάννην Ευαγγέλιο
Παρουσίαση της μαρτυρίας του Ιωάννη, εστιάζοντας στη θεολογία του Λόγου, τις ομιλίες του Ιησού, την έγερση του Λαζάρου και τις εμφανίσεις του αναστάντος Κυρίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το Κατά Ιωάννην Ευαγγέλιο
Παρουσίαση της μαρτυρίας του Ιωάννη, εστιάζοντας στη θεολογία του Λόγου, τις ομιλίες του Ιησού, την έγερση του Λαζάρου και τις εμφανίσεις του αναστάντος Κυρίου.
Βιβλίον δʹ, κατὰ Ἰωάννην. Θεολογεῖ ὁ Ἰωάννης τὸν Χριστόν. Λέγει περὶ τοῦ Βαπτιστοῦ· εἶτα περὶ τοῦ Χριστοῦ, καὶ τῆς ἐνανθρωπήσεως. Ἀποκρίνεται ὁ Βαπτιστὴς πρὸς τοὺς ἀποσταλέντας πρὸς αὐτόν. Τῇ ἐπαύριον μαρτυρεῖ τῷ Ἰησοῦ, ὅτι τὸ Πνεῦμα κατέβη ἐπ᾽ αὐτόν. Τῇ ἐπαύριον πάλιν μαρτυρεῖ τῷ Ἰησοῦ. Καὶ κολλῶνται αὐτῷ οἱ περὶ Ἀνδρέαν. Ἄγει τὸν Πέτρον ὁ Ἀνδρέας πρὸς αὐτόν. Τῇ ἐπαύριον καλεῖ τὸν Φίλιππον ὁ Ἀνδρέας πρὸς αὐτόν. Τῇ ἐπαύριον καλεῖ τὸν Φίλιππον ὁ Ἰησοῦς, ἐξελθὼν εἰς τὴν Γαλιλαίαν. Οὗτος ἄγει τὸν Ναθαναὴλ πρὸς αὐτόν. Μαρτυρεῖ αὐτῷ ὁ Ἰησοῦς. Ὁ γάμος ἐν Κανᾶ γίνεται. Εἶτα ἔρχεται εἰς Καπερναούμ. Ἀναβαίνει εἰς Ἱεροσόλυμα ἐν τῷ Πάσχα· ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰς περιστεράς. Πολλοὶ πιστεύουσιν εἰς αὐτόν. Εἶτα τὰ κατὰ Νικόδημον. Εἶτα ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἐβάπτιζον οἱ μαθηταὶ αὐτοῦ. Ἀπηγγέλθη τῷ Ἰωάννῃ. Ἀκούσας ὁ Ἰησοῦς, ὅτι ἔμαθον οἱ Φαρισαῖοι, κατέβη εἰς τὴν Γαλιλαίαν διὰ τῆς Σαμαρείας. Εἶτα τὰ κατὰ τὴν Σαμαρεῖτιν.
Πιστεύουσιν οἱ Σαμαρεῖται. Ἔρχεται εἰς Κανᾶ ὁ Ἰησοῦς, καὶ ὁ βασιλίσκος προσέρχεται ὑπὲρ τοῦ υἱοῦ. Ἀνῆλθεν εἰς Ἱεροσόλυμα, καὶ τὸν ἐν ληʹ ἔτεσι παραλελυμένον ἰᾶται ἐν Σαββάτῳ. Ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Λέγει αὐτοῖς ὅτι παρὰ Θεοῦ ἐπέμφθη.
Ἀπῆλθε πέραν τῆς Τιβεριάδος· ἦν δὲ τὸ Πάσχα. Τρέφει τοὺς ὄχλους. Ἠθέλησαν αὐτὸν ποιῆσαι βασιλέα, καὶ ἀναχωρεῖ εἰς τὸ ὄρος. Ἔπλευσαν οἱ μαθηταὶ εἰς Καπερναούμ. Ἦλθεν ὁ Ἰησοῦς ἐκεῖ, ἦλθον καὶ οἱ ὄχλοι. Τότε αὐτοῖς περὶ τῶν μυστηρίων διαλέγεται.
Καὶ μὴ ἐνέγκαντες τὸν λόγον, ἀπῆλθον εἰς τὰ ὀπίσω. Λέγει τοῖς δώδεκα· «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Τότε λέγει Πέτρος· «Ῥήματα ζωῆς αἰωνίου ἔχεις, πρὸς τίνα ἀπελευσόμεθα;» Σκηνοπηγίας οὔσης, προτρέπονται αὐτὸν οἱ ἀδελφοὶ ἀνελθεῖν ἐν τῷ ἱερῷ. Ὁ δὲ ὕστερον ἀνῆλθε, καὶ ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἠγανάκτουν, ὅτι ἐν Σαββάτῳ τυφλὸν ἰάσατο.
Διαλέγεται περὶ τοῦ Παρακλήτου· καὶ οἱ μὲν ἐπίστευσαν, οἱ δὲ ἠπίστουν. Ἐγκαλοῦνται ὑπηρέται ὑπὸ τῶν ἀρχιερέων, ὅτι οὐκ ἐπίασαν αὐτόν. Διαλέγεται αὐτοῖς ὁ Νικόδημος, καὶ ἐπιστομίζουσιν αὐτόν. Πάλιν ὁ Ἰησοῦς διαλέγεται αὐτοῖς· καὶ ἐπειρῶντο ἀνατρέπειν αὐτοῦ τὰ ῥήματα. Ἐνταῦθα τὰ περὶ τῆς κατηγορηθείσης ἐπὶ μοιχείᾳ. Πάλιν λέγει αὐτοῖς· «Ἐγὼ ὑπάγω, ὅπου ἡμεῖς οὐ δύνασθε ἐλθεῖν.» Οἱ δὲ ἐνόμιζον, ὅτι ἀναιρεῖ ἑαυτόν. Εἶτα προλέγει τὸν τρόπον τοῦ θανάτου αὐτοῦ, καὶ ἐπίστευσαν πολλοὶ εἰς αὐτόν. Τότε λέγει αὐτοῖς· «Ἐὰν μείνητε ἐν τῷ λόγῳ μου, ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς,» καὶ ἕτερα πολλά.
Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις.» Πάλιν ὁ Ἰησοῦς πολλὰ αὐτοῖς διαλέγεται, ἐν οἷς ἐπήγαγε· «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Τότε ἠθέλησαν λιθάσαι αὐτόν· ὁ δὲ ἐξελθὼν ἀπ᾽ αὐτῶν, ἐθεράπευσε τὸν τυφλὸν πηλῷ. Εἶτα διαλέγεται περὶ τῶν προβάτων καὶ τοῦ ποιμένος, τοῦ διὰ τῆς θύρας εἰσερχομένου εἰς τὴν αὐλήν· καὶ σχίσμα ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Τοῖς Ἐγκαινίοις περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ στοᾷ Σολομῶντος. Ἐρωτῶσιν αὐτὸν οἱ Ἰουδαῖοι, εἰ αὐτὸς εἴη ὁ Χριστός. Ὡς δὲ εἶπεν, ἐβάστασαν λίθους βαλεῖν ἐπ᾽ αὐτόν. Ὡς δὲ ἠρώτα αὐτοὺς τὴν αἰτίαν, ἦλθον πιάσαι αὐτὸν, καὶ οὐκ ἴσχυσαν.
Ἀπῆλθεν, ὅπου ἐβάπτιζεν Ἰωάννης. Πέμπουσιν ἐκ Βηθανίας αἱ περὶ Μάρθαν ὑπὲρ τοῦ Λαζάρου. Καὶ βουλόμενος εἰς τὴν Ἰουδαίαν ἐλθεῖν, ἐκώλυον οἱ μαθηταί. Ἦλθεν εἰς Βηθανίαν· ἀνέστησε τὸν Λάζαρον. Πάλιν ἐβουλεύοντο οἱ Ἰουδαῖοι ἀνελεῖν τὸν Ἰησοῦν. Εἶτα Καϊάφας προφητεύει. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν ἔρημον Ἐφραΐμ. Εἶτα οἱ Ἰουδαῖοι ἀμφέβαλον, εἰ ἔρχεται εἰς τὴν ἑορτήν. Καὶ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν. Τότε δειπνοῦντα αὐτὸν ἤλειψεν ἡ Μαρία, καὶ ἀγανακτεῖ Ἰούδας. Ἐπιστομίζει αὐτὸν ὁ Ἰησοῦς.
Ἦλθον πρὸς αὐτὸν ἐκεῖ οἱ Ἰουδαῖοι. Ὑπήντησαν αὐτῷ ὄχλοι μετὰ βαΐων ἐρχομένῳ εἰς Ἱεροσόλυμα, καὶ ὀχουμένῳ εἰς ὀνάριον. Τότε ζητοῦσιν οἱ Ἕλληνες ἰδεῖν αὐτόν. Τότε λέγει τὴν παραβολὴν τοῦ κόκκου τοῦ σίτου καὶ περὶ τῶν φοβουμένων τὸν θάνατον. Εἶτα ἐπάγει· «Πάτερ, δόξασόν σου τὸν Υἱόν·» καὶ φωνὴ ἐγένετο ἐκ τοῦ οὐρανοῦ. Ἐνόμισεν ὁ ὄχλος βροντὴν γεγενῆσθαι.
Εἶτα προλέγει αὐτοῖς τὸν τρόπον τοῦ θανάτου, καὶ προτρέπει πρὸς τὸ πιστεῦσαι· οἱ δὲ ἠπείθουν, «ἵνα,» φησὶν, «ὁ λόγος Ἡσαΐου πληρωθῇ.» Νίπτει τοὺς μαθητάς· ἐλέγχει τὸν Ἰούδαν· καὶ λαβὼν ἐκεῖνος τὸ ψώμιον ἐξῆλθεν ἐν νυκτί. Εἶτα διαλέγεται τοῖς μαθηταῖς ὁ Ἰησοῦς. Ἐντέλλεται αὐτοῖς περὶ ἀγάπης.
Προλέγει τῷ Πέτρῳ τὴν ἄρνησιν. Φίλιππος ἀξιοῖ ἰδεῖν τὸν Πατέρα. Περὶ τοῦ Παρακλήτου αὐτοῖς προλέγει· ἕτερα πολλὰ διαλέγεται, καὶ κατηγορεῖ τῶν Ἰουδαίων. Θλίψιν προλέγει τοῖς μαθηταῖς, εἶτα πάλιν χρηστὰ, καὶ πάλιν λυπηρά. Πρὸς τὸν Πατέρα διαλέγεται. Εἶτα ἔρχεται εἰς τὸν κῆπον, καὶ συλλαμβάνεται. Κόπτει Πέτρος τὸ ὠτίον τοῦ δούλου. Ἄγουσι τὸν Ἰησοῦν πρὸς τὸν Ἄνναν. Εἰσάγει ὁ μαθητὴς τὸν Πέτρον εἰς τὴν αὐλήν. Τύπτει τὸν Ἰησοῦν ὁ ὑπηρέτης· λέγει αὐτῷ· «Εἰ κακῶς ἐλάλησα,» καὶ τὰ ἑξῆς. Ἀποστέλλουσιν αὐτὸν πρὸς Καϊάφαν. Ἀρνεῖται Πέτρος. Ἄγεται ὁ Ἰησοῦς πρὸς Πιλᾶτον. Σταυροῦται, καὶ τὸν τίτλον ἐπιτιθέασιν. Εἱστήκεισαν παρὰ τῷ σταυρῷ ἡ μήτηρ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία, ἡ τοῦ Κλεοπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Τότε παρατίθεται τὴν μητέρα τῷ Ἰωάννῃ. Θάπτει τὸ σῶμα Ἰωσήφ. Νικόδημος φέρει ἀλόης καὶ σμύρνης λύτρα ἑκατόν. Ἦλθε Μαρία ἡ Μαγδαληνὴ, βλέπει τὸν τάφον κενόν· καλεῖ τὸν Πέτρον καὶ τὸν Ἰωάννην. Οἱ δὲ ἀπῆλθον, καὶ πάλιν ἀνεχώρησαν. Βλέπει τοὺς ἀγγέλους ἡ Μαρία, εἶτα τὸν Ἰησοῦν, καὶ διαλέγεται αὐτῇ. Εἶτα ἐπέστη τοῖς μαθηταῖς κεκλεισμένων τῶν θυρῶν, καὶ ἔδωκεν αὐτοῖς Πνεῦμα ἅγιον. Εἶτα τῷ Θωμᾷ διαλέγεται ἀπιστήσαντι.
Εἶτα πάλιν ὤφθη τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· οἱ δὲ ἡλίευσαν πλῆθος ἰχθύων, καὶ ἔφαγε μετ᾽ αὐτῶν. Εἶτα ἐπιτάττει τῷ Πέτρῳ ποιμαίνειν τὰ πρόβατα, καὶ προλέγει αὐτῷ, ποίῳ θανάτῳ ἀποθανεῖται, καὶ κελεύει ἀκολουθῆσαι αὐτῷ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.