Ἔργον
Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς
Πράξεις των Αποστόλων
Εξιστόρηση της ίδρυσης της Εκκλησίας, των σημείων των Αποστόλων, του έργου του Στεφάνου και του Φιλίππου, καθώς και των ιεραποστολικών περιοδειών του Παύλου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πράξεις των Αποστόλων
Εξιστόρηση της ίδρυσης της Εκκλησίας, των σημείων των Αποστόλων, του έργου του Στεφάνου και του Φιλίππου, καθώς και των ιεραποστολικών περιοδειών του Παύλου.
Βιβλίον εʹ, Πράξεις τῶν ἀποστόλων. Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὰς πράξεις ὁμοῦ τῶν ἀποστόλων περιέχει. Ὁ δὲ διηγούμενος ταύτας ἐστὶ Λουκᾶς ὁ εὐαγγελιστὴς, ὁ καὶ τοῦτο τὸ βιβλίον συγγράφων. Συναπεδήμει γὰρ τοῖς τε ἄλλοις ἀποστόλοις, καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς, γράφει. Διηγεῖται δὲ ἐν αὐτῷ πῶς, ἀγγέλων ὑπολαβόντων, ἀνελήφθη ὁ Κύριος, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ Πεντηκοστῇ ἐπί τε τοὺς ἀποστόλους καὶ πάντας τοὺς τότε παρόντας· τήν τε κατάστασιν τοῦ Ματθίου ἀντὶ Ἰούδα τοῦ προδότου, καὶ τὴν προχείρησιν τῶν ζʹ διακόνων, καὶ τὴν ἐκλογὴν τοῦ Παύλου, καὶ ὅσα ἔπαθε, καὶ τέλος τὴν εἰς Ῥώμην ἀποδημίαν αὐτοῦ. Τῶν μὲν οὖν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου, καὶ Φίλιππος, καὶ Θωμᾶς, Βαρθολομαῖος, Ματθαῖος, Ἰάκωβος Ἀλφαίου, Σίμων ὁ ζηλωτὴς, Ἰούδας Ἰακώβου, ὁ καὶ Θαδδαῖος, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς τὸν Κύριον.
Ἀλλὰ τοῦ Ἰούδα τούτου, προδότου γενομένου, καὶ ἀπολομένου, κατεστάθη εἰς τὸν ἐκείνου τόπον ὑπὸ τῶν ἀποστόλων Ματθίας, καὶ συγκατηριθμήθη τοῖς ἕνδεκα δωδέκατος. Μετὰ δὲ ταῦτα ἐκλήθη καὶ ὁ Παῦλος, σκεῦος ἐκλογῆς, καὶ ἀπεστάλη καὶ αὐτὸς μετὰ Βαρνάβα εὐαγγελίσαθαι τὸν Κύριον τοῖς ἔθνεσι πανταχοῦ.
Ἔτι δὲ καὶ τῶν κατασταθέντων παρὰ τῶν ἀποστόλων ἑπτὰ διακόνων τὰ ὀνόματα ταῦτα· Στέφανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρμενᾶς, καὶ Νικόλαος. Τούτων οὖν τῶν ἀποστόλων καὶ τῶν διακόνων τὰς πράξεις διηγεῖται ὁ Λουκᾶς, καὶ σημεῖα παρ᾽ αὐτῶν γεγονότα, ἅπερ εἰσὶ ταῦτα· Πέτρος καὶ Ἰωάννης ἐθεράπευσαν ἐν τῷ ὀνόματι Κυρίου τὸν ἐκ γενετῆς χωλὸν, τὸν ἐν τῇ Ὡραίᾳ πύλῃ καθήμενον. Πέτρος Ἀνανίαν καὶ Σαπφεῖραν τὴν γυναῖκα αὐτοῦ ἤλεγξε, νοσφισαμένους ἀπὸ τῆς τιμῆς τοῦ χωρίου, καὶ τῆς ἐπαγγελίας τῆς εἰς τὸν Θεὸν, καὶ γεγόνασι παραχρῆμα νεκροί. Πέτρος ἐν Ἰόππῃ τὴν ἀποθανοῦσαν Δορκάδα εὐξάμενος ἤγειρεν ἐκ νεκρῶν.
Πέτρος τὸ ἐξ οὐρανοῦ σκεῦος καθιέμενον πλῆρες παντὸς ζώου ἑώρακε. Πέτρου ἡ σκιὰ ἐρχομένη ἐπὶ τοὺς ἀσθενοῦντας ἐθεράπευεν αὐτούς. Πέτρος τηρούμενος καὶ δεδεμένος ἐν τῇ φυλακῇ ὑπὸ ἀγγέλου ἀπελύθη, μὴ εἰδότων τῶν στρατιωτῶν. Καὶ ὁ Ἡρώδης σκωληκόβρωτος ἐξέψυξε. Στέφανος ἐποίησε τέρατα καὶ σημεῖα. Φίλιππος τὸν εὐνοῦχον ἐπέστησεν ἀναγινώσκοντα τὸν Ἡσαΐαν, καὶ ἐβάπτισεν αὐτόν.
Ὁ αὐτὸς Φίλιππος ἐν Σαμαρείᾳ πολλὰ πνεύματα ἐξέβαλε, καὶ χωλοὶ καὶ παραλελυμένοι ἐθεραπεύθησαν ὑπ᾽ αὐτοῦ. Παῦλος, ἐγγίζων τῇ Δαμασκῷ, εἶδεν ὀπτασίαν, καὶ εὐθὺς γέγονεν εὐαγγελιστής. Παῦλος ἐν Λύστροις Αἰνέαν, χωλὸν ἐκ γενετῆς ὄντα, ἐθεράπευσεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Παῦλος ἀπὸ ὀπτασίας εἰς Μακεδονίαν ἐκλήθη. Παῦλος τὴν γυναῖκα τὴν ἔχουσαν πνεῦμα Πύθονος ἐκαθάρισε. Παῦλος καὶ Σίλας ἐν Φιλίπποις εἰς φυλακὴν ἐβλήθησαν, καὶ ἠσφαλισμένους εἶχον τοὺς πόδας ἐν τῷ ξύλῳ.
Ἐν δὲ τῷ μεσονυκτίῳ σεισμὸς γέγονε, καὶ λέλυνται αὐτῶν τὰ δεσμά. Ἀπὸ τοῦ χρωτὸς Παύλου ἀπέφερον σουδάρια ἐπὶ τοὺς ἀσθενοῦντας καὶ δαιμονιῶντας, καὶ ἐθεραπεύοντο. Παῦλος ἐν Τρωάδι πεσόντα Εὔτυχον ἀπὸ τῆς θυρίδος καὶ ἀποθανόντα ἤγειρε λέγων· «Ἡ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.» Παῦλος ἐπετίμησεν ἐν Κύπρῳ τῷ μάγῳ Ἐλύμᾳ, καὶ ἐγένετο τυφλός. Παῦλος, πλέων ἐν Ῥώμῃ, ἐχειμάσθη αὐτός τε καὶ πάντες οἱ ἐν τῷ πλοίῳ ἐπὶ νυχθήμερα ιδʹ. Πάντων τε προσδοκώντων ἀποθανεῖν, ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ, ὅτι «Διὰ σὲ κεχάρισμαι τούτοις τὸ ζῇν,» καὶ ἐσώθησαν. Ἐξελθόντα τὸν Παῦλον ἀπὸ τοῦ πλοίου ἔχιδνα ἔδακε, καὶ οἱ μὲν πάντες ἐνόμιζον αὐτὸν γίνεσθαι νεκρόν· ὡς δὲ ἀπαθὴς διέμεινεν, ἐνόμισαν αὐτὸν εἶναι θεόν. Τὸν πατέρα Πουπλίου ἐν τῇ νήσῳ δυσεντερίᾳ συνεχόμενον χειροθετήσας ἰάσατο ὁ Παῦλος, καὶ ἄλλους πολλοὺς ἀσθενοῦντας ἐν τῇ νήσῳ ἐθεράπευσεν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.