Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Η Πεντάτευχος του Μωυσή

Σύνοψη των πρώτων πέντε ιστορικών βιβλίων της Παλαιάς Διαθήκης, από τη Γένεση έως το Δευτερονόμιο, με αναφορές στη δημιουργία, την έξοδο, τη νομοθεσία και την πορεία στην έρημο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 15

Βιβλίον αʹ. Γένεσις. Τὸ μὲν βιβλίον τοῦτο τῆς Γενέσεως Μωϋσῆς ἐστιν ὁ λαλήσας καὶ γράψας ἐκ προστάγματος Κυρίου. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν γένεσιν πάντων περιέχει, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἀνθρώπων καὶ τῶν φαινομένων τούτων ὅλων, καὶ αὐτὴν τὴν τοῦ παραδείσου φυτείαν. Ἐξηγεῖται δὲ, ὅτι τῇ μὲν πρώτῃ ἡμέρᾳ γέγονε τὸ φῶς τῇ δὲ δευτέρᾳ τὸ στερέωμα, ὅπερ ἐκάλεσεν οὐρανὸν ὁ Θεός· τῇ τρίτῃ συνήχθη τὰ ὕδατα, καὶ ὤφθη ἡ ξηρά· καὶ τὰ μὲν συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τὴν δὲ ξηρὰν ἐκάλεσε γῆν· καὶ ἐβλάστησεν ἡ γῆ βοτάνην χόρτου, καὶ πᾶν ξύλον· τῇ τετάρτῃ προῆλθεν ἥλιος καὶ σελήνη, καὶ πᾶς ὁ τῶν ἀστέρων χορός· τῇ πέμπτῃ πετεινῶν καὶ ἰχθύων καὶ κητῶν τῶν ἐν τοῖς ὕδασι γένεσις· τῇ ἕκτῃ τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν καὶ κτηνῶν, καὶ πλάσις ἀνθρώπου κατ᾽ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν· τῇ δὲ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων, καὶ ηὐλόγησεν αὐτήν. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ τοῦ Ἀδὰμ παράβασις, καὶ ἀπὸ τοῦ παραδείσου ἐξώθησις, ἥ τε τοῦ Ἄβελ παρὰ τοῦ ἀδελφοῦ Κάϊν ἀναίρεσις, καὶ ἡ τοῦ Ἐνὼχ μετάθεσις, καὶ ἡ κατασκευὴ τῆς κιβωτοῦ, καὶ ὁ ἐπὶ Νῶε γενόμενος κατακλυσμὸς, ἥ τε πυργοποιία, καὶ ἡ διαίρεσις τῶν γλωσσῶν, καὶ ἡ διασπορὰ τῶν ἐθνῶν, καὶ ἡ ἀπὸ Χαλδαίων ἔξοδος τοῦ Ἀβραάμ.

Περιέχει δὲ καὶ τὴν καταστροφὴν τῶν Σοδόμων, καὶ τὴν περὶ τῆς περιτομῆς νομοθεσίαν, καὶ τὸν ὅρκον τῆς ἐπαγγελίας τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ, τήν τε γέννησιν τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ, καὶ τῶν ἐξ αὐτοῦ πατριαρχῶν· καὶ ὅτι ὁ μὲν Ἀβραὰμ ἔζησεν ἔτη ρπʹ, ὁ δὲ Ἰσμαὴλ, ὁ ἐκ τῆς Ἄγαρ γεννηθεὶς, ἀπέθανεν ρλζʹ ἐτῶν· πῶς τε Ἰωσὴφ ἐπράθη παρὰ τῶν ἀδελφῶν εἰς Αἴγυπτον, καὶ συκοφαντηθεὶς παρὰ τῆς κυρίας αὐτοῦ, ἐβλήθη εἰς τὸ δεσμωτήριον, καὶ ὕστερον ἄρχων πάσης Αἰγύπτου κατεστάθη· καὶ ἑξῆς τὴν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ ἐν ἀριθμῷ οεʹ· καὶ ὅτι ἐκεῖ γενόμενος ὁ Ἰακὼβ, καὶ εὐλογήσας τοὺς πατριάρχας τοὺς υἱοὺς ἑαυτοῦ, ἐτελεύτησεν ἐτῶν ρμζʹ, καὶ μετηνέχθη τὸ σῶμα αὐτοῦ, καὶ ἐτάφη εἰς τὴν Χαναάν.

Καὶ Ἰωσὴφ δὲ μετὰ τὸν γενόμενον λιμὸν ἐν Αἰγύπτῳ, ἐπιζήσας ἔτη ξϛʹ, ἐτελεύτησεν ἐτῶν ριʹ, ἐντειλάμενος πρότερον περὶ τῶν ὀστέων ἑαυτοῦ, ἵνα καὶ αὐτὰ μετενεχθῇ εἰς τὸ μνῆμα τῶν πατέρων.

Βιβλίον βʹ, Ἔξοδος. Καὶ τοῦτο τὸ βιβλίον τῆς Ἐξόδου ὁ προῤῥηθεὶς Μωϋσῆς συνεγράψατο. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν ἔξοδον τῶν υἱῶν Ἰσραὴλ περιέχει τὴν ἀπ᾽ Αἰγύπτου, τὴν γενομένην μετὰ μὲν ἔτη υλʹ τῆς ἐπαγγελίας τῆς εἰρημένης τῷ Ἀβραὰμ, μετὰ δὲ ἔτη σιεʹ τῆς ἐν Αἰγύπτῳ παροικίας (τοσαῦτα γὰρ παρῴκησαν ἐκεῖ), καὶ μετὰ τὴν δεκάπληγον τὴν κατὰ τοῦ Φαραὼ τοῦ τυράννου τῆς Αἰγύπτου. Δέκα γὰρ πληγὰς ἐπήγαγεν ὁ Θεὸς κατ᾽ αὐτοῦ ταύτας· πρώτην, ποταμὸν εἰς αἷμα μετέβαλε· δευτέραν, βατράχους ἐν πάσῃ Αἰγύπτῳ ἐπήγαγε· τρίτην, σκνῖφας· τετάρτην, κυνόμυιαν· πέμπτην, θάνατον κτηνῶν· ἕκτην, ἕλκη, φλυκτίδας ἀναζεούσας ἐπὶ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη· ἑβδόμην, χάλαζαν καὶ πῦρ φλογίζον· ὀγδόην, ἀκρίδα· ἐνάτην, σκότος ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐπὶ διάστημα τριῶν ἡμερῶν χωρὶς τῆς γῆς υἱῶν Ἰσραήλ· δεκάτην, θάνατον πάντων τῶν πρωτοτόκων Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐπεὶ ἐξελθόντα τὸν λαὸν κατεδίωξεν ὁ Φαραὼ, οὕτω λοιπὸν ὁ μὲν Ἰσραὴλ ξηρῷ τῷ ποδὶ διέβη τὴν ἐρυθρὰν θάλασσαν διαιρεθεῖσαν ἔνθεν καὶ ἔνθεν· οἱ δὲ Αἰγύπτιοι οἱ διώκοντες τὸν λαὸν σὺν αὐτῷ τῷ Φαραὼ κατεποντίσθησαν ἐν αὐτῇ τῇ θαλάσσῃ.

Ἐν τούτῳ τῷ βιβλίῳ περιέχεται καὶ πῶς οἱ μάγοι τῶν Αἰγυπτίων, Ἰαννῆς καὶ Μαμβρῆς, κατὰ μὲν τὴν ἀρχὴν ἀντέστησαν τῷ Μωϋσῇ, ὕστερον δὲ, αἰσχυνθέντες, ἀνεχώρησαν· καὶ ἡ περὶ τοῦ Πάσχα νομοθεσία, ἥ τε τοῦ πικροῦ ὕδατος εἰς γλυκὺ μεταβολὴ, καὶ τῆς ὀρτυγομήτρας δόσις, καὶ ἡ ἐξ οὐρανοῦ χορηγία τοῦ μάννα, καὶ τὸ ἐκ πέτρας ἀναδοθὲν αὐτοῖς ὕδωρ, ἣν καὶ ἐπωνόμασε Μωϋσῆς πειρασμὸν καὶ λοιδόρησιν· ὅτε καὶ ἀρχὴν ἔσχεν ἡ τοῦ σαββάτου παρατήρησις, ἥ τε ἐν τῷ ὄρει τῷ Σινᾶ θεόθεν νομοθεσία γενομένη διὰ Μωϋσέως ἐν δύο πλαξὶ λιθίναις, καὶ ἡ τῆς σκηνῆς καὶ τοῦ ἐνδύματος, τοῦ τε ἀρχιερέως καὶ τῶν ἱερέων κατασκευὴ, ἐνταῦθα σημαίνεται. Οἱ μὲν οὖν ἐργασάμενοι πάντα εἰσὶ Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Λιὰβ ἐκ φυλῆς Δάν. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα ἐστὶ χρυσίου μὲν τάλαντα κθʹ, καὶ σίκλοι ψʹ· ἀργύρου δὲ τάλαντα ρʹ (καὶ σίκλοι ͵αψοεʹ)· χαλκοῦ τάλαντα οʹ, καὶ σίκλοι βφʹ.

Περιέχει δὲ τοῦτο τὸ βιβλίον τήν τε παράβασιν τοῦ λαοῦ, ὅτε ἐμοσχοποίησε κάτω τοῦ ὄρους, καὶ πῶς ἐτρώθη ὁ Ἀμαλὴκ τῇ ἐκτάσει τῶν χειρῶν Μωϋσέως, καὶ λοιπὸν νόμιμα καὶ δικαιώματα, καὶ πρὸ αὐτῶν τὰς ἐν πλαξὶ δέκα ἐντολὰς ταύτας· πρώτην, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δευτέραν, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρίτην, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· τετάρτην, Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων· πέμπτην, Τίμα τὸν Πατέρα σου καὶ τὴν μητέρα σου· ἕκτην, Οὐ φονεύσεις· ἑβδόμην, Οὐ μοιχεύσεις· ὀγδόην, Οὐ κλέψεις· ἐνάτην, Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· δεκάτην, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὔθ᾽ ὅσα τῷ πλησίον σου ἐστίν. Ἡ δὲ σκηνὴ, τελειωθεῖσα, ἐστάθη τῷ δευτέρῳ ἔτει τῆς ἐξόδου αὐτῶν νεομηνίᾳ τοῦ πρώτου μηνός. Καὶ ἐν τούτοις συμπεραίνεται τὸ τῆς Ἐξόδου βιβλίον.

Βιβλίον γʹ, Λευϊτικόν. Καὶ τοῦτο τὸ Λευϊτικὸν βιβλίον παρὰ τοῦ προδηλωθέντος Μωϋσέως συνεγράφη. Ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ καὶ ἰδικῶς πᾶσαν τῆς Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας· πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευϊτικῆς καὶ ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον δὲ ἑκάστης θυσίας· περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει, ἐξηγεῖται. Διείληπται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ χρίσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων, καὶ τοίχων οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομίμων γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ πετεινῶν καὶ ἰχθύων· δηλονότι τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὤφειλον οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι.

Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τοῦ ἑβδόμου μηνὸς δηλοῖ, τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας αὐτῷ ἑβδόμῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα σάββατα σαββάτων, καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δὲ, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ ἑπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὰ, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων οὕτω ποιεῖται. Τὰ μὲν ἀπὸ τῶν κτηνῶν καθαρὰ τοιαῦτα λέγει· τὰ διχηλοῦντα ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκισμόν· οἷά ἐστι, μόσχος, πρόβατον, αἲξ, ἔλαφος, δορκὰς, ὄρυξ, βούβαλος, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινι ἀπὸ τούτων τι ἐνέλειπε, τοῦτο ἀκάθαρτον ἦν· οἷά εἰσι, κάμηλος, καὶ δασύπους, καὶ χοιρογρύλλιος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος γὰρ διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ.

Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια, καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἴβις, καὶ πορφυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ νυκτερίς. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα πάντα λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἐχόντων δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βροῦχος, ὁ ἀτταγᾶς, ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιομάχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ, καὶ τοῖς ποταμοῖς, καὶ χειμάῤῥοις γεννώμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας· οἷά ἐστι τρίγλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς.

Τὰ δὲ λειπόμενα ἕν τι τούτων ἀκάθαρτα, ἢ καὶ οὐ βρωτέα· οἷά ἐστι σηπίαι· πτερύγια μὲν γὰρ ἔχει, οὐκ ἔχει δὲ λεπίδας. Τῶν δὲ ἑρπετῶν, τῶν ἐπὶ τῆς γῆς, ἀκάθαρτα ταῦτα λέγει· τὴν γαλῆν, τὸν χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, τὸν χαμαιλέοντα, τὸν ἀσκαλαβώτην, τὴν σαῦραν, καὶ τὸν ἀσπάλακα.

Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ, περιττὸν ἦν μνημονεῦσαι· φανερῶς μὲν γάρ φησι ταῦτα πᾶσι βδελυκτὰ εἶναι καὶ μισητά· ὅμως δὲ καὶ ἐμνημόνευσεν ἐν τῷ Δευτερονομίῳ περὶ αὐτῶν.

Βιβλίον δʹ, Ἀριθμοί. Τοῦ αὐτοῦ Μωϋσέως καὶ τοῦτο τὸ βιβλίον, τῶν Ἀριθμῶν συγγραφή. Λέγεται δὲ οὕτω τὸ βιβλίον, ἐπειδὴ καὶ τοῦ λαοῦ παντὸς ὁ ἀριθμὸς ἐν τούτῳ περιέχεται, ἑκάστης φυλῆς τῶν Ἰουδαίων ἐκ προστάγματος Κυρίου μετρηθείσης. Ἠριθμήθη δὲ ὁ λαὸς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἀνὴρ ἐκπορευόμενος εἰς πόλεμον, χωρὶς τῆς φυλῆς τοῦ Λευΐ· αὕτη γὰρ καθ᾽ ἑαυτὴν ἐμετρήθη· καὶ εὑρέθη ὁ ἀριθμὸς τῶν μετρηθέντων χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. Οἱ δὲ ἀριθμοῦντες ἦσαν τὸν μὲν λαὸν Μωϋσῆς καὶ Ἀαρὼν, καὶ σὺν αὐτοῖς ἑκάστης φυλῆς ἄρχων. Καὶ ἔστι τῶν τε ἀρχόντων τὰ ὀνόματα ταῦτα, καὶ ὁ ἀριθμὸς οὗτος· Τῶν Ῥουβὶμ Ἐλισοὺρ, υἱὸς Σεδιούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μϛʹ καὶ πεντακόσιοι.

Τῶν Συμεὼν Σαλαμιὴλ, υἱὸς Σουρισαδαί· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες οδʹ καὶ ἑξακόσιοι. Τῶν Ἰσάχαρ Ναθαναὴλ, υἱὸς Σωγάρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νδʹ καὶ τετρακόσιοι. Τῶν Ζαβουλῶν Ἐλιὰβ, υἱὸς Χελών· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νζʹ τετρακόσιοι.

Τῶν υἱῶν Ἰωσὴφ, τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μβʹ καὶ πεντακόσιοι. Τῶν Μανασσῆ Γαμαλιὴλ, υἱὸς Φαδασσούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λβʹ καὶ τριακόσιοι. Τῶν Βενιαμὶν Ἀβιδὰ, υἱὸς Γεδεών· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λεʹ καὶ τετρακόσιοι.

Τῶν Δὰν Ἀχιέζερ, υἱὸς Ἀμισαδαΐ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ξβʹ καὶ ἑπτακόσιοι. Τῶν Ἀσὴρ Φαγεὴλ, υἱὸς Ἐχράν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μαʹ καὶ πεντακόσιοι. Τῶν Γὰδ Ἐλισὰφ, υἱὸς Ῥαγουήλ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μεʹ καὶ ἑξακόσιοι πεντήκοντα.

Τῶν Νεφθαλεὶμ Ἀχειρὲ, υἱὸς Αἰνάν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νγʹ καὶ τετρακόσιοι. Οὗτος ὁ ἀριθμὸς τοῦ πολεμιστοῦ λαοῦ, χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. Τὴν δὲ φυλὴν Λευῒ καθ᾽ ἑαυτοὺς ἠρίθμησαν διὰ φωνῆς Κυρίου μόνοι Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ μηνιαίου καὶ ἐπάνω· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες εἴκοσι καὶ δύο.

Ἠρίθμησε δὲ καὶ τὰ ἀρσενικὰ πρωτότοκα πασῶν τῶν ἄλλων φυλῶν Μωϋσῆς μόνος, καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες κβʹ καὶ διακόσιοι ἑβδομήκοντα τρεῖς. Καὶ ἀντὶ τῶν πρωτοτόκων τούτων ἐλογίσθησαν οἱ Λευῗται τῷ Θεῷ· τοσοῦτοι γὰρ ἦσαν καὶ οἱ Λευῗται. Καὶ κελεύονται καὶ αὐτοὶ ἀφαγνισθῆναι διὰ Μωϋσέως, καὶ ἀφορίζονται λοιπὸν διὰ Ἀαρὼν ἐργάζεσθαι τὰ ἔργα Κυρίου ἀντὶ τοῦ λαοῦ, καὶ αἴρειν τὰ σκεύη τῆς σκηνῆς, καὶ λειτουργεῖν Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ. Ἔστι δὲ ἐν αὐτῷ τῷ βιβλίῳ καὶ ἡ διατύπωσις τῆς ὁδοιπορίας τοῦ λαοῦ, καὶ ἡ ἀνάστασις τῆς σκηνῆς, καὶ ἡ πρόσταξις ἡ περὶ σαλπίγγων, εἰς τὸ ἐν αὐταῖς ἀνακαλεῖσθαι τὸν λαόν.

Ὧδε σημαίνεται καὶ ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου, καὶ πῶς ἔχρισε τὴν σκηνὴν, καὶ ἡγίασεν αὐτήν τε καὶ πάντα τὰ ἐν αὐτῇ· ἥ τε διάταξις τῶν προσφορῶν τῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, καὶ ὅρος τῶν χρόνων τῆς λειτουργίας τῶν Λευιτῶν· ὥστε ἀπὸ μὲν εἴκοσι καὶ πέντε ἐτῶν ἄρχεσθαι αὐτοὺς λειτουργεῖν· πεντήκοντα δὲ ἐτῶν γενομένους, ἀφίστασθαι μὲν τῆς λειτουργίας, φυλάττειν δὲ μόνον τὴν σκηνήν.

Γέγραπται δὲ καὶ περὶ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ, τοῦ ἐπικαταρωμένου· καὶ ὁ νόμος ὁ περὶ τῶν εὐχομένων ἀπέχεσθαι οἴνου, καὶ μὴ κείρεσθαι τὴν κεφαλήν· καὶ ὅτι γογγύσαντι πάλαι διὰ κρέας τῷ λαῷ δέδωκεν ὀρτυγομήτραν ὁ Θεὸς, καὶ διψῶντι δὲ καὶ πάλιν γογγύσαντι τῷ λαῷ δέδωκεν ἐκ πέτρας ὕδωρ, ἣν ἐκάλεσε Μωϋσῆς ὕδωρ ἀντιλογίας. Ἀπέστειλέ τε κατασκόπους ἕνα κατὰ φυλὴν, ἐν οἷς καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ Χάλεβ τὸν τοῦ Ἰεφονῆ. Ὧδε καὶ ἡ συναγωγὴ Κορὲ ἐπανέστη κατὰ Μωϋσέως καὶ ζῶντες κατεπόθησαν εἰς τὴν γῆν μετὰ Δαθὰν καὶ Ἀβειρών· ὅτε καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν ἐλεπρώθη· καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησε κάρυον. Καὶ μετὰ ταῦτα ἀποθνήσκει Ἀαρὼν ἐν τῷ ὄρει Ὣρ, καὶ διαδέχεται αὐτὸν Ἐλεάζαρ ὁ υἱὸς αὐτοῦ. Ὧδε καὶ ὁ Βαλαὰμ καὶ ἡ λαλήσασα αὐτοῦ ὄνος ἀνθρωπίνῃ φωνῇ ἱστορεῖται· καὶ ὅτι ὁ μὲν Βαλὰκ βασιλεὺς Μωὰβ κατῃσχύνθη· τοῦ δὲ λαοῦ βεβηλωθέντος ἐξ ὑποβολῆς τοῦ Βαλαὰμ, ὁ Φινεῆς ἀνέτρωσε τὴν Μαδιανῖτιν καὶ τὸν Ἰσραηλίτην Ζαμβρῆ ἐκ φυλῆς Συμεὼν διὰ τὰς πορνείας, καὶ οὕτω πέπαυται ἡ ὀργή. Καταλαλήσας δὲ ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωϋσέως, ἐδάκνοντο ὑπὸ ὄφεων, καὶ ὕστερον ἀξιωσάντων αὐτῶν, προσέταξεν ὁ Θεὸς γενέσθαι ὄφιν χαλκοῦν, καὶ κρεμασθῆναι αὐτόν· ἵνα ὁ δηχθεὶς βλέπων αὐτὸν ζήσῃ.

Ὧδε κελεύει ὁ Θεὸς τῷ Μωϋσῇ καὶ Ἐλεάζαρ τῷ ἱερεῖ μετρῆσαι πάλιν τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ἑξακόσιαι καὶ χίλιοι ἑπτακόσιοι τριάκοντα. Καὶ οἱ Λευῗται δὲ πάλιν καθ᾽ ἑαυτοὺς ἠριθμήθησαν, καὶ εὑρέθησαν χιλιάδες κγʹ. Ἡ μὲν οὖν ἐπίσκεψις αὕτη γέγονε ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχῶ. Ἐν τούτοις δὲ οὐδεὶς ἦν τῶν πρότερον ἐπεσκεμμένων· ὅτι ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ.

Ἐν τούτῳ τῷ βιβλίῳ ἔγραψε Μωϋσῆς διὰ ῥημάτων Κυρίου ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐτῶν, ἐν οἷς ὁδεύοντες ἀπὸ τῆς Αἰγύπτου κατέλυον ἀναπαυόμενοι.

Καὶ εἰσὶν οὗτοι· Ἀπὸ Ῥαμεσσῆ τῆς Αἰγύπτου ἐξῆλθον τῷ πρώτῳ μηνὶ ἐπαύριον τοῦ Πάσχα, καὶ ἦλθον εἰς Σοχὼθ, ἀπὸ Σοχὼθ εἰς Βουθὰν, ἀπὸ Βουθὰν εἰς Βεελσεπφὼν, ἀπέναντι Μαγδώλου· ἀπὸ Βεελσεπφὼν διέβησαν μέσον τῆς θαλάσσης· ἀπὸ θαλάσσης εἰς Πικρίας, καὶ ἀπὸ Πικριῶν εἰς Ἐλεὶμ, ὅπου οἱ Φοίνικες· καὶ ἀπὸ Ἐλεὶμ εἰς Σεὶρ τὴν ἔρημον· ἀπὸ τῆς ἐρήμου Σεὶρ εἰς Ῥάφακα· ἀπὸ Ῥάφακα εἰς Ἐλεὶμ, καὶ ἀπὸ Ἐλεὶμ εἰς Ῥαφιδείμ· ἀπὸ Ῥαφιδεὶμ εἰς Σινᾶ τὴν ἔρημον· ἀπὸ ἐρήμου Σινᾶ εἰς Μνήματα τῆς ἐπιθυμίας· ἀπὸ Μνημάτων τῆς ἐπιθυμίας εἰς Ἀσιρώθ· ἀπὸ Ἀσιρὼθ εἰς Ῥαθαμά· ἀπὸ Ῥαθαμὰ εἰς Ῥεμμὼν Φαρές· καὶ ἀπὸ Ῥεμμὼν Φαρὲς εἰς Λεμῶνα· ἀπὸ Λεμῶνα εἰς Δεσσάν· ἀπὸ Δεσσὰν εἰς Μακελλάθ· ἀπὸ Μακελλὰθ εἰς Σαφάρ· ἀπὸ Σαφὰρ εἰς Χαραδάθ· ἀπὸ Χαραδὰθ εἰς Μακηλώθ· ἀπὸ Μακηλὼθ εἰς Καταάθ· ἀπὸ Καταὰθ εἰς Ταράθ· ἀπὸ Ταρὰθ εἰς Ματτεκᾶ· ἀπὸ Ματτεκᾶ εἰς Σελμῶνα· ἀπὸ Σελμῶνος εἰς Μασουρώθ· ἀπὸ Μασουρὼθ εἰς Βάναια· καὶ ἀπὸ Βάναια εἰς τὸ ὄρος Γαδγάδ· καὶ ἀπὸ ὄρους Γαδγὰδ εἰς Ἐταβαθᾶ· καὶ ἀπὸ Ἐταβαθᾶ εἰς Σεβρῶνα· καὶ ἀπὸ Σεβρῶνα εἰς Γεσιωνγαβέρ· καὶ ἀπὸ Γεσιωνγαβὲρ εἰς τὴν ἔρημον Σεῖν· καὶ ἀπὸ ἐρήμου Σεῖν εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδες· ἐκεῖ ἀπέθανεν Μαριὰμ ἐν Κάδῃ· ἀπὸ Κάδης εἰς Ὣρ τὸ ὄρος πλησίον γῆς Ἐδὼμ, εἰς ὃ ἀναβὰς Ἀαρὼν ὁ ἀρχιερεὺς ἀπέθανε διὰ προσταγμάτων Κυρίου ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνὸς, ἐτῶν ρκγʹ· ἀπὸ Ὣρ τοῦ ὄρους εἰς Σελμῶνα· καὶ ἀπὸ Σελμῶνος εἰς Φεινώ· καὶ ἀπὸ Φεινὼ εἰς Σωβώθ· καὶ ἀπὸ Σωβὼθ ἐν Γαὶ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μοάβ· ἀπὸ Γαὶ εἰς Δαιβωνγάδ· ἀπὸ Δαιβωνγὰδ εἰς Γελμωνδαιβλαθέμ· καὶ ἀπὸ Γελμωνδαιβλαθὲμ ἐπὶ τὰ ὄρη τὰ Ἀβαρεὶμ ἀπέναντι Ἀβαῦ· ἀπὸ ὀρέων Ἀβαρεὶμ εἰς δυσμὰς Μωὰβ, παρὰ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ, καὶ παρενέβαλον παρὰ Ἰορδάνην.

Οἱ μὲν σταθμοὶ μγʹ.

Ὧδε δὲ τροπώσας καὶ κρατήσας ἐθνῶν, ἐν τῷ πέραν τοῦ Ἰορδάνου Μωϋσῆς, καὶ ἀναιρεθέντος τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, καὶ τοῦ Ὢγ βασιλέως τῆς Βασὰν, ὃς ἦν ἐκ τῶν γιγάντων, κελεύεται διαδοῦναι τὰς χώρας τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ συντάξαι τοῖς υἱοῖς Ἰσραὴλ δοῦναι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων τῆς κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων· καὶ πάλιν δοῦναι πόλεις φυγαδευτηρίων, τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, τρεῖς δὲ ἐν γῇ Χαναὰν, καὶ εἶναι ταύτας ἐπὶ τῷ καταφυγεῖν ἐκεῖ τὸν ἀκουσίως φονεύσαντα, καὶ μὴ προπετῶς ἀναιρεῖσθαι ὑπὸ τοῦ συγγενοῦς τοῦ φονευθέντος, ἕως στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. Ἐν τούτῳ τῷ βιβλίῳ κελεύεται ὁ λαὸς ποιῆσαι κράσπεδα ἐν τοῖς ἱματίοις ἑαυτῶν, καὶ ἐπὶ τῶν κρασπέδων κλῶσμα ὑακίνθινον, ἵνα βλέποντες αὐτὰ μὴ ἐπιλανθάνωνται τῶν ἐντολῶν τοῦ Θεοῦ. Ὧδε λαμβάνουσι κλῆρον αἱ θυγατέρες Σαλπαὰδ, τὸν τοῦ πατρὸς ἑαυτῶν· καὶ ἐκ τῆς προφάσεως αὐτῶν γίνεται πρόσταγμα Κυρίου καὶ νόμος, νόμιμον εἶναι γάμον τὴν πρὸς ἀνεψιοὺς συζυγίαν.

Καὶ Μωϋσῆς ὧδε εἶδεν ἀπὸ τοῦ ὄρους τοῦ Ἀβαρεὶμ, τουτέστιν Ἀβαῦ, τὴν γῆν τῆς ἐπαγγελίας· καὶ ἤκουσεν· Οὐ μὴ εἰσέλθῃς ἐκεῖ διὰ τὸν παροξυσμὸν τὸν ἐν τῷ ὕδατι τῆς ἀντιλογίας. Ἀπέθανε δὲ Ἀαρὼν ἐτῶν ρκγʹ τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου, τῷ μηνὶ τῷ πέμπτῳ. Οἱ δὲ ἀποσταλέντες κατασκέψασθαι τὴν γῆν, ἐκ μὲν προστάγματος Κυρίου ἀπεστάλη ἀνὴρ ἕκαστος κατὰ φυλήν· τὰ δὲ ὀνόματα αὐτῶν ἐστι ταῦτα· τῆς φυλῆς τοῦ Ῥουβὶμ Σαλαμιὴλ υἱὸς Ζακχούρ· τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρεί· τῆς φυλῆς Ἰούδα Χαλὲβ υἱὸς Ἰεφονῆ· τῆς φυλῆς Ἰσαχὰρ Ἰλαὰλ υἱὸς Ἰωσήφ· τῆς φυλῆς Ἐφραῒμ Ναυσῆς υἱὸς Ναυῆ· τῆς φυλῆς Βενιαμὶν Φαλτεὶν υἱὸς Ῥαφοῦ· τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί· τῆς φυλῆς Ἰωσὴφ, τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσσί· τῆς φυλῆς Δὰν Ἀμίης υἱὸς Γαμαί· τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· τῆς φυλῆς Νεφθαλεὶμ Ναβὶ υἱὸς Ναβί· τῆς φυλῆς Γὰδ Γαδδιδουδιὴλ υἱὸς Μαχί. Ὁ δὲ τόπος, ἀφ᾽ οὗ ἀπεστάλησάν ἐστι Φαρὰν καὶ Κάδης Βάρνη. Τότε ἐπωνόμασε Μωϋσῆς τὸν Ναυσῆ τὸν υἱὸν Ναυῆ Ἰησοῦν. Ὁ δὲ καιρὸς, ἐν ᾧ ἐπέμφθησαν, τὸ μέσον τοῦ ἔαρος ἦν, ἐν ᾧ πρόδρομοι σταφυλῆς εἰσιν· ὁ δὲ χρόνος, ὃν ἐποίησαν κατασκοποῦντες, ἐν τεσσαράκοντα ἡμέραις γέγονεν.

Βιβλίον εʹ, Δευτερονόμιον. Καὶ τοῦτο βιβλίον Μωϋσῆς ἐλάλησε καὶ ἔγραψε. Καλεῖται δὲ οὕτως, ἐπειδὴ μετὰ τὰ γεγραμμένα ἐν ταῖς πλαξὶ, δεύτερον ὥσπερ νόμον τοὺς λόγους τοῦ βιβλίου τούτου ἐλάλησε Μωϋσῆς τῷ Ἰσραὴλ ἐκ προστάγματος Κυρίου. Μετὰ γὰρ τὸ λαλῆσαι Μωϋσῆν τὰ ἐν τῷ βιβλίῳ τούτῳ, γέγραπται οὕτως ἐν αὐτῷ τούτῳ τῷ Δευτερονομίῳ· «Οὗτοι οἱ λόγοι τῆς διαθήκης, ὅσα ἐνετείλατο Κύριος Μωϋσῇ στῆσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.» Διὰ τοῦτο γὰρ αἱ μὲν πλάκες ἐν Χωρὴβ εἴρηνται, καὶ ἐν μέσῳ τῆς κιβωτοῦ ἐτέθησαν· τὸ δὲ βιβλίον τοῦτο ἐνετείλατο Μωϋσῆς τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν θεῖναι ἐκ πλαγίων τῆς κιβωτοῦ εἰς μαρτύριον· ὅπερ καὶ κατὰ ἑπτὰ ἔτη ἐνετείλατο ἀναγινώσκεσθαι ἐν τῇ ἡμέρᾳ τῆς ἀφέσεως, ὅτε καὶ ἡ Σκηνοποιία ἐγένετο. Αὕτη μὲν πρώτη αἰτία τῆς ὀνομασίας τοῦ βιβλίου· δευτέρα δὲ πάλιν ἑτέρα, ἐπειδὴ ἐν αὐτῷ δευτεροῖ, καὶ διεσάφησε πάντα τὰ προειρημένα ἔν τε τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ, καὶ τοῖς Ἀριθμοῖς, νόμιμά τε καὶ δικαιώματα καὶ προστάγματα· καὶ ὑπομιμνήσκει πάλιν τὸν λαὸν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν αὐτῷ τήν τε ἀπ᾽ Αἰγύπτου ἔξοδον, καὶ πάσας τὰς γεγενημένας αὐτοῖς εὐεργεσίας, καὶ τὰ σημεῖα, καὶ τὰ τέρατα· ἵνα μὴ ἐπιλάθωνται τοῦ ποιήσαντος αὐτὰ Θεοῦ.

Ὁρίζει δὲ ἐν αὐτῷ περί τε τῆς εὐλογίας τοῖς φυλάσσουσι τὸν νόμον, καὶ τῆς κατάρας τοῖς παραβαίνουσιν· ἵνα ἡ μὲν εὐλογία λέγηται ἐν τῷ ὄρει τῷ Γαριζεὶν διὰ τούτων· διὰ Συμεὼν, Λευῒ, Ἰούδα, Ἰσαχὰρ, Ἰωσὴφ, καὶ Βενιαμίν· ἡ δὲ κατάρα ἐν τῷ ὄρει Γαιβὰλ ἀπὸ Ῥουβὶμ, Γὰδ, Ἀσὴρ, Ζαβουλὼν, Δὰν, καὶ Νεφθαλείμ. Πρὸς ὑπόμνησιν δὲ καὶ τὴν διὰ παντὸς μελέτην, ἔγραψεν ἐκ προστάγματος Κυρίου τὴν μεγάλην ᾨδήν· ἵνα, ταύτην ἐκμαθόντες ἀεί τε μελετῶντες αὐτὴν, μὴ ἐπιλάθωνται τοῦ Θεοῦ. Εὐλογήσας τε ἑκάστην φυλὴν καὶ γράψας τὴν εὐλογίαν, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ, εἰς τὸ δέξασθαι αὐτὸν κατὰ πρόσταγμα Θεοῦ, ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, τουτέστιν Ἀβαῦ, καὶ ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος Κυρίου ἐτῶν ρκʹ, μὴ ἀμαυρωθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, ἢ τοῦ προσώπου αὐτοῦ φθαρέντος· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.