Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια, καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἴβις, καὶ πορφυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ νυκτερίς. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα πάντα λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἐχόντων δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πηδᾷν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βροῦχος, ὁ ἀτταγᾶς, ἡ ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιομάχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ, καὶ τοῖς ποταμοῖς, καὶ χειμάῤῥοις γεννώμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας· οἷά ἐστι τρίγλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐτοῖς.