Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Αντιλεγόμενα, απόκρυφα και ιστορικές πληροφορίες των Γραφών

Κατάλογος των αντιλεγόμενων και απόκρυφων βιβλίων, πληροφορίες για την προέλευση των τεσσάρων Ευαγγελίων και ιστορία των ελληνικών μεταφράσεων της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 15 από 15

Εἰσὶ δὲ καὶ ἄλλα βιβλία διάφορα παρὰ τὰ προλεχθέντα ἑκατέρας Διαθήκης, τῆς Παλαιᾶς δηλαδὴ καὶ Νέας· τὰ μὲν ἀντιλεγόμενα, τὰ δὲ ἀπόκρυφα. Τὰ μὲν οὖν ἀντιλεγόμενα τῆς Παλαιᾶς προείπομεν μὲν καὶ πρότερον, ὥς ἐστι Σοφία Σολομῶντος, καὶ Σοφία Ἰησοῦ υἱοῦ Συρὰχ, καὶ Ἐσθὴρ, καὶ Ἰουδὶθ, καὶ Τωβίτ· σὺν ἐκείνοις δὲ καὶ ταῦτα ἠρίθμηνται· Μακκαβαϊκὰ βιβλία δʹ, Πτολεμαϊκὰ, Ψαλμοὶ καὶ ᾨδὴ Σολομῶντος, Σωσάννα. Ταῦτα τὰ ἀντιλεγόμενα τῆς Παλαιᾶς Διαθήκης.

Τὰ δὲ ἀπόκρυφα πάλιν τῆς Παλαιᾶς Διαθήκης ταῦτα. Ἐνὼχ, Πατριάρχαι, Προσευχὴ Ἰωσὴφ, Διαθήκη Μωϋσέως, Ἀνάληψις Μωϋσέως, Ἀβραὰμ, Ἐλδὰδ καὶ Μωδὰδ, Ἡλίου προφήτου, Σοφονίου προφήτου, Ζαχαρίου πατρὸς Ἰωάννου, Βαροὺχ, Ἀμβακοὺμ, Ἐζεχιὴλ, καὶ Δανιὴλ ψευδεπίγραφα.

Τῆς Νέας πάλιν Διαθήκης ἀντιλεγόμενα ταῦτα. Περίοδοι Πέτρου, Περίοδοι Ἰωάννου, Περίοδοι Θωμᾶ, Εὐαγγέλιον κατὰ Θωμᾶ, Διδαχὴ ἀποστόλων, Κλημέντια, ἐξ ὧν μετεφράσθησαν ἐκλεγέντα τὰ ἀληθέστερα καὶ θεόπνευστα. Ταῦτα τὰ ἀναγινωσκόμενα.

Ταῦτα πάντα ἐξετέθησαν μὲν ὅσον πρὸς εἴδησιν, παραγεγραμμένα δέ εἰσι πάντως καὶ νόθα, καὶ ἀπόβλητα. Καὶ οὐδὲν τούτων, τῶν ἀποκρύφων μάλιστα, ἔγκριτον ἢ ἐπωφελὲς, ἐξαιρέτως τῆς Νέας Διαθήκης· ἀλλὰ πάντα δίχα τῶν ἀνωτέρω διαληφθέντων, καὶ ἐγκριθέντων παρὰ τοῖς παλαιοῖς σοφοῖς καὶ πατράσιν, ἀποκρυφῆς μᾶλλον ἢ ἀναγνώσεως ὡς ἀληθῶς ἄξια· τά τε ἄλλα, καὶ αὐτὰ τὰ καλούμενα ἐν αὐτοῖς Εὐαγγέλια, ἐκτὸς τῶν παραδοθέντων ἡμῖν τεσσάρων τούτων. Εὐαγγέλια γὰρ τέσσαρα ἐθέσπισαν ἡμῖν οἱ ἱεροὶ κανόνες τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, καὶ τὸ κατὰ Ἰωάννην, κατὰ τὴν προφητείαν τῆς ὀπτασίας, ἧς ἐθεάσατο Ἰεζεχιὴλ ὁ προφήτης περὶ τῶν τεσσάρων χερουβίμ. Τέσσαρα γὰρ εἶδε χερουβὶμ οὗτος ὁ προφήτης· τὸ ἓν ὅμοιον ἀνθρώπῳ, τουτέστι τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον· τὸ δεύτερον ὅμοιον μόσχῳ, τουτέστι τὸ κατὰ Μάρκον Εὐαγγέλιον· τὸ ἄλλο ὅμοιον λέοντι, τουτέστι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ, τουτέστι τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον. Παρὰ δὲ ταῦτα τὰ τέσσαρα ἕτερον Εὐαγγέλιον οὐδέν.

Τὸ μὲν οὖν κατὰ Ματθαῖον Εὐαγγέλιον ἐγράφη ὑπ᾽ αὐτοῦ τοῦ Ματθαίου τῇ Ἑβραΐδι διαλέκτῳ, καὶ ἐξεδόθη ἐν Ἱερουσαλὴμ, ἡρμηνεύθη δὲ ὑπὸ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου τὸ κατὰ σάρκα, ὃς καὶ πρῶτος ἐχειροτονήθη ἐπίσκοπος ὑπὸ τῶν ἁγίων ἀποστόλων ἐν Ἱεροσολύμοις.

Τὸ δὲ κατὰ Μάρκον Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου, ἐν Ῥώμῃ, ἐξεδόθη δὲ ὑπὸ Μάρκου τοῦ μακαρίου ἀποστόλου, καὶ ἐκηρύχθη ὑπ᾽ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Πενταπόλει, καὶ Λιβύῃ.

Τὸ δὲ κατὰ Λουκᾶν Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Παύλου τοῦ ἀποστόλου, συνεγράφη δὲ καὶ ἐξεδόθη ὑπὸ Λουκᾶ τοῦ μακαρίου ἀποστόλου καὶ ἰατροῦ· ὥσπερ καὶ Πράξεις τῶν ἀποστόλων ὑπηγόρευσε μὲν ὁμοίως Πέτρος ὁ ἀπόστολος, συνεγράψατο δὲ ὁ αὐτὸς Λουκᾶς.

Τὸ δὲ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπηγορεύθη τε ὑπ᾽ αὐτοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ ἀποστόλου καὶ ἠγαπημένου, ὄντος ἐξορίστου ἐν Πάτμῳ τῇ νήσῳ, καὶ ὑπὸ τοῦ αὐτοῦ ἐξεδόθη ἐν Ἐφέσῳ, διὰ Γαΐου τοῦ ἀγαπητοῦ καὶ ξενοδόχου τῶν ἀποστόλων, περὶ οὗ καὶ Παῦλος Ῥωμαίοις γράφων φησί· «Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς Ἐκκλησίας.»

Ποῖαι καὶ πόσαι παραδόσεις εἰσὶ τῆς θείας Γραφῆς, εἴτε οὖν ἀπὸ Ἑβραϊκοῦ εἰς τὸ Ἑλληνικὸν ἑρμηνεῖαι, καὶ τίνες οἱ ταύτην ἑρμηνεύσαντες, καὶ πότε. Πρώτη ἐστὶν ἡ τῶν οβʹ ἑρμηνευτῶν. Οὗτοι, Ἑβραῖοι ὄντες, ἐξελέγησαν ἀπὸ ἑκάστης φυλῆς ἓξ, καὶ ἡρμήνευσαν τὴν θείαν Γραφὴν ἐπὶ Πτολεμαίου βασιλέως τοῦ Φιλαδέλφου πρὸ διακοσίων τριάκοντα ἐνιαυτῶν τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Δευτέρα ἐστὶν ἡ τοῦ Ἀκύλα. Οὗτος ἀπὸ Σινώπης τοῦ Πόντου ὑπάρχων, καὶ Ἕλλην ὢν, ἐβαπτίσθη ἐν Ἱεροσολύμοις. Καὶ πάλιν τὸν Χριστιανισμὸν ἀθετήσας, καὶ τοῖς Ἰουδαίοις προσδραμὼν, ἡρμήνευσε τὴν θείαν Γραφὴν διεστραμμένῳ λογισμῷ ἐπὶ Ἁδριανοῦ βασιλέως τοῦ λεπτωθέντος μετὰ τλʹ ἔτη τῆς τῶν οβʹ ἑρμηνείας.

Τρίτη ἑρμηνεία ἐστὶν ἡ τοῦ Συμμάχου. Οὗτος Σαμαρείτης ὢν, καὶ μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου λαοῦ, ὡς φιλαρχίαν νοσῶν, τοῖς Ἰουδαίοις προστρέχει, καὶ ἐκ δευτέρου περιτέμνεται. Καὶ πρὸς διαστροφὴν τῶν Σαμαρειτῶν ἑρμηνεύει καὶ αὐτὸς τὴν θείαν Γραφὴν ὑπὸ Σεβήρου τοῦ βασιλέως μετὰ νϛʹ ἔτη τῆς τοῦ Ἀκύλα ἑρμηνείας.

Τετάρτη ἐστὶν ἡ τοῦ Θεοδοτίωνος τοῦ Ἐφεσίου. Οὗτος, τῆς αἱρέσεως Μαρκίωνος τοῦ Ποντικοῦ ὢν, μηνιῶν τοῖς τῆς αἱρέσεως αὐτοῦ, ἡρμήνευσε καὶ αὐτὸς ἐπὶ Κομμόδου τοῦ βασιλέως ἐν αὐτῷ τῷ χρόνῳ, πρὸς διαστροφὴν τῆς αὐτοῦ αἱρέσεως.

Πέμπτη ἑρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα κεκρυμμένη ἐπὶ Ἀντωνίνου βασιλέως τοῦ Καρακάλλα ἐν Ἱεριχὼ παρά τινος τῶν ἐν Ἱεροσολύμοις σπουδαίων. Ἕκτη ἑρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα καὶ αὕτη κεκρυμμένη ἐπὶ Ἀλεξάνδρου τοῦ Μαμαίας παιδὸς ἐν Νικοπόλει τῇ πρὸς Ἄκτιον ὑπό τινος τῶν Ὠριγένους γνωρίμων.

Ἑβδόμη πάλιν καὶ τελευταία ἑρμηνεία ἡ τοῦ ἁγίου Λουκιανοῦ τοῦ μεγάλου ἀσκητοῦ καὶ μάρτυρος, ὅστις καὶ αὐτὸς ταῖς προγεγραμμέναις ἐκδόσεσι καὶ τοῖς Ἑβραϊκοῖς ἐντυχὼν, καὶ ἐποπτεύσας μετὰ ἀκριβείας τὰ λείποντα, ἢ καὶ περιττὰ τῆς ἀληθείας ῥήματα, καὶ διορθωσάμενος ἐν τοῖς οἰκείοις τῶν Γραφῶν τόποις, ἐξέδοτο τοῖς Χριστιανοῖς ἀδελφοῖς· ἥτις δὴ καὶ ἑρμηνεία μετὰ τὴν ἄθλησιν καὶ μαρτυρίαν τοῦ αὐτοῦ ἁγίου Λουκιανοῦ, τὴν γεγονυῖαν ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυράννων, ἤγουν τὸ ἰδιόχειρον αὐτοῦ τῆς ἐκδόσεως βιβλίον, εὑρέθη ἐν Νικομηδείᾳ ἐπὶ Κωνσταντίνου βασιλέως τοῦ μεγάλου παρὰ Ἰουδαίοις ἐν τοίχῳ πυργίσκῳ περικεχρισμένῳ κονιάματι εἰς διαφύλαξιν.

Τίνα ἐστὶ τὰ μνημονευόμενα ἐν ταῖς γραφαῖς βιβλία ὡς ὄντα, οὐχ εὑρισκόμενα δέ. Ναθὰν καὶ Ἀδδὼ, καὶ Ἀχιᾶ τοῦ Σιλωνίτου, καὶ Σεμεεὶ, καὶ Ἰηοῦ, ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν γέγραπται εἶναι βιβλία· προφῆται δὲ οὗτοί εἰσιν, οἳ γεγράφασι περὶ ὧν προεφήτευσαν· ἃ οὐχ εὑρίσκεται.

Ψαλμοὶ τρισχίλιοι λέγονται ἐν Παραλειπομέναις εἶναι τοῦ Δαβὶδ, μόνους δὲ ἐξ αὐτῶν τοὺς ρνʹ ὑπὸ τῶν φίλων Ἐζεχίου τοῦ βασιλέως ἐξειλέχθαι, τοὺς δὲ ἄλλους ἀποκεκρῦφθαι. Πεντακισχιλίας παροιμίας ὑπὸ Σολομῶντος ἐκδεδόσθαι, φησὶν ἡ τῶν Παραλειπομένων Γραφή· ἀλλ᾽ οὐκ εἰσὶ νῦν ἢ μόναι αἱ ἐκκλησιαζόμεναι. Τὸ ᾎσμα ἐξ ᾀσμάτων πλειόνων τὸ μυστικὸν ἐξειλέχθαι ἐπιγέγραπται. Ἰώσηπος δὲ ἱστορεῖ δύο βιβλία προφητείας τὸν προφήτην Ἰεζεκιὴλ γεγράφθαι· ἓν δὲ μόνον ἐπιγινώσκομεν εὑρίσκεσθαι.