Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Εισαγωγή και Κανόνας της Αγίας Γραφής

Ορισμός των θεόπνευστων βιβλίων και απαρίθμηση των κανονικών βιβλίων της Παλαιάς και Καινής Διαθήκης, καθώς και αυτών που αναγινώσκονται στους κατηχουμένους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 15

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΣΥΝΟΨΙΣ ΕΠΙΤΟΜΟΣ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ, ΠΑΛΑΙΑΣ ΚΑΙ ΝΕΑΣ ΔΙΑΘΗΚΗΣ. Πᾶσα Γραφὴ ἡμῶν Χριστιανῶν, θεόπνευστός ἐστιν. Οὐκ ἀόριστα δὲ, ἀλλὰ μᾶλλον ὡρισμένα καὶ κεκανονισμένα ἔχει τὰ βιβλία. Καὶ ἔστι τῆς μὲν Παλαιᾶς Διαθήκης ταῦτα· Γένεσις, οὗ ἡ ἀρχή· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἔξοδος, οὗ ἡ ἀρχή· «Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπορευομένων εἰς Αἴγυπτον.» Λευϊτικὸν, οὗ ἡ ἀρχή· «Καὶ ἐκάλεσε Μωϋσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.» Ἀριθμοὶ, οὗ ἡ ἀρχή «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾶ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.» Δευτερονόμιον, οὗ ἡ ἀρχή· «Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Μωϋσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμαῖς, πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης.» Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἰησοῦ, υἱῷ Ναυῆ, λειτουργῷ Μωϋσῆ, λέγων.» Κριταὶ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ, καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ λέγοντες· Τίς ἀναβήσεται πρὸς τοὺς Χαναναίους ἀφηγούμενος;» Ῥοὺθ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς, ἐγένετο λιμὸς ἐν τῇ γῇ.» Βασιλειῶν πρώτη καὶ δευτέρα, εἰς ἓν ἀριθμούμεναι βιβλίον.

Καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Καὶ ἄνθρωπος ἐξ Ἀρμαθαῒμ Σιφᾶ, ἐξ ὄρους Ἐφραῒμ, καὶ ὄνομα αὐτῷ Ἐλκανᾶ, υἱὸς Ἱερεμεὴλ, υἱοῦ Ἡλεί.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλήκ.» Βασιλειῶν τρίτη καὶ τετάρτη, εἰς ἓν πάλιν ἀριθμούμεναι βιβλίον. Καὶ τῆς μὲν τρίτης ἡ ἀρχή· «Καὶ ὁ βασιλεὺς Δαβὶδ πρεσβύτερος, προβεβηκὼς ἡμέραις· καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο.» Τῆς δὲ τετάρτης ἡ ἀρχή· «Καὶ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ, μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.» Παραλειπομένων πρῶτον καὶ δεύτερον, εἰς ἓν ἀριθμούμενα βιβλίον. Καὶ ἔστι τοῦ μὲν πρώτου ἡ ἀρχή· «Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊνᾶν, Μαλελεὴλ, Ἰαρὲδ, Ἐνὼχ, Μαθουσάλα, Λάμεχ, Νῶε.» Τοῦ δὲ δευτέρου ἡ ἀρχή· «Καὶ ἐνίσχυσε Σαλομὼν υἱὸς Δαβὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὕψος.» Ἔσδρας πρῶτος καὶ δεύτερος, εἰς ἓν ἀριθμούμενοι βιβλίον. Καὶ τοῦ μὲν πρώτου ἀρχή· «Καὶ ἤγαγεν Ἰωσίας τὸ Πάσχα ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ ἑαυτοῦ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου.» Τοῦ δὲ δευτέρου ἡ ἀρχή· «Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν.»

Ψαλτήριον Δαβιτικὸν, ἔχον ψαλμοὺς ρναʹ· οὗ ἡ ἀρχὴ, ἤγουν ὁ πρῶτος ψαλμός· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.» Παροιμίαι Σολομῶντος, οὗ ἡ ἀρχή· «Παροιμίαι Σολομῶντος υἱοῦ Δαβὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραὴλ, γνῶναι σοφίαν καὶ παιδείαν.» Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, οὗ ἡ ἀρχή· «Ῥήματα Ἐκκλησιαστοῦ, υἱοῦ Δαβὶδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» ᾎσμα ᾀσμάτων τοῦ αὐτοῦ, οὗ ἡ ἀρχή· «ᾎσμα ᾀσμάτων, ὅ ἐστι τῷ Σολομών. Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Ἰὼβ, οὗ ἡ ἀρχή· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ Αὐσέτιδι, ᾧ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἄμεμπτος καὶ θεοσεβής.» Προφῆται δώδεκα, εἰς ἓν ἀριθμούμενοι βιβλίον.

Εἰσὶ δὲ οὗτοι, Ὠσηὲ πρῶτος, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.» Εἶτα Ἀμὼς, οὗ ἡ ἀρχή· «Λόγοι Ἀμὼς, οἳ ἐγένοντο ἐν Ἀκκαρεὶμ, ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερουσαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Μιχαίας, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.» Ἰωὴλ, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ. Ἀκούσατε δὴ ταῦτα πάντα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν.» Ἀβδιοῦ, οὗ ἡ ἀρχή· «Ὅρασις Ἀβδιοῦ· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ.» Ἰωνᾶς, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην.» Ναοὺμ, οὗ ἡ ἀρχή· «Λῆμμα Νινευί. Βίβλος ὁράσεως Ναοὺμ τοῦ ἐν Ἐλκεσαί.» Ἀμβακοὺμ, οὗ ἡ ἀρχή· «Τὸ λῆμμα ὃ εἶδεν Ἀμβακοὺμ ὁ προφήτης.» Σοφωνίας, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφωνίαν τὸν τοῦ Χοὺς, υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα.»

Ἀγγαῖος, οὗ ἡ ἀρχή· «Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου προφήτου λέγων.» Ζαχαρίας, οὗ ἡ ἀρχή· «Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου ἐπὶ Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ τὸν προφήτην, λέγων.» Μαλαχίας, οὗ ἡ ἀρχή· «Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.» Οὗτοι μὲν οὖν οἱ δώδεκα εἰς ἓν βιβλίον. Ἑξῆς δὲ ἕτεροι τέσσαρες, πρὸς ἓν ἕκαστος βιβλίον, οὗτοι· Ἡσαΐας, οὗ ἡ ἀρχή· «Ὅρασις, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας.

Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησεν.» Ἱερεμίας, οὗ ἡ ἀρχή· «Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ὃς ἦν ἐκ τῶν ἱερέων.» Ἐζεκιὴλ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὁράσεις Θεοῦ.» Δανιὴλ, οὗ ἡ ἀρχή· «Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ, καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν Κύριον.» Ὁμοῦ τὰ κανονιζόμενα τῆς Παλαιᾶς Διαθήκης βιβλία εἴκοσι δύο, ἰσάριθμα τοῖς γράμμασι τῶν Ἑβραίων. Τοσαῦτα γάρ εἰσι παρ᾽ αὐτοῖς τὰ στοιχεῖα.

Ἐκτὸς δὲ τούτων εἰσὶ πάλιν ἕτερα βιβλία τῆς αὐτῆς Παλαιᾶς Διαθήκης, οὐ κανονιζόμενα μὲν, ἀναγινωσκόμενα δὲ μόνον τοῖς κατηχουμένοις ταῦτα· Σοφία Σολομῶνος, οὗ ἡ ἀρχή· «Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν.» Σοφία Ἰησοῦ υἱοῦ Σιρὰχ, οὗ ἡ ἀρχή· «Πᾶσα σοφία παρὰ Κυρίου, καὶ μετ᾽ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.» Ἐσθὴρ, οὗ ἡ ἀρχή· «Ἔτους δευτέρου, βασιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου, τῇ μιᾷ τοῦ Νεισᾶν ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεεὶ τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμίν.» Ἰουδὴθ, οὗ ἀρχή· «Ἔτους δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσωρ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευὶ, τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξὰδ, ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις.» Τωβὶτ, οὗ ἡ ἀρχή· «Βίβλος λόγων Τωβὶτ, τοῦ Τωβιὴλ, τοῦ Ἀνανιὴλ, τοῦ Ἀδουὴλ, τοῦ Γαβαὴλ, ἐκ τοῦ σπέρματος Ἀσεὴλ, ἐκ τῆς φυλῆς Νεφθαλεὶμ, ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐννεμεσάρου τοῦ βασιλέως Ἀσσυρίων.» Τοσαῦτα καὶ τὰ μὴ κανονιζόμενα. Τινὲς μέντοι τῶν παλαιῶν εἰρήκασι κανονίζεσθαι παρ᾽ Ἑβραίοις καὶ τὴν Ἐσθήρ· καὶ τὴν μὲν Ῥοὺθ, μετὰ τῶν Κριτῶν ἑνουμένην, εἰς ἓν βιβλίον ἀριθμεῖσθαι· τὴν δὲ Ἐσθὴρ εἰς ἕτερον ἕν· καὶ οὕτω πάλιν εἰς εἴκοσι δύο συμπληροῦσθαι τὸν ἀριθμὸν τῶν κανονιζομένων παρ᾽ αὐτοῖς βιβλίων.

Καὶ τὰ μὲν τῆς Παλαιᾶς Διαθήκης βιβλία, τά τε κανονιζόμενα καὶ τὰ μὴ κανονιζόμενα, τοιαῦτα καὶ τοσαῦτα. Τὰ δὲ τῆς Καινῆς Διαθήκης, πάλιν ὡρισμένα τε καὶ κεκανονισμένα βιβλία, ταῦτα· Κατὰ Ματθαῖον, οὗ ἡ ἀρχή· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Ἀβραάμ.» Κατὰ Μάρκον, οὗ ἡ ἀρχή· «Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.» Κατὰ Λουκᾶν, οὗ ἡ ἀρχή· «Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων.» Κατὰ Ἰωάννην, οὗ ἡ ἀρχή· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.

Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, ὃ γέγονεν.» Πράξεις τῶν ἀποστόλων, οὗ ἡ ἀρχή· «Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.» Καθολικαὶ Ἐπιστολαὶ διαφόρων ἀποστόλων, αἱ πᾶσαι ἑπτὰ, εἰς ἓν ἀριθμούμεναι βιβλίον.

Ἰακώβου μία, ἧς ἡ ἀρχή· «Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.» Πέτρου δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας, καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Συμεὼν Πέτρος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Ἰωάννου τρεῖς· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Ὃ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.» Τῆς δὲ τρίτης ἡ ἀρχή· «Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.» Ἰούδα μία, ἧς ἡ ἀρχή· «Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἠγαπημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς.» Παύλου ἀποστόλου ἐπιστολαὶ ιδʹ, εἰς ἓν ἀριθμούμεναι βιβλίον.

Ἐν πρώτῃ, ἡ πρὸς Ῥωμαίους, ἧς ἡ ἀρχή· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Πρὸς Κορινθίους δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· »Παῦλος κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.» Τετάρτη πρὸς Γαλάτας, ἧς ἡ ἀρχή· «Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Πατρός.» Πέμπτη πρὸς Ἐφεσίους, ἧς ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ἕκτη πρὸς Φιλιππησίους, ἧς ἡ ἀρχή· «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις.» Ἑβδόμη πρὸς Κολασσαεῖς, ἧς ἡ ἀρχή· «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ.» Πρὸς Θεσσαλονικεῖς δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.»

Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.» Δεκάτη ἡ πρὸς Ἑβραίους, ἧς ἡ ἀρχή· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Πρὸς Τιμόθεον δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ᾽ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ᾽ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ.» Τρισκαιδεκάτη, ἡ πρὸς Τίτον, ἧς ἀρχή· «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατ᾽ εὐσέβειαν ἐν ἐλπίδι ζωῆς αἰωνίου.» Τεσσαρεσκαιδεκάτη, ἡ πρὸς Φιλήμονα, ἧς ἡ ἀρχή· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν.

Ἐπὶ τούτοις ἐστὶ καὶ ἡ Ἀποκάλυψις Ἰωάννου τοῦ θεολόγου, δεχθεῖσα ὡς ἐκείνου καὶ ἐγκριθεῖσα ὑπὸ πάλαι ἁγίων καὶ πνευματοφόρων Πατέρων, οὗ ἡ ἀρχή· »Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ.» Τοσαῦτα καὶ τὰ τῆς Καινῆς Διαθήκης βιβλία τά γε κανονιζόμενα, καὶ τῆς πίστεως ἡμῶν οἱονεὶ ἀκροθίνια ἢ ἄγκυραι καὶ ἐρείσματα· ὡς παρ᾽ αὐτῶν τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ συγγενομένων ἐκείνῳ καὶ ὑπ᾽ αὐτοῦ μαθητευθέντων, γραφέντα καὶ ἐκτεθέντα. Ἐπεί τοί γε ὕστερον κατὰ τὴν ἐκείνων ἀκολουθίαν καὶ συμφωνίαν ἄλλα μυρία καὶ ἀναρίθμητα βιβλία ἐξεπονήθησαν ὑπὸ τῶν κατὰ καιροὺς μεγάλων καὶ σοφωτάτων θεοφόρων Πατέρων εἰς μαρτυρίαν τῶν προλαβόντων καὶ διαφώτισιν· περὶ ὧν οὐ νῦν λόγος, ὡς παμπόλλων καὶ ἀορίστων, καὶ ἅμα πάντων τῆς αὐτῆς ἀκολουθίας τοῖς παλαιοῖς τούτοις ἐχομένων, καὶ τὰ αὐτὰ ἐξηγουμένων καὶ αὐτῶν καὶ διασαφούντων.

Ὡς οὖν εἴρηται ἐν τούτοις πάντα, τά τε τῆς Παλαιᾶς καὶ τὰ τῆς Νέας Διαθήκης βιβλία. Πλὴν ὅσον πρὸς ἀριθμὸν μόνον οὑτωσὶ τέως στενῶς προαπήγγελται. Τὸ δὲ ἐντεῦθεν διαληπτέον πάλιν περὶ τῶν αὐτῶν βιβλίων πλατύτερον, παρὰ τίνος τε συνεγράφη ἕκαστον τούτων, καὶ πόθεν, ἣν ἔλαχεν, ὀνομασίαν ἔχει, καὶ τί περιέχει, κεφαλαιωδῶς καὶ συνοπτικῶς, κατὰ τὴν προεκτεθεῖσαν τάξιν τοῦ καθ᾽ ἒν βιβλίου διαγραφομένου μετὰ τῆς οἰκείας ὀνομασίας.