Ἔργον
Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς
Ιστορικά βιβλία της Παλαιάς Διαθήκης
Αναλυτική ανασκόπηση των ιστορικών βιβλίων του Ιησού του Ναυή, των Κριτών, της Ρουθ, των Βασιλειών, των Παραλειπομένων και του Έσδρα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ιστορικά βιβλία της Παλαιάς Διαθήκης
Αναλυτική ανασκόπηση των ιστορικών βιβλίων του Ιησού του Ναυή, των Κριτών, της Ρουθ, των Βασιλειών, των Παραλειπομένων και του Έσδρα.
Βιβλίον ϛʹ, Ἰησοῦς ὁ τοῦ Ναυῆ. Τὰ δὲ ἐντεῦθεν βιβλία μέχρι τοῦ Ἔσδρα, οὐ πάντα ἐκείνων εἰσὶ συγγραφαὶ, ὧν καὶ τὰς ἐπιγραφὰς φέρουσι, καὶ περὶ ὧν διαλαμβάνουσι. Λόγος δὲ φέρεται, παρὰ τῶν κατὰ τοὺς ἑκάστους καιροὺς προφητῶν συγγεγράφθαι αὐτά. Περὶ γοῦν τῶν ἐπιγραφῶν αὐτῶν τέως διαληπτέον. Τὸ παρὸν τοίνυν βιβλίον ἐπιγέγραπται Ἰησοῦς ὁ τοῦ Ναυῆ· ἐπειδὴ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, διαδεξάμενος Μωϋσῆν, ἐστρατήγησε τοῦ λαοῦ, καὶ τὴν κατ᾽ αὐτὸν ἱστορίαν καὶ τὰς πράξεις αὐτοῦ περιέχει. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς τοῦ Ἰορδάνου ποταμοῦ τὸ μὲν ἄνωθεν ἐκ τῆς πηγῆς ἔστη ῥεῦμα, τὸ δὲ φθάσαν ἐξεκενώθη, καὶ ξηρῷ τῷ ποδὶ διέβησαν αὐτόν· καὶ ὅτι ἐν Γαλγάλοις περιέτεμε τοὺς ἐν τῇ ἐρήμῳ γεννηθέντας πάντας ἐν πετρίναις μαχαίραις, καὶ ἐκάλεσε τὸν τόπον Γαλγάλ· καὶ ὅτι, περάσαντος τοῦ λαοῦ, καὶ φαγόντος ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἐξέλιπε λοιπὸν τὸ μάννα· καὶ τῆς μὲν Ἱεριχοῦς αὐτόματα τὰ τείχη πέπτωκεν· ἡ δὲ Ῥαὰβ ἡ πόρνη ἐσώθη, φυλάξασα τοὺς κατασκόπους· καὶ ὅτι ὁ ἥλιος ἐν τῷ μεσουρανήματι ὢν, εὐξαμένου Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῆ, ἔστη κατὰ Γαβαὼν ἡμέρας ὁλοκλήρου διάστημα, ἕως τροπώσηται τοὺς ἐχθρούς.
Καταπολεμήσας δὲ τοὺς Ἀμοῤῥαίους καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ μερίσας ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν γῆν πᾶσαν, ἦρξε μὲν τοῦ λαοῦ, ἔτη κϛʹ, ἐτελεύτησε δὲ ἐτῶν ριʹ. Οἱ δὲ διελόντες τὴν γῆν τῷ λαῷ ἦσαν Ἐλεαζὰρ ὁ ἱερεὺς, καὶ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ κατὰ φυλὴν εἷς· φυλῆς Ἰούδα Χαλέβ· τῆς Συμεὼν Σαλαμιήλ· τῆς Βενιαμὶν Ἐλδάδ· τῆς Δὰν Βακχείρ· τῆς Μανασσῆ Ἀνιήλ· τῆς Ἐφραῒμ Καμουήλ· τῆς Ζαβουλὼν Ἐλισάφαν· τῆς Ἰσάχαρ Φειτιήλ· τῆς Ἀσὴρ Ἀχιώρ· τῆς Νεφθαλεὶμ Φαθαήλ. Καὶ τοὺς μὲν βασιλεῖς τῆς γῆς, οὓς ἐπάταξαν Μωϋσῆς καὶ υἱοὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἀφ᾽ ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄῤῥαβα ἀπὸ ἀνατολῶν, τούτους εἶναι λέγει· Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων· καὶ Ὢγ βασιλέα τῆς Βάσαν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, ὃς κατῴκει ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραεὶμ, ἄρχων ἀπὸ ὄρους Ἀερμὼν ἕως ὁρίων Γέργεσι καὶ τὸ ἥμισυ Γαλαάδ. Τούτων ἀναιρεθέντων, δέδωκε Μωϋσῆς τὴν γῆν αὐτῶν τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ.
Τοὺς δὲ βασιλεῖς πάλιν τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ υἱοὶ Ἰσραὴλ μετὰ τὸ περάσαι τὸν Ἰορδάνην παρὰ θάλασσαν ἐν τῷ πεδίῳ τοῦ Λιβάνου ἕως τοῦ ὄρους Χελκᾶ, ἀναβαινόντων εἰς Σκεὶρ, τούτους εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν, βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχεὶς, βασιλέα Ἐλὰμ, βασιλέα Γαζὲρ, βασιλέα Δαβεὶρ, βασιλέα Γισὲ, βασιλέα Ἀερμὰθ, βασιλέα Αἰρὰθ, βασιλέα Ἀρὰθ, βασιλέα Λοβνᾶ, βασιλέα Ὀδολλὰμ, βασιλέα Ἠλὰτ, βασιλέα Ἀθαφοὺθ, βασιλέα Ὀφὲρ, βασιλέα Ὀφὲκ τῆς Ἀρὼθ, βασιλέα Ἀσὼμ, βασιλέα Σομοὼν, βασιλέα Μαμβρὸθ, βασιλέα Ζεὶφ, βασιλέα Κάδης, βασιλέα Ζαὰκ, βασιλέα Μανεδὼθ, βασιλέα Ἰωκὼμ τοῦ Χαρμὲλ, βασιλέα Ἐδδὼρ τοῦ Φενεδαὼρ, βασιλέα Γεὶδ τῆς Γαλιλαίας, βασιλέα Θερσᾶ.
Βιβλίον ζʹ, Κριταί. Καλεῖται τὸ βιβλίον Κριταὶ, ἐπειδὴ μετὰ τὸν θάνατον Ἰησοῦ υἱοῦ τοῦ Ναυῆ, διὰ τῶν κριτῶν ἔσωζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν ἀλλοφύλων, τῶν περιλειφθέντων Χαναναίων· καὶ τούτων τῶν κριτῶν ἑκάστου καὶ τὰς πράξεις καὶ τὸν χρόνον τῆς ζωῆς ἡ βίβλος αὕτης περιέχει. Γεγόνασι δὲ κριταὶ οὗτοι· πρῶτος Γοθονιήλ· οὗτος ἀνεῖλε τὸν Χουσαρσαθαῒμ, βασιλέα Συρίας ποταμῶν, θλίψαντα τὸν λαὸν ἔτη μʹ· μετὰ τοῦτον Αὐὼδ, ἀμφοτεροδέξιος· οὗτος ἀνεῖλε τὸν Αἰγλὼμ βασιλέα Μωὰβ, ἐν μαχαίρᾳ διστόμῳ, δρακὸς ἐχούσῃ τὸ μῆκος, θλίψαντα τὸν λαὸν ἔτη ιηʹ· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη πʹ· μετὰ τοῦτον Ταμεγὰρ, υἱὸς Δινάχ· οὗτος ἐπάταξεν ἑξακοσίους τῶν ἀλλοφύλων ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ αὐτὸς ἔκρινε τὸν λαὸν ἔτος αʹ. Μετ᾽ αὐτὸν Βαρὰχ, υἱὸς Ἀβινέχ. Οὗτος ἐπολέμησεν Ἰαβὶν καὶ τὸν Σισάρα, θλίψαντας τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν μὲν οὖν Σισάρα ἀπέκτεινεν Ἰαὴλ, γυνὴ Χαθὲρ τοῦ Κιναίου ἐν πασσάλῳ· αὐτὸς δὲ ἔκρινεν τὸν Ἰσραὴλ ἔτη μʹ. Μετ᾽ αὐτὸν Γεδεών· αὐτός ἐστιν Ἱεροβαάλ.
Αὐτὸς ἐπάταξε Μαδιὰν, καὶ τὸν Ὠρὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τόν τε πύργον Φανουὴλ κατέστρεψε, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ. Αὐτὸς δὲ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Μετὰ τοῦτον Ἀβιμελὲχ, υἱὸς Γεδεὼν ἐκ παλλακῆς· οὗτος ἀπέκτεινε τοὺς ἀδελφοὺς ἑαυτοῦ, τοὺς ἐκ τῶν ἐλευθέρων, οʹ ἄνδρας ἐπὶ λίθον ἕνα. Ἔφυγε δὲ εἷς ἐξ αὐτῶν Ἰωάθαμ.
Ἀλλὰ καὶ Ἀβιμελὲχ γέγονε μετὰ τῶν αὐτῷ συνελθόντων ὡς πῦρ ἀπὸ ῥάμνου· πολλούς τε ἀποκτείνας, ἀπέθανε καὶ αὐτὸς ῥιψάσης γυναικὸς ἀπὸ τοῦ τείχους ἐπ᾽ αὐτὸν κλάσμα μύλου. Καὶ αὐτὸς δὲ ἦρξεν ἔτη τρία. Μετ᾽ αὐτὸν Θωλὰ υἱὸς Φούα, υἱὸς πατραδέλφου Ἀβιμελέχ. Καὶ αὐτὸς ἦρξεν ἔτη κγʹ.
Μετ᾽ αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. Μετ᾽ αὐτὸν Ἰεφθάε ὁ Γαλααδίτης· οὗτος ἀπέκτεινε τοὺς Ἀμανίτας καὶ τοὺς Φυλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ. Εὐξάμενος δὲ ἐν τῷ πολέμῳ τὸν ἀπαντῶντα πρῶτον μετὰ τὴν νίκην ἀναφέρειν εἰς θυσίαν, ἀπαντήσασαν τὴν θυγατέρα, ἠξίωσεν πρότερον συγχωρηθῆναι αὐτῇ δίμηνον κλαῦσαι τὰ παρθένια αὐτῆς· οὕτως αὐτὴν ἀνενεγκὼν ὁ πατὴρ εἰς θυσίαν, ἔκρινε τὸν λαὸν ἔτη ἕξ. Μετ᾽ αὐτὸν Ἀβαισὰν ἀπὸ Βηθλεὲμ ἔτη ἑπτά. Μετ᾽ αὐτὸν Ἀϊλὼν ὁ Ζαβουλωνίτης ἔτη ιʹ. Μετ᾽ αὐτὸν Λαβδὼν, ὁ Φαραθωνίτης ἔτη ηʹ. Μετ᾽ αὐτὸν Σαμψὼν ἀπὸ Δάν· οὗτος ἐπάταξε τοὺς Φυλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἄλλοτε ῥάβδῳ, καὶ αὖθις ἀλώπεξι, καὶ ὕστερον συμπτώματι τοῦ οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. Ποσοῦνται οὖν οἱ πάντες κριταὶ εἰς ιγʹ· τὰ δὲ ἔτη αὐτῶν υιαʹ.
Βιβλίον ηʹ, Ῥούθ. Οὕτω λέγεται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ῥοὺθ ἱστορίαν μόνην περιέχει. Ἔστι δὲ αὕτη ἡ Ῥοὺθ τὸ μὲν γένος Μωαβῖτις, καὶ ἐν σωφροσύνῃ διαπρέψασα. Ἀποταξαμένη δὲ τῇ συγγενείᾳ καὶ τῇ πατρικῇ δεισιδαιμονίᾳ, μετέβαλεν εἰς θεοσέβειαν, καὶ μετῆλθεν εὐθὺς εἰς Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκεῖ τε ἐζεύχθη τῷ Βοὸζ ἐκ φυλῆς Ἰούδα τυγχάνοντι, καὶ λοιπὸν ἐξ αὐτῆς γενεαλογεῖται ὁ Δαβὶδ οὕτω· Βοὸζ ἐκ τῆς Ῥοὺθ γεννᾷ τὸν Ὠβήδ· Ὠβὴδ δὲ τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ τὸν Δαβίδ.
Βιβλίον θʹ, Βασιλεῖαι πρώτη καὶ δευτέρα. Βασιλεῖαι ὀνομάζεται τὰ βιβλία, ἐπειδὴ καὶ τὰς πράξεις τῶν γενομένων βασιλέων ἔν τε τῷ Ἰούδα καὶ τῷ Ἰσραὴλ, καὶ τὰ ἔτη αὐτῶν περιέχει. Διείληπται δὲ ἐν μὲν τῇ πρώτῃ βίβλῳ τῶν Βασιλειῶν ταῦτα· θάνατος μὲν Ἠλεὶ τοῦ ἱερέως καὶ τῶν υἱῶν αὐτοῦ· γένεσις δὲ τοῦ Σαμουήλ· πῶς τε ὁ λαὸς, τὸ πρότερον ἀρχόμενος ὑπὸ τοῦ Θεοῦ, ἐγείροντος αὐτοῖς κατὰ καιρὸν τὸν βοηθὸν, ὅμως ᾔτησε παρὰ τοῦ Σαμουὴλ, κατὰ τὸ ἔθος τῶν ἐθνῶν, βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ, ἐκ φυλῆς Βενιαμίν· καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου καὶ ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλείας. Περιέχεται δὲ ἐνταῦθα, πῶς ὁ μὲν Σαοὺλ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ ἀφῃρέθη ἀπὸ τοῦ γένους αὐτοῦ ἡ βασιλεία· ὁ δὲ Δαβὶδ ἀντ᾽ αὐτοῦ ἐχρίσθη, καὶ μετηνέχθη εἰς τὸ γένος αὐτοῦ ἡ βασιλεία. Καὶ τὸν μὲν Γολιὰθ ἀνεῖλεν ὁ Δαβὶδ λιθαρίῳ μικροτάτῳ· ἐπειδὴ δὲ αἱ χορεύουσαι, τὰς μυριάδας δέδωκαν τῷ Δαβὶδ, τὰς δὲ χιλιάδας τῷ Σαοὺλ, φθονήσας ὁ Σαοὺλ, ἐδίωκε τὸν Δαβίδ· καὶ ὁ μὲν Δαβὶδ διεσώθη, ὁ δὲ Σαοὺλ πολεμούμενος ἐζήτησεν ἐγγαστριμύθους, καὶ τῇ ἐπαύριον ἀναιρεθεὶς ἀπέθανε. Καὶ ἐν τούτῳ συμπληροῦται ἡ πρώτη βίβλος τῶν Βασιλειῶν.
Ἐν δὲ τῇ δευτέρᾳ πάλιν Δαβὶδ διεδέξατο τὴν βασιλείαν· Καὶ κατ᾽ ἀρχὰς μὲν ὁ υἱὸς Σαοὺλ Μεμφιβοσὲθ ἐφιλονείκει, θέλων βασιλεύειν· ὕστερον δὲ πάντες προσετέθησαν τῷ Δαβίδ. Πάντας δὲ τοὺς πολέμους περιεγένετο Δαβίδ. Τὴν μὲν τοῦ Οὐρίου γυναῖκα τὴν Βηρσαβεὲ ἔλαβεν· ὁ δὲ υἱὸς αὐτοῦ Ἀβεσαλὼμ ἐδίωξεν αὐτὸν, καὶ μετ᾽ οὐ πολὺ συστάντος πολέμου, ἀνῃρέθη ὁ Ἀβεσαλώμ. Εἶτα τὸν λαὸν ἀριθμήσας, κεκίνηκεν ὀργὴν θείαν καθ᾽ ἑαυτοῦ. Ἀλλὰ μετὰ ταῦτα, παρακληθέντος τοῦ Θεοῦ, ἡ ὀργὴ ἐπαύθη.
Καὶ εἰς τοῦτο λήγει καὶ τὸ δεύτερον βιβλίον τῶν Βασιλειῶν, γηράσαντος τοῦ Δαβίδ. Δυνατοὺς δὲ ὑφ᾽ ἑαυτὸν ἔσχεν ὁ Δαβὶδ, μεγάλους μὲν καὶ πολλοὺς, ὥστε τὸν μὲν μικρότερον αὐτῶν πρὸς ἑκατὸν ποιεῖν, τὸν δὲ μέγαν αὐτῶν πρὸς χιλίους. Ἔστι δέ τινων αὐτῶν τὰ ὀνόματα καὶ ἡ πρᾶξις· Σεβοχαὶ ὁ Ἀστωθί· οὗτος ἐπάταξεν τὸν Σὲρ, τὸν τοῦ Ῥαφᾶ, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἐλεανᾶν, υἱὸς Ἀριωργὶ ὁ Βηθλεεμίτης· οὗτος ἐπάταξε Γολιὰθ τὸν Χεταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος, ὡς ἀντίον ὑφαινόντων. Ἦν δὲ καὶ οὗτος υἱὸς τοῦ Ῥαφᾶ. Ἰωνάθαν υἱὸς Σεμεσεὶ, ἀδελφοῦ Δαβίδ· οὗτος ἐπάταξεν ὀνειδίσαντα τῷ Ἰσραὴλ ἄνδρα ἐκ Ῥαμεδῶν, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἓξ, υἱὸν ὄντα καὶ αὐτὸν τοῦ Ῥαφᾶ, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἀδίνων ὁ Ἀσωναῖος· οὗτος ἐσπᾶτο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ. Ἰεσσαιβαδὰ υἱὸς Ἀχαμανῆ· καὶ οὗτος ἐσπᾶτο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. Ἐλεανᾶν υἱὸς Σωσῆ· οὗτος, συναχθέντων τῶν ἀλλοφύλων, μόνος ἥλατο ἐπ᾽ αὐτοὺς, καὶ αὐτοὺς μὲν ἀνῄρει, ὥστε τὸ δόρυ ἐμπαγῆναι τῇ χειρὶ αὐτοῦ· ὁ δὲ λαὸς ὀπίσω αὐτοῦ ἐσκύλευε. Μαρᾶ υἱὸς Ἀσᾶ, ὁ Σαρουχαῖος· οὗτος ἐπελθόντων τῶν ἀλλοφύλων, καὶ βουλομένων ἁρπάσαι τὴν μερίδα τοῦ ἀγροῦ, πλήρη οὖσαν φακῆς, τοῦ τε λαοῦ φυγόντος, μόνος ἔστη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὸν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν.
Ἐλεάζαρ, υἱὸς Δωδεθαρχωνί· καὶ οὗτος, μερίδος οὔσης κριθῶν, καὶ ἐπελθόντων τῶν ἀλλοφύλων, τοῦ τε λαοῦ φυγόντος, μόνος ἐστηλώθη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ κριθὴν ἔσωσε. Τρεῖς δὲ δυνατοὶ ἀπὸ τῶν τριάκοντα ἦσαν μετὰ τοῦ Δαβὶδ, καὶ τῶν ἀλλοφύλων κυκλωσάντων τὴν Βηθλεὲμ, τοῦ δὲ Δαβὶδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, διέβησαν οἱ τρεῖς, καὶ διαῤῥήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ λάκκου, καὶ ἤνεγκαν ὕδωρ τῷ Δαβίδ. Θαυμάσας δὲ ὁ Δαβὶδ τὴν δύναμιν αὐτῶν, τὸ μὲν ὕδωρ ἐδέξατο, πιεῖν δὲ οὐκ ἐθέλησεν· ἀλλ᾽ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ λέγων· «Ἵλεώς μοι, Κύριε, τοῦτο ποιῆσαι· εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ταῖς ψυχαῖς αὐτῶν πίομαι;» Βανέας, υἱὸς Ἰωδαὲ, πολλὰ μὲν ἐποίησεν ἔργα δυνατά· ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χιόνος εἰς λάκκον, ἐπάταξε τὸν λέοντα. Οὗτος ἐπάταξε καὶ ἄνδρα δυνατὸν Αἰγύπτιον πεντάπηχυν ὄντα, καὶ ἔχοντα δόρυ ὡς ξύλον διαβάθρας· ἁρπάσας γὰρ ἀπ᾽ αὐτοῦ τὸ δόρυ μετ᾽ αὐτοῦ τοῦτον ἀπέκτεινεν. Ἀβισᾶ ἀδελφὸς Ἰωὰβ, υἱὸς Σαρουίας τῆς ἀδελφῆς Δαβίδ. Ἄρχων μὲν ἦν καὶ οὗτος ἐν τοῖς προειρημένοις τρισίν· αὐτὸς δὲ ἐπάταξε τραυματίας τριάκοντα δόρατι ἐν καιρῷ τινι, καὶ ἔτρεχεν ὡς δορκὰς ἐν τοῖς ὄρεσι. Καὶ πάλιν αὐτὸς ἐπάταξε καὶ ἐθανάτωσε τὸν Ἐσβιὲν, θέλοντα ἀναιρῆσαι τὸν Δαβίδ.
Ἦν δὲ ὁ Ἐσβιὲν ἔκγονος τοῦ Ῥαφᾶ· δόρυ δὲ εἶχε σταθμοῦ ὁλκῆς χαλκοῦ τριάκοντα σίκλων, καὶ περιεζωσμένος ἦν κορύνην. Οὗτοι μὲν οὖν μεγάλοι καὶ δυνατοὶ ἦσαν· τοὺς δὲ πολεμιστὰς πάντας εἶχε Δαβὶδ μυριάδας τριάκοντα τέσσαρας καὶ διακοσίους.
Βιβλίον ιʹ, Βασιλεῖαι τρίτη καὶ τετάρτη. Ἐν μὲν οὖν τῇ τρίτῃ πάλιν περιέχεται, ὅτι, γηράσαντος τοῦ Δαβὶδ, ἐπαίρει ἑαυτὸν Ἀδωνίας ὁ υἱὸς αὐτοῦ, καὶ χωρὶς τοῦ πατρὸς ἀναγορεύει ἑαυτὸν βασιλέα. Καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ, ἀποστέλλει Ναθὰν τὸν προφήτην, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βανέαν υἱὸν Ἰωδαὲ, καὶ ἐντέλλεται αὐτοῖς, καὶ χρίουσι τὸν Σαλομῶνα εἰς βασιλέα ἔτι ζῶντος τοῦ Δαβίδ.
Ὁ μὲν οὖν Ἀδωνίας εὐθὺς καταλύεται· ὁ δὲ Σαλομὼν, διαδεξάμενος, οἰκοδομεῖ τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ ἐν ἑπτὰ ἔτεσιν. Ἦσαν δὲ αὐτῷ ἀπὸ τῶν προσηλύτων αἴροντες μὲν ἄρσιν ἑβδομήκοντα χιλιάδες· λατόμοι δὲ πάλιν ἀπὸ τῶν προσηλύτων μυριάδες ὀκτώ. Ἐπιστατοῦντας δὲ τοῖς ἔργοις εἶχε τρισχιλίους εἴκοσι. Καὶ εἰς μὲν τὴν τροφὴν αὐτῶν καὶ τὰ δέοντα δώδεκα ἦσαν οἱ χορηγοῦντες ἕκαστον μῆνα. Καὶ ἦν τὸ καθ᾽ ἡμέραν αὐτῶν τοῦτο λʹ κόροι σεμιδάλεως, ξʹ κόροι ἀλεύρου κεκουπανισμένου, μόσχοι ἐκλεκτοὶ δέκα, βόες δὲ νομάδες εἴκοσι, πρόβατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων, καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτῶν. Ἀγέλην δὲ εἶχε θηλειῶν μὲν ἵππων τοκάδων μυριάδας τέσσαρας, ἵππων δὲ εἰς ἅρματα χιλιάδας ιβʹ. Πλοῦτον δὲ εἶχε πολύν· ἐν γὰρ τῷ ἑνὶ ἐνιαυτῷ τοῦ κομισθέντος αὐτῷ χρυσίου ἦν ὁ σταθμὸς, τάλαντα χξϛʹ, χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων. Καὶ ἡ βασίλισσα δὲ Σαβὰ ἐλθοῦσα πρὸς αὐτὸν, δέδωκεν αὐτῷ χρυσίου τάλαντα ρκʹ, καὶ λίθον τίμιον, καὶ ἡδύσματα ἀμύθητα. Μετὰ δὲ θάνατον Σαλομῶνος, διεδέξατο ὁ υἱὸς αὐτοῦ Ῥοβοὰμ τὴν βασιλείαν, καὶ ἐπ᾽ αὐτοῦ ἐσχίσθη ἡ ἀρχή· καὶ δέκα μὲν φυλαὶ ἀπῆλθον εἰς Σαμάρειαν· δύο δὲ ἔμειναν ἐν Ἱερουσαλὴμ, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Εἰσὶν οὖν τὰ ἐμπεριεχόμενα τούτῳ τῷ τρίτῳ βιβλίῳ πράξεις καὶ ἔτη βασιλέων τούτων· Σαλομῶνος βασιλέως πάντων ὁμοῦ.
Μετὰ δὲ τὴν διαίρεσιν τῆς βασιλείας, ὡς εἴρηται, τῶν μὲν ἐν Ἰουδαίᾳ βασιλέων τῶν δύο φυλῶν, Ῥοβοὰμ, Ἀβιοῦ, Ἀσᾶ, καὶ Ἰωσαφάθ· τῶν δὲ ἐν Σαμαρείᾳ βασιλέων τῶν δέκα φυλῶν, Ἱεροβοὰμ, Ναβὰθ, Βαασᾶ, Ἠλὰν, Ζαμβρῆ, καὶ Ἀχαάβ. Καὶ περὶ προφητῶν δὲ διαλαμβάνει τούτων· Ναθὰν, καὶ Γὰδ, καὶ Ἀχιᾶ τοῦ Σηλωνίτου, καὶ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας· καὶ περὶ Ἠλίου καὶ Ἐλισσαίου, καὶ τοῦ προφητεύσαντος τῷ Ἀχαὰβ περὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ τοῦ πατάξαντος αὐτὸν, καὶ ἐλέγξαντος τὸν Ἀχαάβ· καὶ ὅτι ἦσαν υἱοὶ τῶν προφητῶν καθ᾽ ἑαυτοὺς ἀναχωροῦντες. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς Ἠλίας προεφήτευσε, καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία, καὶ ὅτι οἱ κόρακες ἔφερον αὐτῷ διὰ ῥήματα Κυρίου πρωΐας μὲν ἄρτους, δείλης δὲ κρέα. Ἔν τε τῇ Σαρεφθὰ τῆς Σιδωνίας πεποίηκε διὰ ῥήματα Κυρίου μὴ ἐκλεῖψαι τῆς χήρας τὴν ὑδρίαν τοῦ ἀλεύρου, καὶ τὸν καμψάκην τοῦ ἐλαίου μὴ ἐλαττονηθῆναι.
Καὶ τὸν μὲν υἱὸν αὐτῆς ἀποθανόντα ἤγειρεν εὐξάμενος· τοὺς δὲ προφήτας τοῦ Βάαλ ἐποίησεν ἀναιρεθῆναι, ὄντας τὸν ἀριθμὸν υνʹ. Καὶ τῇ μηλωτῇ δὲ ἐπάταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθα καὶ ἔνθα τὸ ὕδωρ, καὶ διέβη τῷ ποδὶ τὸν ποταμόν. Λήγει δὲ ἡ βίβλος αὐτὴ εἰς τὸν θάνατον τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ, καὶ εἰς τὸν θάνατον Ἰωσαφὰτ βασιλέως Ἰούδα, καὶ εἰς τὴν ἀρχὴν βασιλείας Ὀχοζίου υἱοῦ Ἀχαὰβ, καὶ εἰς τὴν ἀρχὴν Ἰωρὰμ υἱοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα.
Βίβλος δʹ, Βασιλειῶν. Ἐν δὲ τῇ τετάρτῃ βίβλῳ ἐστὶ, πῶς οἱ δύο πεντηκόνταρχοι τοῦ Ὀχοζίου πυρὶ ἀνηλώθησαν διὰ ῥήματα Ἠλίου τοῦ προφήτου, καὶ ὅτι ἀνελήφθη Ἠλίας, καὶ ἐπανεπαύσατο ἐπὶ Ἐλισσαιὲ τὸ πνεῦμα Ἠλίου, καὶ γέγονεν αὐτῷ διπλᾶ ἐν πνεύματι· καὶ πῶς ὁ Ἠλισσαῖος τὸν μὲν υἱὸν τῆς Σουναμίτιδος ἀποθανόντα ἤγειρεν εὐξάμενος, τὸν δὲ Νεαιμὰν τὸν Σύρον ἐκαθάρισεν ἀπὸ τῆς λέπρας, τῆς τε γυναικὸς τοῦ προφήτου πεπλήρωκε τὰ ἀγγεῖα ἐλαίου ἐν λόγῳ Κυρίου, καὶ ἐπὶ τὰ ὀστᾶ δὲ αὐτοῦ μετὰ θάνατον ἐῤῥίφη νεκρὸς μονόζωνος, καὶ ὡς ἥψατο τῶν ὀστέων τοῦ προφήτου, ἀνέζησε· καὶ τῇ μηλωτῇ Ἠλίου ἐπάταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθεν καὶ ἔνθεν τὸ ὕδωρ, καὶ διέβη πεζῇ καὶ αὐτός. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ πῶς ὁ μὲν Σεναχηρεὶμ καὶ Ῥαψάκης, πολλὰ βλασφημήσαντες, ἐδιώχθησαν καὶ χιλιάδες ἀνδρῶν αὐτῶν ρπεʹ ἐν μιᾷ νυκτί. Ὁ δὲ βασιλεὺς Ἰωσίας καθεῖλε πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ πεποίηκε τὸ Πάσχα, ὡς γέγραπται νομίμως.
Περιέχει δὲ ἡ βίβλος καὶ πράξεις βασιλέων καὶ ἔτη· τῶν μὲν ἐν Ἰουδαίᾳ Ἰωρὰμ, καὶ Ὀχοσίου καὶ Ἰωᾶς καὶ Ἀμεσσία, καὶ Ὀζίου, καὶ Ἰωάθαν, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, καὶ Μανασσῆ, καὶ Ἀμὼς, καὶ Ἰωσία, καὶ Ἰωάχαζ, καὶ Ἐλιακεὶμ, καὶ Ἰωακεὶμ, καὶ Ματθανὰν, τοῦ καὶ Σεδεκία· τῶν δὲ ἐν Σαμαρείᾳ Ὀχοζίου, καὶ Ἰωρὰμ, καὶ Ἰοῦ, καὶ Ἰωάχαζ, καὶ Ἰωᾶς, καὶ Ἱεροβοὰμ, καὶ Ζαχαρίου, καὶ Σελλοὺμ, καὶ Μαναὴμ, καὶ Φακεσσίου, καὶ Φακὲς, καὶ Ὠσηέ· καὶ περὶ προφητῶν, Ἠλία, καὶ Ἐλισσαιὲ, καὶ Ἡσαΐου, καὶ Ἱερεμίου, καὶ ὅτι ἡ μὲν βασιλεία Σαμαρείας πέπαυται ἐπὶ Ὀσηὲ, υἱῷ Ἡλᾶ τῷ καὶ σφάξαντι τὸν Φακεὲ υἱὸν Ῥομελίου· ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται ἐπὶ Σεδεκίᾳ. Καὶ αὐτὸς γὰρ ἀπήχθη εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, εἰς μύλωνα ἐβλήθη ἔτη κϛʹ. Μετὰ ταῦτα, ὕψωσεν αὐτὸν τὸν Ἰωακεὶμ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδωκε αὐτῷ τὸν θρόνον ἐπάνω τῶν ἐκεῖ βασιλέων, καὶ συνήσθιε καὶ συνέπινε μετ᾽ αὐτοῦ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τούτοις λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης.
Ἐπιτομὴ πράξεων τῶν βασιλέων τῆς Ἰουδαίας καὶ Ἰσραήλ. Ἀρχῆθεν οὖν πάλιν ἀναληπτέον τὸν λόγον, καὶ κατ᾽ ἐπιτομὴν ἐκθετέον τῶν πάντων βασιλέων, καὶ τῶν Ἰουδαίων, καὶ τῶν τῆς Σαμαρείας, τὰ ὀνόματα καὶ τὰς πράξεις, καὶ τὰ τῆς ἑκάστου βασιλείας ἔτη· καὶ πρῶτον περὶ τῶν βασιλέων Ἱερουσαλήμ. Μετὰ δὲ τὸ ἀπολέσθαι τὸν Σαοὺλ, βασιλεύσαντος ἔτη μʹ, Δαβὶδ βασιλεύει ἐπὶ πάντα τὸν Ἰσραὴλ, καὶ αὐτὸς ἔτη μʹ· οὕτως ἐν μὲν Χεβρῶν ἔτη ζʹ, ἐν δὲ παντὶ Ἰσραὴλ καὶ Ἰούδα ἔτη λγʹ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Σαμουὴλ, Ναθὰν, Γάδ. Σαλομῶν ὁ υἱὸς Δαβὶδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν.
Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ ἔμειναν μετ᾽ αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν· ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχιὰς ὁ Σηλωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδώ. Ἀβιοῦ υἱὸς αὐτοῦ ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία, ὡς Δαβὶδ, ἀλλὰ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ.
Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσσᾶ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ εὐθές· ἀλλ᾽ ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμῆ. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ· καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε.
Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλοίων πραγματείαν. Ἐπὶ τούτου ἦσαν προφῆται Ἠλίας, Ἐλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ Ἀναμῆ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιαδᾶ ὁ τοῦ Ὠδιᾶ ἀπὸ Μαρίσης. Ἰωρὰμ υἱὸς αὐτοῦ ἔτη ηʹ· καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος.
Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ· καὶ ἐποίησε τὸ πονηρόν. Μετ᾽ αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώτισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευεν Ἀζαρίας [Ζαχαρίας] υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησεν ἐν ἀρχῇ τὸ εὐθὲς, ἀλλ᾽ οὐχ ὡς Δαβίδ· ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται· ἀλλ᾽ οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν.
Μετὰ ταῦτα μέντοι, Ἀμεσίας, πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας, αὐτός ἐστιν Ὀζίας, ἔτη νβʹ· καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ Πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιάσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη, ἀκούσας· «Οὐ σοὶ, Ὀζία, θυμιάσαι τῷ Κυρίῳ, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις.» Ἐπὶ τούτου προεφήτευσεν Ἡσαΐας. Ἰωάθαμ υἱὸς αὐτοῦ ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ, υἱὸς αὐτοῦ, ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς Δαβὶδ τελείως. Οὗτος καθεῖλε τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἐπὶ τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης, οἱ Ἀσσύριοι, βλασφημοῦντες, ἐπατάχθησαν μὲν αὐτοὶ μετὰ ταῦτα, ἐν μιᾷ δὲ νυκτὶ χιλιάδες ρπεʹ. Ἐξελθὼν ἄγγελος ἀνεῖλε. Νοσήσας δὲ Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ· καὶ ἐποίησε τὸ πονηρόν. Οἷα γὰρ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε· καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδα, ὥστε καὶ δι᾽ αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν.
Καὶ γὰρ ἐπ᾽ αὐτοῦ ἐλέχθη· «Ὃς ἐξήμαρτε τὸν Ἰούδαν·» διὸ καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ᾽ ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν ταῖς Παραλιπομέναις γέγραπται, μετανοήσαντα αὐτὸν ἐπέστρεψεν ὁ Θεὸς εἰς τὴν Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας· μετανοῶν τε καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει Δαβίδ· ἀλλ᾽ ἐν τῷ κήπῳ αὐτοῦ, ἐν κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς· καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ἐτῶν ὄντα ὀκτώ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ ὁδῷ Δαβὶδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε, γενόμενος ἐτῶν ιϛ· τόν τε νόμον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε. Καὶ τὸ Πάσχα ἐκήρυξε, καὶ ἐποίησεν αὐτὸ, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου, φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὠλδὰ ἡ προφῆτις, γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαώ. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας.
Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς καὶ μετωνομάσθη Ἰωακεὶμ, ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς αὐτοῦ μῆνας γʹ· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Μανθανὰν υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσωρ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβασίλευσεν ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα ἐκράτει, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σαμαρείας· καὶ γὰρ καὶ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν.
Ὁμοῦ οἱ γεγονότες βασιλεῖς Ἱερουσαλὴμ ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εἴκοσι καὶ εἷς, ἄνευ δηλονότι τῆς Γοθολίας, βασιλευσάσης καὶ αὐτῆς, ὡς εἴρηται, μετὰ τελευτὴν τοῦ υἱοῦ αὐτῆς Ὀχοζίου ἔτη ἑπτά.
Βασιλεῖς Ἰσραήλ. Ἑξῆς δὲ ῥητέον καὶ περὶ τῶν ἐν Σαμαρείᾳ γενομένων βασιλέων τοῦ Ἰσραήλ· πῶς τε ἐκαλεῖτο ἕκαστος τούτων, καὶ πόσα ἐβασίλευσεν ἔτη, καὶ ὅπως ἐβίωσεν. Πρῶτος Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἐβασίλευσεν ἐν Σαμαρείᾳ, σχισθείσης τῆς βασιλείας, ἀνελθὼν ἀπ᾽ Αἰγύπτου. Καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτερος.
Φοβούμενος γὰρ μὴ καταλυθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· «Οὗτοι οἱ θεοί εἰσιν οἱ ἀναγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου.» Ἐπλάσατο δὲ καὶ ἱερέας αὐταῖς, καὶ οὕτως αὐτὸς ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ᾽ αὐτὸν κατηκολούθησαν.
Ἐβασίλευσε δὲ ἔτη κδʹ. Ἐπὶ τοῦτον ἦν προφήτης Ἀχιᾶ ὁ Σηλωνίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ᾽ αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Βαασᾶ ἄλλου γένους ἔτη κδʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρῆ ἑτέρου γένους ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ· καὶ ἐποίησε τὸ πονηρὸν πλέον τῶν ἄλλων. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ᾽ ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωαρὰμ, υἱὸς ἕτερος Ἀχαὰβ, ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἐπὶ τούτου ἀνελήφθη· ὁ δὲ Ἐλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἦσαν δὲ ἐπὶ τούτοις καὶ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κηʹ. Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ, καὶ τοὺς προφήτας τοῦ Βάαλ ἐν πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε.
Καὶ ἐν τούτῳ ποιήσας τὸ εὐθὲς, ἔσχεν ἐπαγγελίαν, ὅτι, Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ. Πλὴν οὐκ ἐφύλαξεν ἐν ὅλῃ καρδίᾳ τὸν νόμον· οὐκ ἀπέστη γὰρ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ διὰ τὰς δαμάλεις.
Ἰοάχαζ υἱὸς αὐτοῦ ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωᾶς υἱὸς αὐτοῦ ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπολέμει τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ἓξ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου τὸ γένος Ἰοῦ γεγόνασιν υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους υἱὸς Ἰαβὶς ἡμέρας λʹ· καὶ ἐποίησε τὸ πονηρόν.
Μαναὴμ ἄλλου γένους υἱὸς Γαδδὴ, ἔτη κʹ· καὶ ἐποίησε τὸ πονηρόν. Φακείας υἱὸς αὐτοῦ, ἔτη ιʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου Ἡσαΐας καὶ Ὠσηὲ ἦσαν προφητεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥομελίου, ἔτη κʹ. Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπὶ τούτου ἦσαν Ἡσαΐας καὶ Ὠσηὲ οἱ προφῆται. Ὠσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ.
Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ. Ἕως τούτου τοῦ Ὠσηὲ κατέληξε καὶ ἡ βασιλεία Σαμαρείας. Ἔκτοτε γὰρ πέπαυται, καὶ ἀπώλετο Σαμαρεία, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλούμενοι καὶ Σαδδουκαῖοι [l. Χουθαῖοι].
Συνάγονται οὖν οἱ χρόνοι τῶν μὲν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τοῦ Σεδεκία, καὶ αὐτοῦ, τὰ πάντα ἔτη υʹ, βασιλεῖς τε οἱ πάντες καʹ δίχα τῆς Γοθολίας, καὶ γένους ἅπαντες ἑνὸς τοῦ Δαβὶδ, παῖς παρὰ πατρὸς κατὰ διαδοχὴν, ἐξ ἀρχῆς ἄχρι τέλους τὴν βασιλείαν κληρούμενοι.
Ἐκ τούτων δὲ πάλιν οἱ μὲν ποιήσαντες τὸ εὐθὲς εἰσὶν θʹ, οἱ δὲ ποιήσαντες τὸ πονηρὸν ιβʹ χωρὶς τῆς Γοθολίας. Τῶν δὲ ἐν Σαμαρείᾳ πάλιν βασιλευσάντων ἀπὸ Ἱεροβοὰμ καὶ μέχρι Ὠσηὲ τὰ πάντα ἔτη σξʹ· καὶ βασιλεῖς μὲν οἱ πάντες ιηʹ, ἐκ διαφόρων δὲ γενῶν.
Καὶ τούτων ὀκτὼ ἐπὶ τὸ ἄρχειν ἀναβεβηκότες· καὶ πάντες ἐποίησαν τὸ πονηρὸν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ.
Βιβλίον ιαʹ, Παραλιπόμεναι αʹ καὶ βʹ. Οὕτω καλεῖται τὰ βιβλία ταῦτα, ἐπειδὴ παραλειφθέντα πολλὰ ἐν ταῖς Βασιλείαις περιέχεται ἐν τούτοις. Ἔστι δὲ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ γενεαλογία πασῶν τῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς, καὶ κατὰ δήμους, καὶ κατὰ πατριὰς, καὶ κατ᾽ οἶκον· ἐν δὲ τῷ δευτέρῳ διαλαμβάνονται πράξεις τῶν βασιλέων.
Εἴρηται μὲν οὖν ἐν τοῖς ἔμπροσθεν, ὅτι οἱ συγγραψάμενοι τάς τε πράξεις καὶ τοὺς χρόνους τῶν βασιλέων εἰσὶν οἱ κατὰ καιροὺς ὄντες προφῆται· ὑπὲρ δὲ τοῦ γιγνώσκειν ἐν μέρει αὐτοὺς, ἐσημειωσάμεθα ταῦτα ἐκ τῶν Παραλιπομένων· τὰ περὶ τοῦ Δαβὶδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γὰδ, οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχιᾶ, οἱ προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμαίας καὶ Ἀδδὼ, οἱ προφῆται· τὰ περὶ Ἀβιᾶ, Ἀδδὼ ὁ προφήτης· τὰ περὶ Ἀσᾶ ἐν τῷ βιβλίῳ Λόγων περὶ τῶν Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰηοῦ ὁ προφήτης, ὁ τοῦ Ἀναμῆ, ὃς κατέγραψε βιβλίον Λόγων Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωᾶς ἐπὶ τὴν γραφὴν τῶν Βασιλειῶν· τὰ περὶ Ἀμεσία ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ὀζίου, Ἰεσσίας ὁ προφήτης· τὰ περὶ Ἰωάθαμ ἐπὶ βιβλίον τῶν Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἀχὰζ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἐζεκίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης· τὰ περὶ Μανασσῆ ἐπὶ Λόγον τῶν ὁρώντων· τὰ περὶ Ἰωσίου ἐπὶ βιβλίον Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωακεὶμ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
Βιβλίον ιβʹ, Ἔσδρας αʹ καὶ βʹ. Ταῦτα τὰ δύο βιβλία παρ᾽ αὐτοῦ ἐκείνου συνεγράφησαν, οὗ καὶ τὴν ἐπιγραφὴν ἐπιφέρονται. Οὗτος γὰρ Ἔσδρας, ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξηγεῖται τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ, τὴν ἀπὸ Περσίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Καὶ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ διαλαμβάνει, ὅπως γέγονε τὰ τῆς ἐπανόδου ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα, καὶ Ζοροβάβελ, καὶ Νεεμία εὐνούχου Ἰουδαίου. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου αὕτη· Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ὧν εἷς ἦν ὁ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι, τεθείσης ἐπαγγελίας αἰτῆσαι τὸν νικῶντα, ὅπερ ἂν ἐθελήσῃ παρὰ τοῦ βασιλέως.
Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, τοῦ δὲ ἑτέρου εἰρηκότος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ διετείνατο νικᾷν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν αὐτὸς ἀφεθῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ.
Καὶ γέγονεν ὡς ἠξίωσε· καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ ἑξήκοντα ἔτη τῆς ὀργῆς. Εἰσὶ δὲ οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμαλωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται πάντες ὁμοῦ τὸν ἀριθμὸν μυριάδες τέσσαρες καὶ δισχίλιοι καὶ τριακόσιοι καὶ ἑξήκοντα· παῖδες δὲ αὐτῶν καὶ παιδίσκαι, ζτλδʹ· οἱ ᾄδοντες σμεʹ· κάμηλοι υλεʹ· ὄνοι ϛψκʹ. Καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας· ὁ δὲ Ἔσδρας, εὐφυὴς ὢν ἐν τῷ νόμῳ, αὐτὸς προεκόμισε τὸν νόμον καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν, καὶ τοὺς Λευΐτας αὐτὸς ἔδειξεν ἐκ τοῦ νόμου, καὶ ἐποίησεν ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας ἀπὸ τῶν λαβόντων αὐτὰς ἐν καιρῷ τῆς αἰχμαλωσίας.
Ἐξέβαλον γὰρ πάντες καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησαν τὸ Πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν νηστείαν. Ἐν δὲ τῷ δευτέρῳ λόγῳ τὰ αὐτὰ μὲν πάλιν λέγει περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβλημάτων· τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου, ὅτι καὶ αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ, καὶ ὅτι ὁ μὲν Ἔσδρας ἀνεγίνωσκεν· Ἰησοῦς δὲ καὶ Βαναίας καὶ Ἀβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστελλεν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκεν ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ Πάσχα. Καὶ τῷ ἑβδόμῳ μηνὶ ἐποίησαν τὴν νηστείαν, καὶ τὴν Σκηνοπηγίαν, ὡς γέγραπται· «Ὅτι,» φησὶν, «οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ.» Ἔσδρας δὲ, ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀσωτίους τοῖς Ἑβραίοις, πενθήσας καὶ κλαύσας, ἐποίησε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ· καὶ ἐξέβαλε τὰς γυναῖκας ὡς παράνομον γάμον· καὶ ὤμοσαν πάντες φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες, ηὐφράνθησαν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι, ἀπολομένων τῶν βιβλίων ἐξ ἀμελείας τῶν λαῶν, καὶ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα καθ᾽ ἑαυτὸν, καὶ λοιπὸν προήνεγκε, καὶ πᾶσιν ἐκδέδωκε, καὶ οὕτως διασώζεται τὰ βιβλία.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.