Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Ποιητικά και Διδακτικά βιβλία της Παλαιάς Διαθήκης

Παρουσίαση του Ψαλτηρίου, των Παροιμιών, του Εκκλησιαστή, του Άσματος Ασμάτων και της ιστορίας του Ιώβ, με έμφαση στη συγγραφή, τη θεολογία και την ερμηνεία τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 15

Βιβλίον ιγʹ, Ψαλτήριον Δαβίδ. Εἰ καὶ τοῦ Δαβὶδ ἐπιγραφὴν ἔχει μόνου τοῦτο τὸ βιβλίον τῶν Ψαλμῶν, ἀλλὰ πολλῶν καὶ ἄλλων εἰσὶν ἐν τούτῳ ψαλμοὶ, τοῦ τε Ἀσὰφ δηλονότι, καὶ τῶν Ἰδιθοὺμ, καὶ τῶν υἱῶν Κορὲ, καὶ Ἀγγαίου, καὶ Ζαχαρίου, καὶ Αἰμὰν τοῦ Ἰσραηλίτου. Εἰσὶ δὲ καὶ κοινῶς παρὰ πάντων ὁμοῦ εἰρημένοι τινὲς, ὅσοι δηλαδὴ ἔχουσι τὸ «Ἀλληλούϊα.» Ὁ γοῦν Ἔσδρας, συναγαγὼν τούτους πάντας τοὺς παρ᾽ ἑκάστου εἰρημένους ψαλμοὺς, εἰς μίαν συνέθηκε βίβλον· καὶ ὡς μὲν κοινῶν ὄντων πάντων τῶν ἐν αὐτῇ περιεχομένων, βίβλος καλεῖται Ψαλμῶν· ἐπιγράφεται δὲ μόνον τὸν Δαβὶδ, ἐπειδὴ αὐτὸς πρῶτος λαβὼν τὸ πνεῦμα τοῦ ψάλλειν παρὰ τοῦ Θεοῦ, πρῶτός τε συνέθηκε καὶ ἔγραψε ψαλμούς· τούς τε προλεχθέντας λοιποὺς ψαλτῳδοὺς, αὐτὸς ἀπὸ τῶν ἱερέων ἐκλεξάμενος διετύπωσε, καὶ τήν τε στάσιν αὐτοῖς τῶν τόπων, καὶ τὴν τάξιν τῆς μελῳδίας, καὶ τὸν καιρὸν τὸν πρωϊνὸν, καὶ τὸν ἑσπερινὸν ὥρισε καὶ διέταξεν· ὥστε τοὺς μὲν ἀνοιγομένου τοῦ ἱεροῦ, τοὺς δὲ κλειομένου, καὶ τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ ἀριστερῶν ἱστάναι· καὶ οὕτως, τοὺς μὲν ψάλλειν, καὶ αἰνεῖν, καὶ ᾄδειν, καὶ ὑμνεῖν τὸν Θεόν· τοὺς δὲ ἀνακρούειν ἐξομολόγησιν καὶ αἶνον· καὶ τοὺς μὲν ἀποφθέγγεσθαι ἐν κινύραις καὶ νάβλαις, καὶ ἐν κυμβάλοις· τοὺς δὲ εἰς τὸ ὑψῶσαι ἐν σάλπιγξιν.

Οἱ μὲν οὖν ἱερεῖς, οἱ ἀναφέροντες τὴν κιβωτὸν ἐπὶ τοῦ Δαβὶδ, ἦσαν χίλιοι καὶ δύο, οὕτως· υἱῶν Καὰθ Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριʹ· υἱῶν Μεραρεῖ Ἀσὲ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σνʹ· υἱῶν Γεδεὼν Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ρνʹ· τῶν υἱῶν Ἐλισάφατ Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σʹ· τῶν υἱῶν Χεβρὼν Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ πʹ· τῶν υἱῶν Ἐζιὴλ, Ἀμιναδὰμ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριβʹ· οἱ δὲ ψαλτῳδοὶ ἐξ αὐτῶν ἦσαν ἐκλεχθέντες οἱ προειρημένοι, καὶ ἦσαν οὕτω τυπωθέντες· ὁ μὲν Ἀσὰφ καὶ Αἰθὰμ υἱοὶ Κορὲ ἐν κυμβάλοις χαλκοῖς ἀναφωνοῦντες εἰς τὸ ἀκουσθῆναι πᾶσι· Ζαχαρίας δὲ καὶ Ὀζιὴλ Σαμειραμωθὶθ, Ἠλωνὶ, Ἐλιὰβ, Μασαίας, Βαναίας, οἱ τοῦ Ἰδιθοὺμ, ἐν νάβλαις καὶ ψαλτηρίῳ· ὁ δὲ Ματθαίας, καὶ Ἐμφαναίας, καὶ Μακαία, καὶ Ἀβδεδὼμ, καὶ Ἠεὶλ, καὶ Ὀζίας ὁ τοῦ Αἰμὰν, ἐν κινύραις καὶ κιθάραις· καὶ Μασσὲ δὲ, καὶ Ἀγγαῖος, καὶ Ζαχαρίας, καὶ Βανὲ, καὶ Ἐλιέζερ, οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σάλπιγξι· καὶ λοιποὺς, οὓς ἔγραψαν καὶ οὗτοι, ψαλμοὺς, τῷ Πνεύματι τῷ ἁγίῳ κινούμενοι, καὶ τούτους ὁ Ἔσδρας λαβὼν, τοῖς τοῦ Δαβὶδ ψαλμοῖς συνηρίθμησε, καὶ πάντων ἅμα συνθεὶς, μίαν ταύτην βίβλον Ψαλμῶν ἐποίησεν, ὡς προείρηται. Διαιρετέον οὖν οὕτω περὶ τούτων σαφῶς.

Ἴδιοι μὲν γάρ εἰσιν αὐτοῦ τοῦ Δαβὶδ, ὅσοι καὶ τὴν ἐπιγραφὴν οὕτως ἔχουσι, «Τοῦ Δαβὶδ,» οἵτινες ὑπάρχουσιν οὗτοι· κεʹ, κϛʹ, κζʹ, λϛʹ, ρναʹ. Οἱ δὲ παρὰ τῶν ἄλλων μὲν συντεθέντες, ἀνατεθέντες δὲ αὐτῷ τῷ Δαβὶδ, εἰσὶ πάλιν ὅσοι καὶ τὴν ἐπιγραφὴν ὁμοίως ἔχουσι, «τῷ Δαβὶδ,» οἵτινες, ὑπάρχουσιν οἵδε· γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λζʹ, λθʹ, μʹ, μαʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξβʹ, ξγʹ, ξδʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, πεʹ, ϟʹ, ϟβʹ, ϟγʹ, ϟδʹ, ϟεʹ, ϟϛʹ, ϟζʹ, ϟηʹ, ρʹ, ρβʹ, ργʹ, ρζʹ, ρηʹ, ρθʹ, ρλϛʹ, ρλζʹ, ρληʹ, ρλθʹ, ρμʹ, ρμγʹ, ρμδʹ. Πάλιν δὲ τούτων τῶν ἐχόντων ἐπιγραφὴν, «Τῷ Δαβὶδ,» οἱ μὲν εἰσὶν ἐπιγραφόμενοι καὶ, «Εἰς τέλος,» οἱ δὲ μόνον, «Ψαλμός.» Καὶ οἱ μὲν ἔχοντες ἐπιγραφὴν, «Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ,» εἰσὶν οὗτοι· δʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κθʹ, λʹ, λθʹ, μʹ, νʹ, ξδʹ, ξζʹ, ρηʹ, ρληʹ, ρλθʹ. Οἱ ἔχοντες ἐπιγραφὴν μόνον, «Τῷ Δαβὶδ,» χωρὶς τοῦ, «Εἰς τέλος,» εἰσὶν οὗτοι· γʹ, ζʹ, ιδʹ, κβʹ, κδʹ, κηʹ, λζʹ, μβʹ, ξβʹ, ϟγʹ, ϟζʹ, ϟηʹ, ρζʹ, ρμʹ, ρμβʹ.

πάλιν δὲ τούτων τῶν ἐχόντων ἐπιγραφὴν, «Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ,» ὑποδιαίρεσις αὕτη· οἱ μὲν γὰρ ἐπιγράφουσι· «Ψαλμὸς ᾠδῆς,» δʹ, ξδʹ· οἱ δὲ, «Ψαλμὸς» μόνον, εʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, λʹ, λθʹ, μʹ, νʹ, ξγʹ, ρηʹ, ρληʹ, ρλθʹ· ὁ δὲ ἐπιγέγραπται «Ἐν ὕμνοις,» ψαλμός ϛʹ· οἱ δὲ «Ψαλμοὶ ᾠδῆς,» κθʹ, ξγʹ. Καὶ ἄλλοι δὲ ἐπιγραφὴν μὲν ἔχουσιν, «Εἰς τὸ τέλος τῷ Δαβὶδ,» οὔτε δὲ Ψαλμὸς, ἀλλὰ διάφορόν τινα ἐπιγραφὴν ἔχουσι, καί εἰσιν οὗτοι, ιζʹ, λεʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξηʹ, ξθʹ. Τούτων οὖν τῶν ἐχόντων διάφορον τὴν ἐπιγραφὴν ὁ μὲν ἔχει, «Λόγοι ᾠδῆς,» ιζʹ· οἱ δὲ μόνον, «Τῷ Δαβὶδ,» λεʹ, ξηʹ, ξθʹ· οἱ δὲ, «Συνέσεως,» ναʹ, νβʹ· οἱ δὲ, «Ἐν ὕμνοις συνέσεως,» νγʹ, νδʹ· οἱ δὲ, «Εἰς στηλογραφίαν,» νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ· ὁ δὲ, «Ἐν ὕμνοις,» ξʹ· τῶν δὲ ἐχόντων ἐπιγραφὴν, «Ψαλμὸς τῷ Δαβὶδ,» χωρὶς τοῦ, «Εἰς τὸ τέλος,» ἐστὶν ᾠδὴ ψαλμοῦ μόνος ρζʹ.

Οἱ δὲ μὴ, «Εἰς τέλος,» ἔχοντες, μήτε, «Ψαλμὸς,» ἀλλ᾽ ἁπλῶς, «Τῷ Δαβὶδ,» εἰσὶν οὗτοι, ιεʹ, ιϛʹ, λαʹ, λβʹ, οʹ, πεʹ, ϟʹ, ϟβʹ, ϟδʹ, ϟεʹ, ϟϛʹ, ρʹ, ρβʹ, ργʹ, ρλϛʹ, ρλζʹ, ρμαʹ, ρμγʹ, ρμδʹ. Καὶ τούτων πάλιν ὁ μὲν ἔστι, «ᾨδὴ,» ϟεʹ· ὁ δὲ «Στηλογραφία,» ιεʹ· οἱ δὲ, «Προσευχὴ,» ιϛʹ, πβʹ· οἱ δὲ, «Συνέσεως,» λαʹ, ρʹ, ρμαʹ· ὁ δὲ, «Τῶν υἱῶν Ἀμιναδὰμ,» οʹ· οἱ δὲ, «Αἶνος ᾠδῆς,» ϟʹ, ϟβʹ, ϟδʹ· ὁ δὲ, «Αἰνέσεως,» ρμδʹ. Πάλιν οἱ μήτε «Τῷ Δαβὶδ» ἐπιγράφοντες, ἀλλὰ ἄλλοις ἀναφερόμενοι, εἰσὶν οὗτοι, ληʹ, μαʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, οβʹ, ογʹ, οδʹ, οεʹ, οϛʹ, οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ, πγʹ, πδʹ, πϛʹ, πζʹ, ϟαʹ, ϟθʹ, ρδʹ, ρεʹ, ρϛʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριϛʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Καὶ τούτων, οἱ μὲν ἐπιγράφονται, «Τῷ Ἀσάφ·» οἱ δὲ, «Τοῖς υἱοῖς Κορέ, Ἀσὰφ καὶ Αἰθάμ·» οἱ δὲ, «Τῷ Ἰδιθούμ·» οἱ δὲ, «Ἀγγαίου καὶ Ζαχαρίου·» οἱ δὲ, «Ἀλληλούϊα.» Οἱ μὲν οὖν τοῦ Ἀσάφ εἰσιν οὗτοι· οβʹ, ογʹ, οδʹ, οεʹ, οϛʹ, οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ.

Καὶ τούτων οἱ μὲν ἔχοντες ἐπιγραφὴν, «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Ἀσὰφ,» εἰσὶν οὗτοι, οδʹ, οεʹ, οϛʹ, οθʹ, πʹ· οἱ δὲ μόνον, «Ψαλμὸς τῷ Ἀσὰφ,» οὗτοι· οβʹ, οηʹ, παʹ· ὁ δὲ, «Ἐν ὕμνοις,» οεʹ· οἱ δὲ, «ᾨδὴ Ψαλμοῦ τῷ Ἀσὰφ,» οθʹ, πβʹ· οἱ δὲ, «Συνέσεως,» ογʹ, οζʹ· ὁ δὲ, «Ὑπὲρ τῶν ληνῶν,» πʹ· ὁ δὲ, «Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» οθʹ· ὁ δὲ, «Ψαλμὸς ᾠδῆς,» οδʹ· οἱ δὲ ἔχοντες ἐπιγραφὴν, «Ἀλληλούϊα,» εἰσὶν οὗτοι· ρδʹ, ρεʹ, ρϛʹ, ριʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριϛʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Ἐκ τούτων εἰσὶν, «Ἀγγαίου καὶ Ζαχαρίου» ρμεʹ, ρμζʹ, ρμηʹ. Οἱ δὲ ἐπιγραφὴν ἔχοντες, «Τοῖς υἱοῖς Κορὲ,» εἰσὶν οὗτοι· μαʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, πγʹ, πδʹ, πϛʹ, πζʹ. Καὶ τούτων πάλιν οἱ μὲν ἔχοντες, «Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ,» εἰσὶν οὗτοι· μαʹ, μγʹ, μδʹ, μηʹ, πγʹ, πδʹ· οἱ δὲ, «Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ,» μεʹ, μϛʹ· οἱ δὲ, «Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ,» μζʹ, πϛʹ, πζʹ ὁ δὲ, «Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ,» πηʹ· οἱ δὲ, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ ᾠδὴ,» ληʹ, ξαʹ. Οἱ δὲ, «Τῶν ἀναβαθμῶν,» πάντες εἰσὶν ᾠδαὶ, καί εἰσιν οὗτοι· ριθʹ, ρκʹ, ρκαʹ, ρκβʹ, ρκγʹ, ρκδʹ, ρκεʹ, ρκϛʹ, ρκζʹ, ρκηʹ, ρκθʹ, ρλʹ, ρλαʹ, ρλβʹ, ρλγʹ. Καὶ τούτων ὁ μέν ἐστι, «Τῷ Σαλομὼν,» ρκϛʹ· οἱ δὲ, «Τῷ Δαβὶδ,» ρλʹ, ρλαʹ, ρλβʹ. Ἡ μὲν οὖν διαίρεσις τῶν ἐπιγραφῶν, τῶν οὐσῶν ἐπὶ τῶν ψαλμῶν, αὕτη.

Κοινοὶ δὲ πάντως εἰσὶν ὁμοῦ ἐν τῇ βίβλῳ ταύτῃ «Ψαλμοὶ» μόνον, δʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κθʹ, λʹ, λθʹ, μʹ, νʹ, ξʹ, ξαʹ, ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, οβʹ, οηʹ, παʹ, ρηʹ, ρληʹ, ρλθʹ· «Ψαλμὸς ᾠδὴ,» δʹ, ξδʹ· «Ψαλμοὶ ᾠδῆς,» κθʹ, μζʹ, ξζʹ, πϛʹ, πζʹ· «ᾨδὴ» μόνον, ληʹ, οϛʹ, ϟεʹ, ριθʹ, ρκʹ, ρκαʹ, ρκβʹ, ρκγʹ, ρκδʹ, ρκεʹ, ρκϛʹ, ρκζʹ, ρκηʹ, ρκθʹ, ρλʹ, ρλαʹ, ρλβʹ, ρλγʹ· «ᾨδὴ Ψαλμοῦ,» ξεʹ, πβʹ· ρζʹ· «Λόγοι ᾠδῆς,» ιζʹ· «Αἶνος ᾠδῆς,» ϟʹ, ϟβʹ, ϟδʹ· «Αἴνεσις,» ρμδʹ· «Ἐν ὕμνοις,» ξʹ, οεʹ. «Ἐν ὕμνοις συνέσεως,» νγʹ, νδʹ· «Ἐν ὕμνοις Ψαλμὸς,» ϛʹ, ξϛʹ· «Συνέσεως,» λαʹ, ναʹ, νβʹ, ογʹ, οζʹ, πηʹ, ρʹ, ρμαʹ· «Εἰς στηλογραφίαν,» ιεʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ· «Προσευχὴ,» ιϛʹ, πεʹ, πθʹ, ραʹ· «Προσευχὴ τῷ Μωϋσῇ ἀνθρώπῳ τοῦ Θεοῦ,» πθʹ· «Εἰς Σαλομῶνα,» οαʹ· ἀνώνυμοι, θʹ, ξεʹ, ξϛʹ, ϟαʹ, ϟθʹ, ραʹ· «Ἀλληλούϊα,» ρδʹ, ρεʹ, ρϛʹ, ριʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριϛʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. «Τῷ Δαβὶδ,» ἁπλῶς, λβʹ, λδʹ, λεʹ, ϟϛʹ, ρβʹ, ργʹ, ρλϛʹ, ρλζʹ.

Ὅσοι δὲ παρὰ τοῦ Δαβὶδ καὶ τῶν ἄλλων πάντων ἐλέχθησαν, καὶ ἔχουσιν, «Εἰς τὸ τέλος,» εἰσὶν οὗτοι· δʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, λʹ, λεʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μηʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξαʹ, ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οδʹ, οεʹ, οϛʹ, οθʹ, πʹ, πγʹ, πδʹ, ρηʹ, ρληʹ, ρλθʹ. Τοῦ Δαβὶδ μόνου ἰδίου αὐτοῦ, κεʹ, κϛʹ, κζʹ, λϛʹ, καὶ ρναʹ. Μετὰ δὲ τὴν διαίρεσιν πᾶσαν ταύτην, ἀναγκαῖον λοιπὸν καὶ τὰς ἐπιγραφὰς ἰδικῶς, τὰς ἐπί τινων ψαλμῶν κειμένας, εἰδέναι.

Ὁ μὲν αʹ, καὶ βʹ, ἀνεπίγραφοί εἰσιν· ὁ δὲ τρίτος, «Ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ ρμβʹ, Ὅτε ὁ υἱὸς αὐτὸν καταδιώκει· ὁ εʹ, Ὑπὲρ τῆς κληρονομούσης· ὁ ϛʹ, καὶ ιαʹ, Ὑπὲρ τῆς ὀγδόης· ὁ ζʹ, Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενῆ· οἱ ηʹ, πʹ, πγʹ, Ὑπὲρ τῶν ληνῶν· ὁ θʹ, Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ὁ μεʹ, Ὑπὲρ τῶν κρυφίων· ὁ ιεʹ, Εἰς στηλογραφίαν· οἱ ιϛʹ, πεʹ, Προσευχή· ὁ ιζʹ, Ὅτε ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ· ὁ καʹ, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ὁ κγʹ, Τῆς μιᾶς Σαββάτων· ὁ κϛʹ, Πρὸ τοῦ χρισθῆναι· ὁ κηʹ, Ἐξοδίου σκηνῆς· ὁ κθʹ, Τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· ὁ λʹ, Ἐκστάσεως· ὁ λαʹ, Συνέσεως· ὁ λγʹ, Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· ὁ λεʹ, Τῷ δούλῳ Κυρίου τῷ Δαβίδ· ὁ λζʹ, Εἰς ἀνάμνησιν περὶ Σαββάτου· ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ᾨδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ· ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· ὁ οθʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων μαρτύριον ὑπὲρ τοῦ Ἀσσυρίου· ὁ νʹ, Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βερσαβεέ· ὁ ναʹ, Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, Ἦλθε Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμελέχ· ὁ νβʹ, Ὑπὲρ Μαελέθ· ὁ νγʹ, Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐ Δαβὶδ κέκρυπται παρ᾽ ἡμῖν;

ὁ νεʹ, Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· ὁ νϛʹ, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ὁ νηʹ, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν· ὁ νθʹ, Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε ἐν τῇ φάραγγι τῶν Ἁλῶν ιβʹ χιλιάδας· ὁ ξβʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας· ὁ ξεʹ, Ἀναστάσεως· ὁ ξθʹ, Εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον· ὁ οʹ, Τῶν υἱῶν Ἀδὰμ [Ἰωναδὰβ] τῶν πρώτων αἰχμαλωτισθέντων· ὁ οαʹ, Εἰς Σολομῶνα· ὁ οεʹ, Πρὸς τὸν Ἀσσύριον· ὁ πζʹ, Ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· ὁ ϟαʹ, Εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· ὁ κγʹ, Τῆς μιᾶς τῶν Σαββάτων· ὁ ϟβʹ, Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται ἡ γῆ· ϟγʹ, Τετράδι Σαββάτων· ὁ ϟεʹ, Ὅτε οἶκος ᾠκοδομεῖτο πρὸς τὴν αἰχμαλωσίαν· ὁ ϟϛʹ, Ὅτε ἡ γῆ αὐτοῦ καθίστατο· ὁ ϟθʹ, Πρὸς ἐξομολόγησιν· ὁ ραʹ, Προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ, καὶ ἐνώπιον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ· ὁ ρμαʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχή· ὁ ρμγʹ, Πρὸς τὸν Γολιάθ· ὁ ρναʹ, Ἰδιόγραφος οὗτος ὁ ψαλμὸς τοῦ Δαβὶδ, καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάχησε τὸν Γολιάθ.»

Ἀναληπτέον καὶ περὶ τοῦ διαψάλματος, ἐν ποίοις καὶ τοῦτο ψαλμοῖς εὑρίσκεται, καὶ ποσάκις ἐν ἑκάστῳ, ἐν τῷ βʹ, ἅπαξ ἔχει· ἐν τῷ γʹ, δὶς ἔχει· ἐν τῷ δʹ, δὶς ἔχει· ἐν τῷ ζʹ, ἅπαξ ἔχει· ἐν τῷ θʹ, ᾠδὴ διαψάλματος· ἐν τῷ κγʹ, ἅπαξ ἔχει· ἐν τῷ λαʹ, δὶς ἔχει· ἐν τῷ λγʹ, ἅπαξ ἔχει· ἐν τῷ ληʹ, δὶς ἔχει· ἐν τῷ μγʹ, ἅπαξ ἔχει· ἐν τῷ μεʹ, δὶς ἔχει· ἐν τῷ μϛʹ, ἅπαξ ἔχει· ἐν τῷ μζʹ, ἅπαξ ἔχει· ἐν τῷ μηʹ, δὶς ἔχει· ἐν τῷ ναʹ, δὶς ἔχει· ἐν τῷ νγʹ, ἅπαξ ἔχει· ἐν τῷ νδʹ, δὶς ἔχει· ἐν τῷ νϛʹ, δὶς ἔχει· ἐν τῷ νηʹ, δὶς ἔχει· ἐν τῷ νθʹ, ἅπαξ ἔχει· ἐν τῷ ξʹ, ἅπαξ ἔχει· ἐν τῷ ξαʹ, δὶς ἔχει· ἐν τῷ ξεʹ, τρὶς ἔχει· ἐν τῷ ξϛʹ, δὶς ἔχει· ἐν τῷ ξζʹ, τετράκις ἔχει· ἐν τῷ οδʹ, ἅπαξ ἔχει· ἐν τῷ οεʹ, δὶς ἔχει· ἐν τῷ οϛʹ, τρὶς ἔχει· ἐν τῷ πʹ, ἅπαξ ἔχει· ἐν τῷ παʹ, ἅπαξ ἔχει· ἐν τῷ πβʹ, ἅπαξ ἔχει· ἐν τῷ πγʹ, ἅπαξ ἔχει· ἐν τῷ πδʹ, ἅπαξ ἔχει· ἐν τῷ πϛʹ, δὶς ἔχει· ἐν τῷ πηʹ, πεντάκις ἔχει· ἐν τῷ ϟγʹ, ἅπαξ ἔχει· ἐν τῷ ρλθʹ, τρὶς ἔχει· ἐν τῷ ρμβʹ, ἅπαξ ἔχει. Καθόλου δὲ ὅσοι ἔχουσιν ἐπιγραφὴν «Ἀλληλούϊα,» καὶ οἱ ἀναβαθμοὶ, οὐκ ἔχουσι διάψαλμα.

Βιβλίον ιδʹ, Παροιμίαι Σολομῶντος. Σαλομὼν υἱὸς Δαβὶδ, διαδεξάμενος τὴν βασιλείαν τοῦ πατρὸς, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ᾽ αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίει τε καὶ ἔλεγε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίους ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ ὅλων τῶν ζώων. Συνέγραψε δὲ βιβλία, κανονιζόμενα μὲν τρία· ἤγουν τοῦτό τε τὸ καλούμενον Παροιμίαι, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων· καὶ ἕτερον δὲ ἐκτὸς τούτων, μὴ κανονιζόμενον, ὡς προείρηται, ὅπερ ὀνομάζεται Σοφία Σολομῶντος. Παροιμίας δὲ ἐπέγραψε τὸ παρὸν βιβλίον, ἐπειδὴ παροιμίαι εἰσὶ λόγοι σοφῶν, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλουσι.

Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ Παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε, τοῦ Χριστοῦ πολλὰ εἰρηκότος πρότερον ἐν κεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· «Ἰδὲ νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδὲ μίαν λέγεις·» ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων.

Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσι, διὰ τοῦτο Παροιμίας ἔγραψε τὸ βιβλίον. Ὠνομάσθη δὲ Παροιμία, ἐπειδὴ παρὰ τὰς ὁδοὺς ἐγράφοντο οἱ τοιοῦτοι λόγοι πρὸς διόρθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς διαπορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτως παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως· ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ μεταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας· ἐπειδὴ καὶ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν.

Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμονοίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν τις ἐμπέσῃ. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ «φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» Αἱρετικοὶ δὲ, παιδεύεσθαι νομίζοντες, ἐξεστράφησαν, καὶ ἁμαρτάνουσιν, ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ὁ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἐκλυθεὶς ἐπ᾽ αὐτῇ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος, ταχέως καὶ τὴν περὶ Θεοῦ γνῶσιν δέξεται.

Ταύτην γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον· οἱ δὲ καὶ εἰδώλοις αὐτὸν ὡμοίωσαν. Αἱρετικοὶ δὲ, καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ· «Δόξα Θεοῦ κρύπτει λόγον.» Τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· «Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς·» καὶ πάλιν· «Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος·» καὶ, «Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ὁ Κύριος ἀμφοτέρων·» καὶ, «Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει.» Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· «Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρ᾽ αὐτῷ·» καὶ πάλιν· «Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας.» Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ᾽ ὅτι διὰ τοῦ ἰδίου Λόγου καὶ σοφίας πάντα ποιεῖ· ὃ μάλιστα καὶ χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι, λέγει γοῦν· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·» καὶ πάλιν· «Κύριος ἐποίησε χώρας, καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ᾽ οὐρανόν.

Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ᾽ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ᾽ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ᾽ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ.» Στροφαὶ λόγων εἴρηνται· ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν· οἷά εἰσι· «Διεσώθη ἀπὸ τοῦ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος·» καὶ πάλιν· «Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·» καὶ πάλιν· «Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι.» Καὶ τὰ ὅμοια τούτοις δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται· ἐπειδή τινες διαφόρως ἐξειλήφασι τὸ δίκαιον, τῶν μὲν λεγόντων, δίκαιόν ἐστι τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ με ἠδίκησε. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει, ὅτι τοῦτό ἐστι τὸ ἀληθῶς δίκαιον, ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. «Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.»

Ἔπειτα· «Τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον.» Καὶ οὗτος μὲν εἷς τύπος· δεύτερος δὲ δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα· ἀλλὰ τῷ μὲν λογικῷ· Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικόν· «Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου.

Ὅλον γὰρ τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος.» Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, καὶ τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· «Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, Δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς, καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν.» Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρῖμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· «Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι·» Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρῖμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ᾽ ἑτέρου· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις;» ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν, φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται.

Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν;» ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων· «Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ,» ὕστερον ἐπέφερε· «Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ.» Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· «Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·» καὶ πάλιν· «Ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ·» καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλὰ ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ᾽ ὡς παρ᾽ αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι. Οἷοί εἰσι· «Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει·» καὶ, «Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά·» καὶ, «Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία·» καὶ, «Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ᾽ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει.» Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσι, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς.

Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους τῆς πράξεως γνωρίζουσι τὸ πρᾶγμα, οἷον· ὅτι Ὁ ἄδικος φαῦλόν ἐστι, καὶ ὁ μοιχὸς κακόν· τοῦτο δὲ καὶ παντί τῳ δῆλον ἂν εἴη· οἱ δὲ σοφοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσι, καὶ ὥσπερ σύμβολα τῶν τῆς ψυχῆς κινημάτων προαπαγγέλλουσιν· ἵν᾽ ἕκαστος, γινώσκων τὰς ἀρχὰς τῶν κακῶν, φυλάττηται, οἷά ἐστι τὰ προειρημένα· «Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.» Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου, ὁ μὴ φιλονεικῶν γνώρισμα ἀγάπης ἔχει· καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα, ὡς πάλιν τό· «Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, καὶ ὀξύθυμος πράσσει μετὰ ἀβουλίας.» Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδὲ μίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε.

Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως ὅθεν συνίσταται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη· καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐντυγχάνοντα τῷ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὑτοῖς νοῦν. Οἷοί εἰσι· «Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν.

ᾍδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ, καὶ πῦρ, οὐ μὴ εἴπωσιν, Ἀρκεῖ·» καὶ πάλιν· «Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι,» καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μὲν ἔστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν

Βιβλίον ιεʹ, Ἐκκλησιαστής. Καὶ τοῦτο Σολομὼν ἔγραψε τὸ βιβλίον, καθάπερ προείρηται. Λέγεται δὲ Ἐκκλησιαστὴς, ἐπειδὴ οὕτως ὠνόμασεν αὐτὸς ὁ γράψας, εἰπὼν ἐν ἀρχῇ· «Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ· Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής.» Ποικίλως δ᾽ ἂν ἐκλήθη ὁ Σολομών· σοφὸς μὲν, ὅτι σοφίας μετέσχε· φρόνιμος δὲ, ὅτι φρόνησις ἀληθείας ἦν ἐν αὐτῷ· πεπαιδευμένος δὲ, ὅτι τὴν ἀληθινὴν παιδείαν παρὰ Κυρίου εἶχεν.

Ἐκλήθη οὖν Ἐκκλησιαστὴς, ὅτι αὐτὸς ἐξεκλησίαζε τοὺς λαοὺς, καὶ ἐλάλει τὰ τοῦ πνεύματος. Ἐν τούτῳ δὲ τῷ βιβλίῳ περὶ τῆς φυσικῆς θεωρίας φιλοσοφῶν φαίνεται. Ἐπειδὴ γὰρ Αἰγύπτιοι μὲν ἐφαντάζοντο, Ἕλληνες δὲ ἔμελλον περὶ τούτων μυθολογεῖν· διὰ τοῦτο οὗτος, Πνεύματι ἁγίῳ κινούμενος, παύει μὲν τοὺς ἐπιχειροῦντας περὶ τούτων ζητεῖν, φάσκων· «Οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει·» διαβάλλει δὲ καὶ τὴν Αἰγυπτίων περὶ γενεθλιαλογίας νόησιν, λέγων· «Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων, τί ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα.» Εἶτα καὶ περὶ τὴν θεωρίαν ἑκάστου γιγνόμενος συνεῖδεν, ὅτι μάτην ἐστὶ περὶ τοιούτων ζητεῖν, καὶ μόνον τὰ τοιαῦτα μόχθον γεννᾷ. Οὐ γὰρ ἀπὸ τοῦ γινώσκειν τὰ τοιαῦτα, ἀλλ᾽ ἀπὸ τοῦ πρακτικοῦ βίου ὁ σοφὸς καὶ δίκαιος συνίσταται. Λέγει γάρ· «Καί γε ὅσα ἐὰν εἴπῃ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑρεῖν. Ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ ψυχή μου σύμπαν εἶδε τοῦτο, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ Θεοῦ.»

Εἰκότως τοίνυν περὶ τῶν τοιούτων ζήτησιν διαβὰς, καὶ περὶ τὴν ἀνθρωπίνην πολιτείαν καταγιγνόμενος, ὁρῶν τε πολλὰ καὶ ποικίλα τὰ τῶν ἀνθρώπων συμπτώματα, συνίστησιν, ὅτι προνοίᾳ τὰ πάντα διοικεῖται, λέγων· «Οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς συνετοῖς [δυνατοῖς] ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Ἐν παντὶ γάρ ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. Καὶ γὰρ οὐδεὶς κύριός φησιν ἐν τούτοις τῆς ἑαυτοῦ βουλῆς. Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν; καὶ ὅτι οὐδὲν πλέον ἄνθρωπος ἐν τῷ βίῳ τούτῳ ἐξουσιάσαιτο, ἢ τοῦ ποιεῖν πονηρὸν καὶ ἀγαθὸν, καὶ ἑτοιμάζειν εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ καὶ ὃ φάγεται καὶ πίεται, τοῦτο δόμα Θεοῦ ἐστιν. Ὅθεν εἴτε ζήτησίς ἐστι περὶ τοῦ, πῶς γέγονε τὰ φαινόμενα, εἴτε κτῆσίς ἐστι χρημάτων, εἴτε τρυφὴ περιουσίας, πάντα ταῦτα ματαιότης ματαιοτήτων ἐστὶ, καὶ πλέον οὐδὲν ἢ περισσεία βουλῆς καὶ προαιρέσεως ἐπιχήρησις.» Ἐν δὲ τῷ λέγειν ταῦτα ματαιότητα, ἐμφαίνει τῶν μελλόντων τὸ αἰώνιον.

Διὸ καὶ πάντα ὑπερβὰς, παραινεῖ τῶν αἰωνίων μνημονεύειν, καὶ εἰδέναι τέλος ἔσεσθαι τοῦ κόσμου τούτου, ἐν τῷ λέγειν, ἀργεῖν τὰς ἀληθούσας, «ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι.» Καὶ τὰ μετὰ τὸ τέλος δὲ ἐξηγεῖται· «Ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.» Ἐκ δὴ τούτων δείκνυσιν, ὅτι ἅπερ ἔλεγε, «Ματαιότης ματαιοτήτων,» οὐ τὴν κτίσιν διαβάλλων ἔφη, ἀλλ᾽ ὅτι, τὰ αἰώνια θεωρῶν, ἔλεγε τὴν τῶν προσκαίρων ἐπιθυμίαν εἶναι ματαιότητα. Καὶ κρίσιν δὲ διαδιδάσκων, σημαίνει τὴν ἀνάστασιν τῶν νεκρῶν, καὶ τῶν πράξεων ἀνταπόδοσιν. Ἔπειτα λέγων, «Ἤργησαν αἱ ἀλήθουσαι,» δείκνυσι πάλιν μὴ εἶναι ματαίαν αὐτὴν τὴν κτίσιν, ἀλλὰ καὶ μᾶλλον διδάσκαλον πᾶσιν αὐτὴν οὖσαν εἰς εὐσέβειαν. Ἡ γὰρ τάξις αὐτῆς καὶ ἡ διακόσμησις διήγησίς ἐστι περὶ τοῦ πεποιηκότος καὶ κτίσαντος αὐτὴν, ἐν ᾗ καὶ οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ, καὶ οἱ διδάσκαλοί εἰσιν, ὥσπερ ἀλήθοντες ἑκάστῳ τροφὴν διὰ τῆς διδασκαλίας τὴν εἰς εὐσέβειαν γνῶσιν· οἵτινες ἀλήθοντες ἀργήσουσι λοιπὸν ἐν τῇ συντελείᾳ. Οὐκ ἔτι γὰρ ὡς ἀλήθοντες διδάξουσιν αὐτοὶ, ἀλλ᾽ ἐκ τῶν πράξεων ἑκάστου ἡ κρίσις γίνεται.

Βιβλίον ιϛʹ, ᾎσμα ᾀσμάτων. Τοῦ Σολομῶντός ἐστι καὶ τοῦτο τὸ βιβλίον συγγραφὴ, καθὰ προδεδήλωται. Ὅλον δὲ αὐτῷ γέγραπται ἀπ᾽ ἀρχῆς μέχρι τέλους μυστικῶς μετὰ ἀλληγορίας αἰνιγματώδους. Οὐ γὰρ ἐν τῷ προφανεῖ, ἀλλ᾽ ἐν ἀποῤῥήτῳ κέκρυπται τῶν ἐν αὐτῷ δογμάτων ὁ νοῦς. Ἐρευνώμενος δὲ εὑρίσκεται, διότι μετὰ ἀλληγορίας ἐντυγχάνειν ὅλῳ τούτῳ προσήκει τοὺς συνετούς· ἵνα μὴ δι᾽ ἄγνοιαν τῶν ἀμαθῶν εἰς ἀτιμίαν ἐμπέσῃ τὰ εἰρημένα. ᾎσμα δὲ ᾀσμάτων διὰ τοῦτο καλεῖται, ἐπειδὴ μετὰ μὲν τὰ ἄλλα ᾄσματα τοῦτο, μετὰ δὲ τοῦτο οὐκ ἔτι ἄλλο προσδοκᾷν ἔστιν· ἄλλο δὲ λέγω οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαινόμενον.

Ὃ δὲ λέγω τοιοῦτόν ἐστι· Πᾶσα ἡ θεία Γραφὴ περὶ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Λόγου καὶ ἐνσάρκου παρουσίας αὐτοῦ προφητεύει. Τοῦτο γὰρ τὸ βούλημα τοῦ Θεοῦ ἐστι· τοῖς τε προφήταις καὶ πάσῃ τῇ θείᾳ Γραφῇ τοῦτο προηγούμενον ἦν ἀπαγγέλλειν. Παρακολουθήματα δὲ τῷ θείῳ διηγήματι τούτῳ ποιοῦνται λόγους περὶ τῶν ἐθνῶν Βαβυλῶνος, τῆς Δαμασκοῦ, Μωὰβ, καὶ τῶν ἄλλων. Καὶ δι᾽ ἑκάστης Γραφῆς τοῖς μὲν ἁμαρτάνουσιν ἐπιτιμῶσι· τοὺς δὲ προληφθέντας προτρέπονται μετανοεῖν, ἀπειλοῦντες τὴν μέλλουσαν τοῦ πυρὸς κρίσιν. Αἱ μὲν οὖν ἄλλαι Γραφαὶ προλέγουσιν, οἷον Μωσῆς μέν· «Προφήτην ὑμῖν ἀναστήσει,» λέγων, «Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς ἐμέ·» Ἡσαΐας δέ· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν·» ὁ δὲ Μιχαίας· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου·» καὶ ἄλλος ἄλλως προλέγει, κατὰ τὴν τοῦ Πνεύματος χάριν. Τούτων δὲ πάντων λεγόντων προσεδοκᾶτο ὁ ἀπαγγελλόμενος Κύριος. Διὰ τοῦτο καὶ πολλοὶ ἀπήγγελλον· καὶ ἕως ἦλθεν, οὐκ ἐπαύοντο οἱ προφητεύοντες. Καὶ ἔστι ταῦτα πάντα ᾄσματα. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων οὐχ ὡς προφητεῦόν ἐστιν, οὐδὲ ὡς προσημαῖνον· ἀλλὰ ὃν ἄλλοι προαπήγγελλον, τοῦτον ὡς ἤδη ἐλθόντα δείκνυσι, καὶ ἤδη ἀναλαβόντα τὴν σάρκα· διὸ καὶ ὡς ἐπὶ συζυγίᾳ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἐπιθαλάμιον ᾄδει τὸ ᾎσμα τῶν ᾀσμάτων.

Καὶ αἱ μὲν ἄλλαι Γραφαὶ λέγουσι περὶ τοῦ Σωτῆρος, μεταξὺ δὲ καὶ περὶ ἄλλων τινῶν ἀπαγγέλλουσι· τὸ δὲ βιβλίον τοῦτο μόνην τὴν τοῦ Λόγου πρὸς τὸ σῶμα συζυγίαν ᾄδει. Διὸ καὶ ἐν μὲν ταῖς ἄλλαις Γραφαῖς διὰ τὰ μεταξὺ δηλούμενα εἰσὶ καὶ θυμοῦ καὶ ὀργῆς λόγοι, καὶ φόβων ἀπειλαί· ἡ δὲ βίβλος αὕτη, ἐπειδὴ οὐδὲν ἕτερον ἢ τὴν παρουσίαν μόνην τοῦ Λόγου σημαίνει, θυμηδίας καὶ χαρᾶς, καὶ εὐφροσύνης μόνης ἔχει λόγους. Νυμφίου γὰρ παρόντος, πάντας χαίρειν προσήκει, καὶ μηδένα πενθεῖν, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν. Αὐτὸς γὰρ παρὼν τὰς ἀσθενείας ἡμῶν ἐβάστασε, καὶ τὰς λύπας ἔστρεψεν εἰς χαράν. Ὥσπερ οὖν μετὰ τὴν οἰκονομίαν τὴν τοῦ Σωτῆρος οὐκ ἔτι προφήτην προσδοκῶμεν, οὕτως μετὰ τὰ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων σημαινόμενα οὐκ ἔστιν ἄλλο τι καινότερον προσδοκᾷν σημαινόμενον.

Καὶ γὰρ τὰ ἐν τῷ ᾌσματι σημαινόμενα, ταῦτα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις Γραφαῖς ἐκ διαστημάτων λεγόμενα εὑρίσκεται. Πάλιν τε ὥσπερ δεικνύντος τοῦ Ἰωάννου τὸν Ἀμνὸν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆται εἰσίν· οὕτως τὰ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων σημαινόμενα τέλος ἐστὶ πάντων ἐν πάσῃ τῇ θείᾳ Γραφῇ σημαινομένων. Τί γὰρ ἄλλο μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν προσδοκᾷν δεῖ ἢ κρίσιν καὶ ἀνταπόδοσιν;

Καὶ διὰ τοῦτο οἱ κατὰ Φρύγας παρεισάγοντες προφήτας μετὰ τὸν Κύριον, σφάλλονται, καὶ ὡς αἱρετικοὶ κατεκρίθησαν. ᾎσμα οὖν ᾀσμάτων, διὰ τὸ μετὰ τὰ ἐκ τούτου μηδὲν ἕτερον προσδοκᾷν. Καὶ ὥσπερ κατὰ τὸν νόμον Ἅγια ἦν, καὶ μετὰ τὰ Ἅγια Ἅγια ἁγίων, μετὰ δὲ τὰ Ἅγια τῶν ἁγίων οὐκ ἔτι ἦν ἐσώτερος τόπος· οὕτως μετὰ τὰ ᾄσματα τὸ ᾎσμα τῶν ᾀσμάτων, μετὰ δὲ τὸ ᾎσμα τῶν ᾀσμάτων οὐκ ἔτι προσδοκᾷν ἔστιν ἐσωτέραν καὶ καινοτέραν ἐπαγγελίαν.

Ἅπαξ γὰρ ὁ Λόγος ἐγένετο σὰρξ, καὶ τετελείωκε τὸ ἔργον. Ἔστι δὲ ὅλον τὸ βιβλίον τοῦτο διαλόγων πλῆρες τοῦ παλαιοῦ πρὸς τὸν Λόγον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πάλιν πρὸς αὐτὴν καὶ πρὸς τὸ ἀνθρώπινον γένος· εἶτα τῶν ἐθνῶν πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱερουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν καὶ περὶ αὐτῆς διάλογος· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώπους τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ ἀξιοῦντος αὐτὸν κατελθεῖν καὶ συναφθῆναι τῇ σαρκὶ ταῦτα· «Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Καὶ πάλιν διὰ τούτων προτρέπεται· «Νέα πρὸς παλαιὰ ἐτήρησά σοι, ἀδελφιδέ μου.» Καὶ κοινῇ δὲ πάντων πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· «Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε, καὶ οὐκ ἐξουδενήσουσί με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με.» Οὐ γὰρ ἔξωθεν, ἀλλ᾽ ἀφ᾽ ἧς ἐγεννήθημεν μήτρας, ἀναλαβεῖν αὐτὸν ἠξίουν τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός.

Ἐκ γὰρ μόνης Παρθένου, ὡς πλάστης, ἑαυτῷ ἔλαβε τὸ σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ Θεοτόκος Μαρία. Καὶ τοῦ Λόγου δὲ πρὸς τοὺς ἀξιώσαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρθένου, ταῦτα· «Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.» Εἰς γὰρ τὸν ἴδιον κῆπον εἰσελθὼν, τὴν κτίσιν, ἔλαβεν ἑαυτῷ ἐκ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος. Θνητὸν μὲν ἦν τὸ σῶμα, ἀλλὰ μετὰ εὐωδίας τοῦ παναγίου Λόγου συνῆπτο.

Καὶ εἰ γάλα, ὡς ἄνθρωπος, ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλὰ μετεδίδου αὐτῷ καὶ οἴνου τῆς ἑαυτοῦ τελειότητος. Καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως ἐν αὐτῷ τὰ τῆς θεότητος ἐποίει ἔργα. Εἶτα ὁ Λόγος λοιπὸν ἐνδυσάμενος τὸ σῶμα προσκαλεῖται τὸν παλαιὸν λαὸν, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· «Ἀνάστα, ἐλθὲ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ.

Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.» Ὡς γὰρ λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τὴν ἐν νόμῳ, διδάσκει, καὶ ὡς εἰδότα τὴν φωνὴν τοῦ τρυγόνος, ὑπομιμνήσκει. Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκαλεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων· (εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν·) «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Ἀπὸ Λιβάνου ἐλεύσῃ, καὶ διελεύσῃ ἀπ᾽ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.» Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρόπου προσκαλεῖται ταύτην εἰς τὴν πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· «Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου· ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ᾽ ἀγέλαις ἑταίρων σου.» Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μεταβολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πάθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· «Ἐὰν μὴ γνῷς ἑαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων.» Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν.

Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ᾽ ἡ κατὰ ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἐθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· «Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν;» Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ᾽ ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὥσπερ μεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς· ὅτι μὴ ἀργὴ αὐτῆς ἐστιν ἡ κλῆσις· «Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομῶν. Μὴ βλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν. Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.» Μέλαινά εἰμι· ἀλλ᾽ ὑπ᾽ αὐτὸν τὸν ἥλιόν εἰμι. Εἰ γὰρ καὶ ἀκρόβυστός εἰμι, φησὶν, ἀλλ᾽ ἀπεταξάμην εἰδώλοις, καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἀβραάμ· ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, «Εἰσάγαγέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ᾽ ἐμὲ ἀγάπην, τηρήσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις· ὅτι τετρωμένη ἀγάπης ἐγώ.» Μὴ τῇ ἀκροβυστίᾳ προσέχητε, ἀλλ᾽ ἐν ἀγάπῃ προσλάβου με, ὦ νόμε καὶ προφῆται. Καὶ εἰ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ εὐωδίᾳ σου στήριξον· τέτρωμαι γὰρ τῇ ἀγάπῃ.

Καὶ διὰ τοῦτο, «Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ταῖς ἰσχύσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε, καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.» Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων, οὐκ ἔξεστι γὰρ, ἀλλ᾽ ἐν δυνάμεσι τοῦ παραδείσου, ἵν᾽, εἰς ἐκεῖνον βλέποντες, ὡς τὸν Ἀδὰμ, οὕτως με προσδέξησθε.

Καὶ γὰρ κἀκεῖ οὐκ ἦν περιτομή· ἄρτι δὲ τὰ τοῦ Ἀδὰμ ἀνακαινίζεται. Ὁ Λόγος ὁρῶν τὴν πίστιν τῶν ἐθνῶν, καὶ ἀποδεχόμενος λέγει· «Καλὴ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι.» Οὐ γὰρ ἄλλως, ἢ ὡς τὴν Ἱερουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ τῶν ἐθνῶν, ἵνα εἷς λαὸς γένηται. Τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾷν τὸν νόμον πιστεύωμεν τὸν Χριστόν. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν Εὐαγγελίων. Καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ γενόμενος οὐ γίνεται πλησίον τοῦ Λόγου. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τῶν τέκνων τὴν πίστιν, καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· «Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου, εἰ ἤνθησαν αἱ ῥοιαί· ἐκεῖ δώσω τοὺς μαστούς μου. Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ.» Εἰς γὰρ τὸν κῆπον τῆς καρύας, τοῦτ᾽ ἔστιν εἰς τὰς Γραφὰς, ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν, ἔξωθεν μὲν σκληραὶ, ἔσωθεν δὲ πνευματικαί. Εἶδον, ὅτι ζευχθῆναί με δεῖ ὡς ἐν ἅρματι τῇ ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφοτέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κήρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διάκονοι οἱ ἄγγελοι, λέγοντες· «Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ Σαλομὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ.» Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας ὄψεται καὶ τὴν τοῦ Λόγου πρὸς τὸ σῶμα ἄτρεπτον ἕνωσιν.

Ὅτε γὰρ γέγονε νύμφευσις τοῦ Λόγου πρὸς ἡμᾶς διὰ τῆς τοῦ σώματος ἑνώσεως, τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πεποίηκε, δι᾽ ἢν εὐφροσύνης πάντα πεπλήρωκε. Τοιαῦτα ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων τὰ τῶν διαλόγων ἐστίν· ἐξ ὧν ἀφορμήν τις λαβὼν, δύναται ἀπ᾽ αὐτοῦ τοῦ βιβλίου τὰ ὅμοια τοῖς ὁμοίοις συνάπτειν κατὰ τὸν νοῦν.

Βιβλίον ιζʹ, Ἰώβ. Ἰὼβ ἐπιγέγραπται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ᾽ αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε, πειρασθεὶς ὑπὸ τοῦ διαβόλου· καὶ νικήσας καὶ ὑπομείνας εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγὰς, διπλᾶ πάλιν πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν, καὶ ἔσχε πάλιν τέκνα δέκα. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ὡς εἶναι πάντα τὰ ἔτη τῆς ζωῆς αὐτοῦ σμʹ.

Μετὰ γὰρ τὰς πληγὰς ἔζησεν ἕτερα ἔτη ροʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμ πέμπτος ἦν, ἔκγονος τοῦ Ἠσαῦ. Διὰ τὴν γενομένην κατ᾽ αὐτοῦ πληγὴν ἦλθον τρεῖς αὐτοῦ φίλοι παρακαλέσαι αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σοφὰρ ὁ Μιναίων βασιλεύς. Καὶ φιλονείκως μὲν καὶ ἀνελεημόνως αὐτοὶ ἐλάλησαν αὐτῷ, ἐναλλόμενοι κατ᾽ αὐτοῦ· ὥστε καὶ ἁμαρτίαν αὐτοῖς ἐκ τούτου λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσεν ὑπὲρ αὐτῶν τὸν Θεὸν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τοῦ μὲν Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ἐννέα· τοῦ δὲ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς, τοῦ δὲ Σοφὰρ πρὸς αὐτὸν δύο, καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔστι δὲ καὶ τοῦ Ἐλιοῦς τοῦ Βαραχιὴλ, τοῦ Βουζίτου, αʹ. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δεύτερον.