Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Σύνοψις τῆς θείας γραφῆς

Μέγας Αθανάσιος

Οι Επιστολές του Αποστόλου Παύλου

Σύνοψη των δεκατεσσάρων επιστολών του Αποστόλου Παύλου, με αναφορά στις δογματικές, ποιμαντικές και εσχατολογικές διδασκαλίες προς τις τοπικές Εκκλησίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 13 από 15

Βιβλίον ξʹ, Ἐπιστολαὶ Παύλου ιδʹ. Τούτων πρώτη ἡ πρὸς Ῥωμαίους. Οὕτω καλοῦνται, ἐπειδὴ αὐτὸς Παῦλος ἰδίᾳ ταύτας ἐπιστέλλων, καὶ διὰ τούτων, οὓς μὲν ἤδη ἑώρακε καὶ ἐδίδαξεν, ὑπομιμνήσκει καὶ ἐπιδιορθοῦται· οὓς δὲ μὴ ἑώρακε, σπουδάζει κατηχεῖν καὶ διδάσκειν, ὡς ἔστιν ἀπ᾽ αὐτῶν τῶν ἐντυγχανόντων καταμαθεῖν.

Ταύτην δὲ τὴν πρὸς Ῥωμαίους ἐπιστέλλει ἀπὸ Κορίνθου, μήπω μὲν ἑωρακὼς Ῥωμαίους, ἀκούων δὲ περὶ αὐτῶν, καὶ ἐπιποθῶν αὐτοὺς ἰδεῖν. Καὶ πρῶτον μὲν ἀποδέχεται τὴν πίστιν αὐτῶν, καταγγελλομένην ὁρῶν πανταχοῦ· ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, καὶ τέως μὴ δεδυνῆσθαι. Καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστολὴν ποιεῖται περὶ κλήσεως ἐθνῶν, καὶ ὅτι ἡ περιτομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπαυται· καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρῆλθε. Τὴν μὲν οὖν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως γεγενῆσθαι κατασκευάζει οὕτως, ἀποδεικνὺς πᾶσιν ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον, καὶ πάντας ἀδιδάκτῳ τῇ φύσει καὶ ἀπ᾽ αὐτῆς τῆς κτίσεως δύνασθαι γινώσκειν τὸν Θεόν. Διὸ καὶ εἰκότως αἰτιᾶται πρῶτον Ἕλληνας, ὡς τοῦ μὲν Θεοῦ φανερώσαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν, καὶ τῆς ἀϊδίου δυνάμεως αὐτοῦ ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ἐν ᾧ καὶ δι᾽ οὗ τὰ πάντα πεποίηκεν· ἐκείνους δὲ μὴ ἐγνωκέναι μᾶλλον ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργόν· ἀλλὰ τοὐναντίον αὐτὰ τὰ ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ τῷ κτίστῃ λατρεύσαντας. Αἰτιᾶται δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον· ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάσαντας.

Καὶ οὕτως ἀμφότερα τὰ μέρη Ἰουδαίους τε καὶ Ἕλληνας ἐλέγχει, καὶ συγκλείει ἐπὶ παρανομίᾳ· ἵνα δείξῃ, ὅτι ἴσοι γενόμενοι οἱ πάντες, ὡς ὑπεύθυνοι ἐπίσης, καὶ τοῦ Λυτρουμένου δέονται.

Τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης καὶ τοῖς Ἰουδαίοις γενομένης καὶ τοῖς ἔθνεσιν, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν· τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυται ἡ περιτομὴ καὶ ἡ ἐν τῷ νόμῳ σκιά. Ὁ γὰρ Ἀβραὰμ, φησὶν, οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιωθεὶς, μετωνομάσθη μὲν Ἀβραὰμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τὴν ἐν τῇ ἀκροβυστίᾳ πίστιν· ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι, καὶ τὴν περιτομὴν ἐν τῇ σαρκὶ, ἵνα σημεῖον ᾖ τοῖς κατὰ σάρκα γεννωμένοις ἐξ αὐτοῦ παύσεσθαι τότε περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ Ἀβραὰμ, ἀρξάμενα πολιτεύεσθαι κατὰ τὴν πίστιν τοῦ Ἀβραὰμ, ἐν ᾖ ἐδικαιώθη, ὅτε ἦν ἐν ἀκροβυστίᾳ. Τούτων γὰρ χάριν καὶ μετωνομάσθη ἀπὸ Ἀβρὰμ, Ἀβραάμ.

Ἀνάγκη δὲ, ἐλθόντων τῶν σημαινομένων, παύεσθαι τὸ σημαῖνον. Εἰ μὲν οὖν τὰ ἔθνη ἀναγκάζουσι περιτέμνεσθαι, παυέτωσαν καὶ τὸ ὄνομα τοῦ Ἀβραὰμ, καὶ καλείσθω Ἀβράμ· εἰ δὲ Ἀβραὰμ παρὰ τοῦ Θεοῦ μετωνομάσθη, οὐ δεῖ περιτέμνεσθαι τὰ ἔθνη· ἀλλ᾽ οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ἰουδαίους, ἵνα ᾖ τὸ ὄνομα βέβαιον, καὶ πατὴρ πολλῶν ἐθνῶν καλῆται. Καὶ γὰρ οὐ χρείαν ἔχει λοιπόν τις περιτέμνεσθαι, ἀρκούμενος τῇ πίστει τοῦ Ἀβραάμ· ἀλλ᾽ οὐδὲ τῆς ἄλλης τῆς ἐν τῷ νόμῳ σκιᾶς. Οὐ γὰρ ἐκ τούτων, ἀλλ᾽ ἐκ πίστεως δικαιοῦταί τις, καθάπερ καὶ Ἀβραάμ. Ταῦτα οὕτως κατασκευάσας, ἀποδείκνυσι πάλιν, ὅτι ἄλλως οὐκ ἂν γένοιτο λύτρωσις καὶ χάρις τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσιν, εἰ μὴ λυθῇ ἡ ἀρχαία ἁμαρτία, ἡ διὰ τοῦ Ἀδὰμ εἰς ἅπαντας γενομένη.

Δι᾽ ἄλλου δὲ ταύτην μὴ δύνασθαι ἐξαλιφῆναί φησιν, ἢ διὰ τοῦ Υἱοῦ, δι᾽ οὗ καὶ ἐξ ἀρχῆς ἡ κατάρα γέγονεν. Οὐ γὰρ δυνατὸν ἦν ἄλλον λῦσαι τὸ παράπτωμα. Εἶτα γράφει, ὅτι ἄλλως τοῦτο οὐ μὴ γένηται, εἰ μὴ σωματωθεὶς ὁ Υἱὸς τοῦ Θεοῦ γένηται ἄνθρωπος, ἵνα, τοῦτο, φημὶ δὴ, τὸ ὁμοιοπαθὲς ἡμῖν σῶμα προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευθερώσῃ ἀπὸ τοῦ θανάτου, καὶ ὥσπερ δι᾽ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς κόσμον εἰσῆλθεν, οὕτως καὶ δι᾽ ἑνὸς ἀνθρώπου εἰς πάντας ἀνθρώπους ἡ χάρις γένηται.

Καὶ λοιπὸν, ὡς καλὸς οἰκονόμος, τοὺς μὲν Ἰουδαίους παραμυθεῖται, ὅτι Οὐ παραβάται γίνεσθε τοῦ νόμου, ἐὰν εἰς τὸν Χριστὸν πιστεύσητε· τοῖς δὲ ἀπὸ τῶν ἐθνῶν παρεγγυᾷ μὴ ἐπαίρεσθαι κατὰ τοῦ Ἰσραὴλ, ἀλλὰ γινώσκειν, ὅτι, ὡς κλάδοι ἐπὶ τὴν ῥίζαν, οὕτως ἐπ᾽ ἐκείνους ἐνεκεντρίσθησαν. Μετὰ δὲ ταῦτα παραινετικοὺς λόγους εἰς τὰ ἤθη διδάξας, τελειοῖ τὴν Ἐπιστολήν.

Δευτέρα, πρὸς Κορινθίους. Ταύτην ἐπιστέλλει ὁ αὐτὸς Παῦλος πρὸς Κορινθίους ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς μὲν αὐτοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς Ἐπιστολῆς ταύτης. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Κορίνθιοι, ἐκ φιλονεικίας συναγόμενοι, ἐσχίζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἦν ἐν αὐτοῖς σχίσματα· καὶ ὄντων σχισμάτων, παρεβλέποντο τὸν λαβόντα τὴν μητρυιὰν εἰς γυναῖκα. Ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς γυναῖκας προφάσει τῆς ἐγκρατείας.

Τινὲς δὲ καὶ ἐν εἰδωλείοις ἤσθιον ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. Ἄλλοι δὲ τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον. Καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυστήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην.

Τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ, καὶ λοιπὸν πρὸς πάντα ἀντιγράφει. Καὶ πρῶτον μὲν μαρτυρεῖ αὐτοῖς ἐν φρονήσει καὶ γνώσει· οὐκ ἀποδέχεται δὲ αὐτοὺς ποιοῦντας τὰ σχίσματα, ἀλλὰ καὶ συμβουλεύει μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ᾽ ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι· ἔπειτα, ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέσας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν περὶ ὧν ἔγραψαν ἀποκρίνεται. Περὶ μὲν τοῦ γάμου διδάσκων, ἄῤῥηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνον σχολάζειν διὰ τὴν εὐχήν· διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι μὴ ἀνάγκῃ, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω. Εἶτα περὶ τῶν εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται. Κωλύει οὖν τὰ ἐν εἰδωλίῳ συμπόσια, ἵνα μὴ σκανδαλίζωνται οἱ μικροί. Εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει· ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν ἔχοντα τὸ χάρισμα τόδε τοῦ ἔχοντος τόδε· πάντα γὰρ τοῦ αὐτοῦ Πνεύματος εἶναι λέγει. Καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει· ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνήσκουσα μὲν φθαρτὴ, ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. Τὴν δὲ ἀνάστασιν ἀπὸ τοῦ ἐγηγέρθαι τὸν Χριστὸν συνίστησι. Καὶ εἰς τὸ τέλος παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν.

Τρίτη, πάλιν καὶ αὕτη πρὸς Κορινθίους. Καὶ ταύτην πρὸς τοὺς αὐτοὺς ἐπιστέλλει ἀπὸ Μακεδονίας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Δεξάμενοι Κορίνθιοι τὴν Ἐπιστολὴν τὴν προτέραν, κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μητρυιὰν, καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τοιοῦτον ἁμάρτημα· εἶτα ὑφηρπάζοντο παρά τινων τῶν καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε παρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου, καὶ ἀδιάφορον ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσεῖχον τοῖς ἐν προσώπῳ καυχωμένοις. Ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζοντες καλῶς. Πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστολος.

Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτοὺς, ἐκβαλόντας τὸν παρανομήσαντα· ἔπειτα ἀξιώσασιν αὐτοῖς συγκατανεύει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. Ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν, ὅτι οὐ δεῖ λαμβάνειν τὸ γράμμα μόνον τοῦ νόμου, ἀλλ᾽ ἐν αὐτῷ τῷ γράμματι τὴν διάνοιαν ἐρευνᾷν· οὐ γὰρ μόνον ῥητά ἐστιν ὁ νόμος, ἀλλὰ καὶ ἐν τοῖς ῥητοῖς ἐστι καὶ ὁ νοῦς τοῦ πνεύματος· ἔπειτα, ὅτι τοῦ Χριστοῦ ἐλθόντος, καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῇν, ἀλλ᾽ ὡς ἐν καινῇ κτίσει ἐν πᾶσιν ἀνανεοῦσθαι καὶ ἀργὴν εἶναι λοιπὸν τὴν περιτομήν. Ἀποδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐτοὺς πλεονάζειν. Εἶτα αἰτιώμενος τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα, ἅπερ πέπονθε διὰ τὸν Κύριον, καὶ τὰς ὀπτασίας δὲ διηγεῖται, ἅσπερ ἑώρακεν, εἴς τε τὸν Παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. Εἶτα παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστίᾳ τελειοῖ τὴν Ἐπιστολήν.

Τετάρτη, πρὸς Γαλάτας. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωρακὼς αὐτοὺς ἤδη καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Διδαχθέντες καλῶς οἱ Γαλάται παρὰ τοῦ Ἀποστόλου, καὶ πιστεύσαντες γνησίως εἰς τὸν Χριστὸν, ἀποδημήσαντος αὐτοῦ, ὑφηρπάσθησαν παρά τινων, ὥστε περιτέμνεσθαι. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπόστολος, γράφει πρὸς αὐτούς. Καὶ πρῶτον μὲν μαρτυρῶν αὐτοῖς περὶ ἧς εἶχον πίστεως, καὶ γνησίας ἐν Χριστῷ διαθέσεως, μέμφεται ὡς ἀνοήτως πράξαντας, καὶ μεταβαλομένους αὐτούς· ἔπειτα δὲ διαλαμβάνει περὶ τοῦ νόμου, καὶ τῆς κατὰ τὸν Ἀβραὰμ πίστεως· καὶ ἀποδείκνυσιν ἔκ τε τοῦ νόμου καὶ τῶν γυναικῶν Ἀβραὰμ, ἀλληγορήσας αὐτὰς, μέχρι καιροῦ δεδόσθαι τὴν σκιὰν, καὶ τὴν περιτομὴν, καὶ ἀργεῖν λοιπὸν αὐτὰ τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Καὶ οὕτως ἀποδείξας, παραγγέλλει λοιπὸν αὐτοῖς μηκέτι προσέχειν τοῖς ἀπατήσασιν, ἀλλὰ μᾶλλον ἔχεσθαι τῆς ἐν Χριστῷ πίστεως, καὶ γινώσκειν, ὅτι ἡ ἐν Χριστῷ χάρις καταργεῖ τὴν κατὰ σάρκα περιτομήν. Καὶ οὕτω πάλιν εἰς τὰ ἤθη παραινέσας καὶ διδάξας, τελειοῖ τὴν Ἐπιστολήν.

Πέμπτη, πρὸς Ἐφεσίους. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, οὔπω μὲν αὑτοὺς ἑωρακὼς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ἐφέσιοι, πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γνησίαν εἶχον εἰς αὐτὸν τὴν πίστιν, καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην, καὶ ἐβούλοντο παρὰ τοῦ Παύλου βεβαιωθῆναι.

Μαθὼν τοίνυν ὁ Ἀπόστολος, γράφει πρὸς αὐτοὺς ταύτην τὴν Ἐπιστολὴν, ὥσπερ κατηχητικήν. Καὶ πρότερον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ᾽ ἡμᾶς μυστήριον, ἀλλ᾽ ἐξ ἀρχῆς καὶ καταβολῆς κόσμου εἶναι ταύτην εὐδοκίαν τοῦ Θεοῦ, ὥστε τὸν Χριστὸν ὑπὲρ ἡμῶν παθεῖν, καὶ ἡμᾶς σωθῆναι· ἔπειτα περὶ τῆς κλήσεως τῶν ἐθνῶν διαλέγεται, ἵνα δείξῃ ἀξίως αὐτοὺς πεπιστευκέναι· καὶ ἀποδείκνυσιν, ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Χριστοῦ, ὅς ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα καὶ ἐκ τούτου μάθωσιν, ὅτι οὐκ ἀνθρωπολάτραι γεγόνασι, πιστεύσαντες τῷ Χριστῷ, ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς. Σημαίνει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ Εὐαγγέλιον, καὶ ὅτι περὶ αὐτῶν ἐφρόντιζεν. Εἶτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ, πατράσι καὶ τέκνοις, κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ Ἐπιστολῇ, καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, λέγων πρὸς ἐκείνους εἶναι ἡμῖν τὴν πάλην. Καὶ ὥσπερ ἀγαθὸς ἀλείπτης, ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολικῆς ἐνεργείας, οὕτω τελειοῖ τὴν Ἐπιστολήν.

Ἕκτη, πρὸς Φιλιππησίους. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωρακὼς αὐτοὺς ἅμα καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Πεμψάντων Φιλιππησίων διακονίαν τῷ Παύλῳ, καί τινων περιερχομένων, καὶ διαφθειρόντων τὰς ἀκοὰς τῶν ἀκεραίων προφάσει τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς περιτομῆς, καὶ λεγόντων χωρὶς ταύτης μὴ δύνασθαι δικαιωθῆναι, μαθὼν ὁ Ἀπόστολος γράφει Φιλιππησίοις. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῶν τὴν πίστιν, καὶ σημαίνει μνημονεύειν αὐτῶν· ἔπειτα διηγεῖται ὡς ἀπελογήσατο ἐν Ῥώμῃ, καὶ ὅτι τινὲς αὐτῷ βαρεῖς γεγόνασιν ἐν τοῖς δεσμοῖς, φθόνον αὐτῷ κινοῦντες. Εἶτα αὐτοὺς προτρέπεται ἀλλήλους ἀγαπᾷν, ἐξηγούμενος τὴν τοῦ Σωτῆρος φιλανθρωπίαν, ὅτι Θεὸς ὢν ἐνηνθρώπησε δι᾽ ἡμᾶς. Εἶτα περὶ τῆς περιτομῆς καὶ τοῦ παλαιοῦ νόμου διαλαβὼν ἀποδεικνύει ἀργὴν γεγενῆσθαι λοιπὸν τὴν περιτομὴν, λαμβάνων ἀφ᾽ ἑαυτοῦ τὸ παράδειγμα, καὶ λέγων, ὅτι «Ταῦτα πάντα ἡγοῦμαι διὰ τὸν Χριστὸν ζημίαν.» Διὸ καὶ τοὺς μὲν διδάσκοντας ἔτι περιτομὴν, καὶ θέλοντας αὐτοὺς ἀπατῆσαι, μέμφεται, καὶ λέγει ἐχθροὺς εἶναι τοῦ Χριστοῦ. Ἀποδέχεται δὲ Φιλιππησίους διὰ τὴν πρὸς αὐτὸν τῆς κοινωνίας δόσιν· καὶ προτρεψάμενος πάλιν εἰς τὰ ἤθη αὐτοὺς, τελειοῖ τὴν Ἐπιστολήν.

Ἑβδόμη, πρὸς Κολασσαεῖς. Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης, οὐχ ἑωρακὼς μὲν αὐτοὺς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Τοὺς Κολασσαεῖς ἐπειρῶντό τινες ἀπατῆσαι σοφίσμασιν Ἑλληνικοῖς κατὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, καὶ περὶ τῶν ἐν τῷ νόμῳ βρωμάτων, καὶ τῆς περιτομῆς. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπόστολος, γράφει τὴν Ἐπιστολὴν αὐτοῖς ταύτην, ὥσπερ κατηχητικήν. Καὶ πρῶτον μὲν εὐχαριστῶν τῷ Θεῷ, σημαίνει ἀπὸ τοῦ σκότους αὐτοὺς μεταβεβηκέναι εἰς τὸ φῶς τῆς ἀληθείας, καὶ ὅτι ὁ Χριστὸς, εἰς ὃν ἐπίστευσαν, εἰκών ἐστι τοῦ Θεοῦ, καὶ Λόγος, δι᾽ οὗ τὰ πάντα γέγονε· καὶ ὅτι ἔπρεπεν αὐτὸν δημιουργὸν ὄντα γενέσθαι καὶ πρωτότοκον τῆς κτίσεως καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, ἵνα τὰ ἀμφότερα συνάψῃ, καὶ ζωοποιήσῃ τὰ πάντα. Προτρέπει τε αὐτοὺς ἐμμένειν τῇ πίστει, σημαίνων, ὅτι αὐτὸς Παῦλος διάκονός ἐστι τοῦ Εὐαγγελίου, ἐν ᾧ κατηχήθησαν· εἶτα δὲ καὶ περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ βρωμάτων διαλαμβάνει, καὶ περὶ ἡμερῶν καὶ ἐνιαυτῶν, ἃ ἐξηγεῖται, καὶ ἀποδείκνυσιν ἠργηκέναι λοιπὸν πάντα τὰ παλαιὰ καὶ τὴν περιτομήν· συμβουλεύει τε αὐτοὺς μὴ πλανᾶσθαι ἀπὸ τῶν σοφιζομένων, καὶ πλανᾷν αὐτοὺς θελόντων. Καὶ λοιπὸν παραινέσας κἀνταῦθα γονεῦσι καὶ τέκνοις, καὶ ἀνδράσι, καὶ γυναιξὶ, δούλοις καὶ κυρίοις, καὶ τὰ ἄλλα τὰ πρὸς τὰ ἤθη συμβουλεύσας, τελειοῖ τὴν Ἐπιστολήν.

Παραγγέλλει μέντοι αὐτοὺς, ἵνα, ὅταν ἀναγνωσθῇ παρ᾽ αὐτοῖς ἡ Ἐπιστολὴ, ποιήσωσι καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ αὐτὴν ἀναγνωσθῆναι· καὶ τὴν ἐκ Λαοδικείας πάλιν καὶ αὐτοὺς ἀναγνῶναι

Ὀγδόη, πρὸς Θεσσαλονικεῖς. Ταύτην ἐπιστέλλει ἀπὸ Ἀθηνῶν, ἑωρακὼς πρότερον αὐτοὺς, καὶ διατρίψας παρ᾽ αὐτοῖς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ὁ Ἀπόστολος πολλὰς θλίψεις παθὼν ἐν Βεῤῥοίᾳ, καὶ ἐν Φιλίπποις τῆς Μακεδονίας, καὶ ἐν Κορίνθῳ, γινώσκων τε ὅσα πέπονθε καὶ ἐν Θεσσαλονίκῃ, φοβούμενος, μὴ ἀκούσαντες Θεσσαλονικεῖς, ἃ πέπονθεν ἐν ταῖς προειρημέναις πόλεσι, πειρασθῶσιν ὑπὸ τοῦ πειράζοντος, καὶ σκανδαλισθῶσι· μαθὼν δὲ ὅτι καὶ ἐπὶ τοῖς ἀποθνήσκουσι κατώδυνοι ἐγίνοντο, ἀποστέλλει Τιμόθεον πρὸς αὐτοὺς μετὰ τῆς Ἐπιστολῆς ταύτης. Καὶ πρῶτον μὲν ἐπιστηρίζει αὐτοὺς ἐν τῇ πίστει, ὥστε μὴ σαλεύεσθαι διὰ τὰς θλίψεις· ὑπομιμνήσκει γὰρ αὐτοὺς, ὡς καὶ ἐν τῇ κατηχήσει διδαχθέντας ὑπομένειν τὰς θλίψεις, καὶ μηδὲν ξένον αὐτοὺς πεπονθέναι ὑπὸ Ἰουδαίων, τῶν καὶ τὸν Χριστὸν ἀποκτεινάντων. Χριστιανῶν γὰρ ἴδιον τὸ θλίβεσθαι ἐν τῷ βίῳ τούτῳ ἔλεγε. Πολλὰ δὲ παραινέσας αὐτοῖς οὕτως ἀναστρέφεσθαι, ὡς παρέλαβον ἀπ᾽ αὐτοῦ, γράφει καὶ περὶ τῶν τελευτώντων, παραμυθούμενος αὐτοὺς καὶ διδάσκων, μὴ βαρέως φέρειν. Οὐ γὰρ εἶναι τὸν θάνατον ἀπώλειαν, ἀλλ᾽ ὁδὸν ἀναστάσεως. Ἔπειτα καὶ περὶ τῶν χρόνων αὐτοὺς διδάσκει, ἵν᾽, ἄδηλον τὴν ἡμέραν γινώσκοντες, ἀεὶ ἕτοιμοι γίνωνται, καὶ μηδενὶ προσέχωσιν ἐπαγγελλομένῳ περὶ αὐτῆς.

Ἔσεσθαι γάρ φησι τὴν παρουσίαν οὕτως, ὥστε τοὺς περιλειπομένους, καὶ εὑρισκομένους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μὴ φθάνειν τοὺς ἐκ νεκρῶν ἐγειρομένους. Ἅμα γὰρ γίνεσθαι τὴν πάντων ἀλλαγὴν διδάσκει. Πρὸς τούτοις, προτρέπων αὐτοὺς βελτιοῦσθαι ἐν τοῖς ἤθεσι, παραινεῖ ἀεὶ αὐτοῖς καὶ χαίρειν τῇ ἐλπίδι, καὶ προσεύχεσθαι, καὶ εὐχαριστεῖν ἀεὶ τῷ Κυρίῳ, ἐνορκίζων αὐτοὺς ἀναγνῶναι τὴν Ἐπιστολὴν ταύτην πᾶσι τοῖς ἀδελφοῖς, καὶ οὕτως αὐτὴν τελειοῖ.

Ἐνάτη, πάλιν καὶ αὕτη πρὸς Θεσσαλονικεῖς. Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Τινὲς ἐν Θεσσαλονίκῃ ἀργοὶ καὶ ἄτακτοι περιερχόμενοι τοὺς ἀδελφοὺς ὑφήρπαζον, ὡς ἤδη τῆς παρουσίας τοῦ Κυρίου ἐνστάσης. Ἠπάτων δὲ τοὺς ἀκούοντας, ὡς τοῦ Ἀποστόλου τοῦτο δηλοῦντος, καὶ ὑπὸ Πνεύματος ἀκούσαντες.

Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπόστολος γράφει τὴν Ἐπιστολήν. Καὶ πρῶτον μὲν ἀποδέχεται τὴν πίστιν αὐτῶν αὐξάνουσαν, καὶ ὅτι ἐν αὐτοῖς ἐκαυχᾶτο, τὰς θλίψεις γενναίως ὑποφέρουσι διὰ τὸν Χριστόν· καὶ παραμυθεῖται δὲ αὐτοὺς, ὡς ἐσομένης ἐκδικίας παρὰ τοῦ Θεοῦ κατὰ τῶν ἀδικούντων· ἔπειτα δὲ καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος διδάσκει, μηδενὶ αὐτοὺς πείθεσθαι, μηδὲ θροεῖσθαι, μήτε διὰ Πνεύματος, μήτε ὡς αὐτοῦ γράψαντος, μηδὲ ὅλως νομίζειν ἤδη παρεῖναι αὐτὴν, μηδὲ πρότερον ἔσεσθαι ταύτην, ἐὰν μὴ ἡ ἀποστασία πρότερον ἔλθῃ, καὶ μετ᾽ αὐτὴν ὁ Ἀντίχριστος, ὁ υἱὸς τῆς ἀπωλείας, οὗ τὴν παρουσίαν ἐν σημείοις καὶ τέρασι ψεύδους κατ᾽ ἐνέργειαν τοῦ Σατανᾶ ἔσεσθαι σημαίνει. Εἶτα παραινέσας αὐτοῖς στήκειν γενναίως, καὶ κρατεῖν τὰς παραδόσεις, ὡς ἐδιδάχθησαν παρ᾽ αὐτοῦ, παραγγέλλει μηδεμίαν κοινωνίαν ἔχειν μετὰ τῶν ἀτάκτων, ἀλλὰ καὶ ἀποβάλλειν αὐτούς. Εἶναι γὰρ καὶ περιέργους καὶ πλάνους ἐδήλωσε τοὺς τοιούτους. Καὶ καθόλου δὲ παρήγγειλε τὸν μὴ ὑπακούοντα τοῖς λόγοις αὐτοῦ, τοῦτον ἀποσυνάγωγον γίνεσθαι. Καὶ λοιπὸν ὑπευξάμενος αὐτοῖς εἰρήνην, τελειοῖ τὴν Ἐπιστολὴν, τὸν ἀσπασμὸν τῇ ἰδίᾳ χειρὶ γράψας, ὅπερ σημεῖον εἶναι πάσης Ἐπιστολῆς οἰκείας δεδήλωκεν.

Δεκάτη, πρὸς Ἑβραίους. Ταύτην ἀποστέλλει ἀπὸ Ἰταλίας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ἐπειδὴ Ἰουδαῖοι ἐνίσταντο ἐν τῷ νόμῳ καὶ ταῖς σκιαῖς, διὰ τοῦτο ὁ ἀπόστολος Παῦλος, διδάσκαλος ἐθνῶν γενόμενος, καὶ εἰς τὰ ἔθνη ἀποσταλεὶς κηρύττειν τὸ Εὐαγγέλιον. γράψας τε πᾶσι τοῖς ἔθνεσι, γράφει λοιπὸν καὶ πᾶσι τοῖς ἐκ περιτομῆς πιστεύσασιν Ἑβραίοις ἀποδεικτικὴν ταύτην Ἐπιστολὴν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ πεπαῦσθαι τὴν σκιὰν τοῦ νόμου. Καὶ πρῶτον μὲν ἀποδείκνυσι τοὺς προφήτας διὰ τοῦτο ἀπεστάλθαι, ἵνα περὶ τοῦ Σωτῆρος ἀπαγγείλωσι, καὶ μετ᾽ αὐτοὺς αὐτὸς ἔλθῃ· δούλους τε εἶναι τοὺς προφήτας, καὶ μηνυτὰς τῆς αὐτοῦ παρουσίας· αὐτὸν δὲ τὸν Χριστὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, δι᾽ οὗ τὰ πάντα γέγονε· καὶ ὅτι τοῦτον τὸν Υἱὸν ἔδει ἄνθρωπον γενέσθαι σαρκωθέντα, ἵνα διὰ τῆς τοῦ σώματος αὐτοῦ θυσίας καταργήσῃ τὸν θάνατον· οὐ γὰρ δι᾽ αἵματος μόσχου ἢ τράγου, ἀλλὰ δι᾽ αἵματος τοῦ Χριστοῦ ἔσεσθαι τὴν σωτηρίαν τοῖς ἀνθρώποις.

Ἀποδείκνυσι δὲ, ὅτι ὁ νόμος οὐδένα ἐτελείωσεν, ἀλλὰ σκιὰν εἶχε τῶν μελλόντων ἀγαθῶν, καὶ οὐ κατέπαυσεν ὁ λαὸς, ἀλλὰ κοινῇ πᾶσιν ἡμῖν ἀπολείπεται ἡ ἡμέρα τῆς καταπαύσεως. Πάλιν δὲ ἀποδείκνυσιν, ὅτι ἡ ἀρχιερατικὴ λειτουργία μετέθη ἀπὸ Ἀαρὼν εἰς τὸν Χριστὸν, οὗ τύπος ἦν ὁ Μελχισεδὲκ, οὐκ ὢν ἐκ τοῦ Λευΐ· πίστει τε δεδικαιῶσθαι τοὺς πατέρας σημαίνει, καὶ οὐκ ἐξ ἔργων τοῦ νόμου. Εἶτα πάλιν εἰς τὰ ἤθη προτρεψάμενος καὶ τούτους, καὶ ἀποδεξάμενος αὐτῶν τὴν διὰ τὸν Χριστὸν ὑπομονὴν, καὶ πείσας τιμᾷν τοὺς πρεσβυτέρους, τελειοῖ τὴν ἐπιστολήν.

Ἑνδεκάτη, πρὸς Τιμόθεον. Ταύτην ἐπιστέλλει ἀπὸ Μακεδονίας. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Ἐν τῇ Ἐφέσῳ τινὲς Ἰουδαΐζοντες ἐπεχείρουν ἑτεροδιδασκαλεῖν, καὶ ἀπατᾷν τοὺς ἀκεραίους προφάσει τοῦ νόμου. Τοῦτο οὖν μαθὼν ὁ Ἀπόστολος, προτρέπει τὸν Τιμόθεον ἐκεῖ προσμεῖναι πρὸς διόρθωσιν αὐτῶν· γράφει τε αὐτῷ τὴν ἐπιστολὴν ταύτην. Καὶ πρῶτον μὲν ὑπομιμνήσκει τοῦτον, εἰδότα τὴν ἐν Χριστῷ πίστιν, διδάσκων αὐτὸν περὶ τοῦ νόμου, κωλύειν τοὺς παρὰ τὴν ὀρθὴν διδασκαλίαν λαλοῦντας, ἐπιτιμᾷν τε αὐτούς. Καὶ γὰρ καὶ αὐτὸς Ὑμέναιον καὶ Ἀλέξανδρον, ναυαγήσαντας περὶ τὴν πίστιν, παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Ταῦτα ὑπομνήσας, λοιπὸν διατάττει αὐτῷ κανόνας ἐκκλησιαστικοὺς περὶ προσευχῆς, πῶς, καὶ ποῦ, καὶ περὶ τίνων δεῖ προσεύχεσθαι· περὶ τοῦ σιγᾷν ἐν ἐκκλησίαις τὰς γυναῖκας, καὶ μᾶλλον μανθάνειν ἢ διδάσκειν αὐτάς· περὶ καταστάσεως ἐπισκόπων, καὶ πρεσβυτέρων, καὶ διακόνων, πῶς καὶ ὁποίους εἶναι δεῖ τοὺς καθισταμένους· περὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ χηρῶν, ἀπὸ πόσων ἐτῶν χρὴ ταύτας καταλέγεσθαι, καὶ ὁποίας αὐτὰς εἶναι δεῖ, καὶ πῶς αὐταῖς δεῖ προσέχειν· περὶ τοῦ σωφρονεῖν τὰς νεωτέρας, καὶ γαμεῖν μᾶλλον, καὶ μὴ αἰσχρῶς ζῇν· περὶ τοῦ παραγγέλλειν τοῖς πλουσίοις μὴ ὑψηλὰ φρονεῖν, μηδὲ ἐλπίζειν ἐπὶ τῷ πλούτῳ.

Περὶ τούτων διαταξάμενος, προτρέπεται αὐτὸν ταῦτα διδάσκειν, καὶ μηκέτι μὲν ὑδροποτεῖν· προσέχειν δὲ ἑαυτῷ καὶ τῇ διδασκαλίᾳ, εἰδότα ἔσεσθαι καιροὺς, ἐν οἷς ἀποστήσονταί τινες τῆς πίστεως. Διδάξας δὲ καθαρὰ εἶναι καὶ τὰ βρώματα, καὶ παραγγείλας αὐτῷ ἐκτρέπεσθαι τὰς ἐμφιλονείκους ζητήσεις ὡς βεβήλους, ἐφ᾽ αἷς καί τινες καυχώμενοι παρέβησαν τὴν πίστιν, τελειοῖ τὴν ἐπιστολήν.

Δωδεκάτη, καὶ αὕτη πάλιν πρὸς Τιμόθεον. Ταύτην ἐπιστέλλει πάλιν πρὸς Τιμόθεον ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις καὶ ταύτης τῆς ἐπιστολῆς ἐστιν οὕτως· Τῶν συναποδημησάντων τῷ Παύλῳ καταλειψάντων αὐτὸν, βουλόμενος ὁ Ἀπόστολος τὸν Τιμόθεον ἐλθεῖν πρὸς αὐτὸν, γράφει τὴν ἐπιστολήν.

Καὶ πρῶτον μὲν δηλοῖ ἑαυτὸν μνημονεύειν αὐτοῦ τε τῆς εὐλαβείας καὶ τῆς τῶν προγόνων αὐτοῦ πίστεως· ἔπειτα δὲ, ὅτι οἱ ἀπὸ Ἀσίας, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, ἀπεστράφησαν αὐτὸν, ὁρῶντες αὐτοῦ τὰς ἁλύσεις. Τὸν Ὀνησιφόρον δὲ ἀπεδέξατο, ἐλθόντα εἰς τὴν Ῥώμην, καὶ προσμείναντα αὐτῷ. Παραγγέλλει δὲ αὐτῷ παραιτεῖσθαι τὰς μωρὰς ζητήσεις, διὰ τὸ ἐξ αὐτῶν γεννᾶσθαι μάχας. Καὶ γὰρ Ὑμέναιος καὶ Φιλητὸς, οὕτως ἐκτραπέντες, παρέβησαν τὴν ἀλήθειαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καί τινας ἀνατρέπουσι. Μᾶλλον οὖν παραινεῖ τούτῳ προσέχειν ἑαυτῷ καὶ τῇ διδασκαλίᾳ, καὶ εἰδέναι μὲν, ὅτι ἐν ὑστέροις καιροῖς ἔσονται οἱ ἄνθρωποι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι· προβλέποντα δὲ ταῦτα, ἀσφαλίζεσθαι τοὺς λαοὺς, μή τις ἐξ αὐτῶν ἀπατηθῇ. Καὶ εἰς τὰ ἤθη δὲ καὶ εἰς τὴν τῆς διδασκαλίας ἀκρίβειαν πολλὰ προτρεψάμενος αὐτὸν, καὶ σημάνας τὸν καιρὸν λοιπὸν τῆς ἀναλύσεως αὐτοῦ ἐνεστάναι, καὶ μέλλειν σπένδεσθαι καὶ μαρτυρεῖν, ἐνετείλατο αὐτῷ ἐλθεῖν πρὸς αὐτὸν ταχέως, κομίζοντα τὸν φελόνην καὶ τὰ βιβλία. Παρῄνεσε δὲ αὐτῷ Ἀλέξανδρον τὸν χαλκέα φυλάττεσθαι, ὡς πολλὰ κακὰ ἐνδειξάμενον αὐτῷ· καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν.

Τρισκαιδεκάτη, πρὸς Τῖτον. Ταύτην ἐπιστέλλει ἀπὸ Νικοπόλεως· ἐκεῖ γὰρ παρεχείμασεν. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Εἰς μὲν τὴν Κρήτην ἀπέλιπε τὸν Τῖτον, ἵνα καταστήσῃ κατὰ πόλεις κληρικούς· πολλῶν δὲ ὄντων ἐκεῖ τῶν ἐπιχειρούντων προφάσει τοῦ νόμου ἀπατᾷν τοὺς λαοὺς, μαθὼν ὁ Ἀπόστολος, γράφει. Καὶ πρῶτον μὲν εὐχαριστῶν τῷ Θεῷ διὰ τὴν αὐτοῦ εὐλάβειαν, σημαίνει τὴν ἐν Χριστῷ πίστιν μὴ νεωτέραν εἶναι, ἀλλ᾽ ἐξ αἰῶνος ἡτοιμάσθαι, καὶ ἐπηγγέλθαι παρὰ τοῦ Θεοῦ ταύτην· ἔπειτα δὲ καὶ περὶ τῆς καταστάσεως τῶν κληρικῶν. Καὶ τοῦτον διδάσκει, πῶς, καὶ ὁποίους αὐτοὺς εἶναι δεῖ. Καὶ ἐπιτιμᾷν δὲ ἐντέλλεται αὐτῷ τοῖς ἀντιλέγουσι τῇ ὑγιαινούσῃ πίστει· μάλιστα τοῖς ἐκ περιτομῆς, εἰδέναι τε τοὺς Κρῆτας, ὅτι ἀργοί εἰσι, καὶ χρῄζουσιν ἐπιτιμίας. Διδάξας τε πάντα τὰ βρώματα καθαρὰ εἶναι τοῖς καθαροῖς, καὶ ὁποίας εἶναι δεῖ τὰς πρεσβύτιδας, τὰς ὀφειλούσας σωφρονίζειν τὰς νέας, παραινεῖ πῶς δεῖ τοὺς δούλους τοῖς ἰδίοις δεσπόταις ὑποτάσσεσθαι. Καὶ τέλος, ὑπομνήσας ὅτι ἡ τοῦ Σωτῆρος χάρις οὐκ ἐξ ἔργων ἡμᾶς ἐδικαίωσεν, ἀλλὰ τῇ ἰδίᾳ φιλανθρωπίᾳ, καὶ παραγγείλας τὰς νομικὰς μάχας ἐκτρέπεσθαι, ὡς ἀναισχύντους οὔσας, δηλοῖ αὐτῷ, μετὰ τὸ πέμψαι πρὸς αὐτὸν Ἀρτεμᾶν, ἵνα ἔλθῃ πρὸς αὐτόν. Ἐνετείλατό τε αὐτῷ, ὥστε διδάσκειν, καὶ τοὺς αὐτοῦ καλῶν ἔργων προΐστασθαι· καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν.

Τεσσαρεσκαιδεκάτη, πρὸς Φιλήμονα. Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Ὀνήσιμος ὁ οἰκέτης Φιλήμονος ἔφυγε, καὶ προσῆλθε τῷ Παύλῳ, καὶ κατηχήθη παρ᾽ αὐτοῦ, καὶ γέγονεν αὐτῷ χρήσιμος εἰς διακονίαν.

Περὶ τούτου τοίνυν γράφει Φιλήμονι παρατιθέμενος αὐτῷ τὸν Ὀνήσιμον, ἵνα προσέχῃ αὐτῷ γνησίως, καὶ μηκέτι ἔχῃ αὐτὸν ὡς δοῦλον, ἀλλ᾽ ὡς ἀδελφόν. Προετρέψατο δὲ αὐτὸν, καὶ ξενίαν αὐτῷ ἑτοιμάσαι, ἵνα, ἐὰν ἔλθῃ, εὕρῃ ποῦ μείνῃ· καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν.