Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Τόμος πρὸς Ἀντιοχεῖς

Μέγας Αθανάσιος

Προοίμιο και σκοπός της αποστολής

Χαιρετισμός προς τους συλλειτουργούς, έκφραση επιθυμίας για εκκλησιαστική ειρήνη και αναφορά στους λόγους αποστολής των εκπροσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

Ο ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΙΣ ΤΟΜΟΣ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖς Εὐσεβίῳ, Λουκίφερι, Ἀστερίῳ, Κυματίῳ καὶ Ἀνατολίῳ, Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλεξανδρείᾳ ἐπίσκοποι ἀπό τε τῆς Ἰταλίας καὶ Ἀραβίας, Αἰγύπτου καὶ Λιβύης, Εὐσέβιος, Ἀστέριος, Γάϊος, Ἀγαθὸς, Ἀμμώνιος, Ἀγαθοδαίμων, Δρακόντιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος, Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μηνᾶς, Γεώργιος, Λούκιος, Μακάριος, καὶ οἱ λοιποὶ, ἐν Χριστῷ πλεῖστα χαίρειν.

Πεπείσμεθα μὲν, ὅτι, λειτουργοὶ Θεοῦ καὶ οἰκονόμοι καλοὶ τυγχάνοντες, ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς Ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν διαιρεθέντες ἀφ᾽ ἡμῶν, νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ, καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες, ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινωνίας· ἀναγκαῖον ἡγησάμεθα ταῦθ᾽ ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι, καὶ αὐτοὶ ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουργοὶ, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καὶ, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ᾽ ἡμῶν, καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται, οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πίστις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν, ἢ τί «τερπνὸν» ἀλλ᾽ ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριον μεθ᾽ ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πίστις καὶ εὐσέβεια κηρύσσεται;

Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν᾽ ἅμα τὴν ὑμετέραν περιπτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύσωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δὲ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυπήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλειτουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ᾽ ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι, καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροικίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν ἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας.