Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Αναχώρηση στο Εσωτερικό Όρος και καθημερινή εγρήγορση

Η μετάβαση στο Εσωτερικό Όρος για την αποφυγή της δόξας, η οργάνωση του εκεί ασκητικού βίου και οι συμβουλές περί διαρκούς αυτοελέγχου και καταγραφής των λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 10

Εὐθὺς οὖν ἐκεῖνος πιστεύσας, καὶ ἐπικαλεσάμενος τὸν Χριστὸν, ἀπῆλθεν, ἔχων τὴν θυγατέρα καθαρισθεῖσαν ἀπὸ τοῦ δαίμονος. Πολλὰ δὲ καὶ ἄλλα δι᾽ αὐτοῦ πεποίηκεν ὁ Κύριος, ὁ λέγων· Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν. Πλεῖστοι γὰρ τῶν πασχόντων, μὴ ἀνοίγοντος αὐτοῦ τὴν θύραν, μόνον ἐκάθευδον ἔξω τοῦ μοναστηρίου, καὶ πιστεύοντες καὶ εὐχόμενοι γνησίως, ἐκαθαρίζοντο.

Ὡς δὲ εἶδεν ἑαυτὸν ὀχλούμενον ὑπὸ πολλῶν καὶ μὴ ἀφιέμενον κατὰ γνώμην ἀναχωρεῖν, ὡς βούλεται· εὐλαβηθεὶς μὴ ἐξ ὧν ὁ Κύριος ποιεῖ δι᾽ αὐτοῦ, ἢ αὐτὸς ἐπαρθῇ, ἢ ἄλλος τις ὑπὲρ ὅ ἐστι λογίσηται περὶ αὐτοῦ, ἐσκέψατο καὶ ὥρμησεν ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα πρὸς τοὺς ἀγνοοῦντας αὐτόν. Καὶ δὴ παρὰ τῶν ἀδελφῶν δεξάμενος ἄρτους, ἐκάθητο παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, σκοπῶν εἰ ἄρα παρέλθοι πλοῖον, ἵνα ἐμβὰς ἀνέλθῃ μετ᾽ αὐτῶν. Ταῦτα δὲ αὐτοῦ σκεπτομένου, φωνή τις ἄνωθεν γέγονε πρὸς αὐτόν· Ἀντώνιε, ποῦ πορεύῃ, καὶ διὰ τί; Ὁ δὲ μὴ ταραχθεὶς, ἀλλ᾽ ὡς εἰωθὼς καλεῖσθαι πολλάκις οὕτως, ἐπακούσας, ἀπεκρίνατο, λέγων· Ἐπειδὴ οὐκ ἐπιτρέπουσί μοι ἠρεμεῖν οἱ ὄχλοι, διὰ τοῦτο βούλομαι ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα, διὰ τὰς πολλὰς τῶν ὧδέ μοι γινομένας ἐνοχλήσεις, καὶ μάλιστα διὰ τὸ ἀπαιτεῖσθαί με παρ᾽ αὐτῶν τὰ ὑπὲρ τὴν ἐμὴν δύναμιν.

Ἡ δὲ πρὸς αὐτὸν ἔφη· Κἂν εἰς τὴν Θηβαΐδα ἀνέλθῃς, κἂν, ὡς ἐνθυμῇ, κατέλθῃς εἰς τὰ βουκόλια, πλείω καὶ διπλασίονα τὸν κάματον ἔχεις ὑπομένειν. Εἰ δὲ θέλεις ὄντως ἠρεμεῖν, ἄνελθε νῦν εἰς τὴν ἐνδοτέραν ἔρημον. Τοῦ δὲ Ἀντωνίου λέγοντος· Καὶ τίς δείξει μοι τὴν ὁδόν; ἄπειρος γάρ εἰμι ταύτης· εὐθὺς ἔδειξεν αὐτῷ Σαρακηνοὺς μέλλοντας ὁδεύειν τὴν ὁδὸν ἐκείνην. Προσελθὼν τοίνυν, καὶ ἐγγίσας αὐτοῖς ὁ Ἀντώνιος, ἠξίου σὺν αὐτοῖς εἰς τὴν ἔρημον ἀπελθεῖν. Οἱ δὲ, ὥσπερ ἐξ ἐπιτάγματος τῆς Προνοίας, προθύμως αὐτὸν ἐδέξαντο· καὶ ὁδεύσας τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας μετ᾽ αὐτῶν, ἦλθεν εἰς ὄρος ὑψηλὸν λίαν· καὶ ὕδωρ μὲν ἦν ὑπὸ τὸ ὄρος διειδέστατον, γλυκὺ, καὶ μάλα ψυχρόν. Πεδιὰς δὲ ἔξωθεν, καὶ φοίνικες ἀμεληθέντες ὀλίγοι.

Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λαλήσας αὐτῷ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ. Τὴν μὲν οὖν ἀρχὴν δεξάμενος παρὰ τῶν συνοδευσάντων ἄρτους, ἔμενεν ἐν τῷ ὄρει μόνος, οὐδενὸς ἑτέρου συνόντος αὐτῷ· ὡς γὰρ ἴδιον οἶκον ἐπιγνοὺς, εἶχε λοιπὸν τὸν τόπον ἐκεῖνον. Αὐτοί τε οἱ Σαρακηνοὶ, θεωρήσαντες τὴν Ἀντωνίου προθυμίαν, ἐξεπίτηδες ἐκείνην τὴν ὁδὸν διήρχοντο, καὶ χαίροντες ἔφερον ἄρτους αὐτῷ· εἶχε δὲ καὶ τὴν ἀπὸ τῶν φοινίκων ὀλίγην τινὰ τότε καὶ εὐτελῆ παραμυθίαν. Μετὰ δὲ ταῦτα, μαθόντες οἱ ἀδελφοὶ τὸν τόπον, ὡς τέκνα, πατρὸς μνημονεύοντες, ἐφρόντιζον ἀποστέλλειν αὐτῷ· ἀλλ᾽ ὁρῶν ὁ Ἀντώνιος, ὅτι προφάσει τοῦ ἄρτου σκύλλονταί τινες ἐκεῖ, καὶ κάματον ὑπομένουσι· φειδόμενος καὶ ἐν τούτῳ τῶν μοναχῶν, ἐβουλεύσατο καθ᾽ ἑαυτὸν, καὶ τῶν εἰσερχομένων τινὰς πρὸς αὐτὸν ἠξίωσε κομίσαι αὐτῷ δίκελλαν, καὶ πέλεκυν, καὶ σῖτον ὀλίγον. Ὡς δὲ ἐκομίσθη ταῦτα, διοδεύσας τὴν περὶ τὸ ὄρος γῆν, βραχύτατόν τινα τόπον εὑρὼν ἐπιτήδειον, ἐγεώργησε· καὶ τὸν ἐκ τοῦ ὕδατος ποτισμὸν ἀφθόνως ἔχων, ἔσπειρε.

Καὶ κατ᾽ ἐνιαυτὸν τοῦτο ποιῶν, εἶχεν ἐκεῖθεν τὸν ἄρτον· χαίρων, ὅτι μηδενὶ διὰ τοῦτο γενήσεται ὀχληρὸς, καὶ ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀβαρῆ φυλάττει. Ἀλλὰ μετὰ ταῦτα βλέπων πάλιν τινὰς ἐρχομένους, ἐγεώργησε καὶ ὀλιγοστὰ λάχανα, ἵνα ὁ εἰσερχόμενος ἔχῃ τινὰ παραμυθίαν ὀλίγην τοῦ καμάτου τῆς καλεπῆς ἐκείνης ὁδοῦ. Τὴν μὲν οὖν ἀρχὴν τὰ ἐν τῇ ἐρήμῳ θηρία προφάσει τοῦ ὕδατος ἐρχόμενα, πολλάκις ἔβλαπτον αὐτοῦ τὸν σπόρον καὶ τὴν γεωργίαν· αὐτὸς δὲ χαριέντως κρατήσας ἓν τῶν θηρίων, ἔλεγε τοῖς πᾶσι· Διὰ τί με βλάπτετε, μηδὲν ἐμοῦ βλάπτοντος ὑμᾶς;

Ἀπέλθετε, καὶ ἐν τῷ ὀνόματι τοῦ Κυρίου μηκέτι ἐγγίσητε τοῖς ὧδε. Καὶ ἐξ ἐκείνου λοιπὸν, ὥσπερ φοβηθέντα τὴν παραγγελίαν, οὐκ ἔτι τῷ τόπῳ ἤγγισαν. Αὐτὸς μὲν οὖν μόνος ἦν εἰς τὸ ἔσω ὄρος, ταῖς εὐχαῖς καὶ τῇ ἀσκήσει σχολάζων· οἱ δὲ ἀδελφοὶ οἱ διακονοῦντες αὐτῷ, ἠξίωσαν αὐτὸν, ἵνα διὰ μηνῶν εἰσερχόμενοι κομίζωσιν αὐτῷ ἐλαίας καὶ ὄσπριον καὶ ἔλαιον· γέρων γὰρ λοιπὸν ἦν. Ἐκεῖ τοίνυν ἀναστρεφόμενος, ὅσας ὑπέμεινε πάλας, κατὰ τὸ γεγραμμένον, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἀντικειμένους δαίμονας, ἐκ τῶν εἰσερχομένων πρὸς αὐτὸν ἔγνωμεν.

Καὶ γὰρ κἀκεῖ θορύβων, καὶ φωνῶν πολλῶν, καὶ κτύπων, ὡς ὅπλων ἤκουον· τό τε ὄρος νυκτὸς πλῆρες θηρίων γενόμενον ἔβλεπον· ἐθεώρουν δὲ καὶ αὐτὸν ὡς πρὸς βλεπομένους μαχόμενον, καὶ εὐχόμενον κατ᾽ αὐτῶν. Καὶ τοὺς μὲν ἐρχομένους πρὸς αὐτὸν παρεθάῤῥυνεν, αὐτὸς δὲ ἠγωνίζετο κάμπτων τὰ γόνατα καὶ προσευχόμενος τῷ Κυρίῳ. Καὶ ἦν ἀληθῶς θαύματος ἄξιον, ὅτι, μόνος ἐν τοιαύτῃ ἐρήμῳ ὢν, οὔτε δαιμόνων ἐφισταμένων ἐπτοεῖτο, οὔτε, τοσούτων ὄντων ἐκεῖ θηρίων τετραπόδων καὶ ἑρπετῶν, ἐφοβεῖτο τούτων τὴν ἀγριότητα· ἀλλ᾽ ἀληθῶς, κατὰ τὸ γεγραμμένον, πεποιθὼς ἦν ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, ἀσάλευτον ἔχων καὶ ἀκύμαντον τὸν νοῦν· ὥστε μᾶλλον τοὺς δαίμονας φεύγειν, καὶ τὰ θηρία τὰ ἄγρια, ὡς γέγραπται, εἰρηνεύειν πρὸς αὐτόν.

Ὁ μὲν οὖν διάβολος, ὡς ψάλλει Δαβὶδ, παρετηρεῖτο τὸν Ἀντώνιον, καὶ ἔτριζε κατ᾽ αὐτοῦ τοὺς ὀδόντας· ὁ δὲ Ἀντώνιος παρεκαλεῖτο παρὰ τοῦ Σωτῆρος, ἀβλαβὴς διαμένων ἀπὸ τῆς ἐκείνου πανουργίας καὶ τῆς ποικίλης μεθοδείας. Ἀγρυπνοῦντι τοίνυν αὐτῷ νυκτὸς ἐπαφῆκε θηρία· καὶ σχεδὸν ἐν ἐκείνῃ τῇ ἐρήμῳ πᾶσαι αἱ ὕαιναι, ἐξελθοῦσαι τῶν φωλεῶν, περιεκύκλωσαν, καὶ μέσος ἦν αὐτός· χαινούσης δὲ, καὶ δάκνειν ἑκάστης ἀπειλούσης, συνεὶς τὴν τοῦ ἐχθροῦ τέχνην, εἶπε πάσαις αὐταῖς· Εἰ μὲν ἐξουσίαν ἐλάβετε κατ᾽ ἐμοῦ, ἕτοιμός εἰμι βρωθῆναι παρ᾽ ὑμῶν· εἰ δὲ παρὰ δαιμόνων ὑπεβλήθητε, μὴ μέλλετε, ἀλλ᾽ ἀναχωρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι.

Εἶτα μεθ᾽ ἡμέρας ὀλίγας, ὡς εἰργάζετο (ἔμελε γὰρ αὐτῷ καὶ κοπιᾷν), ἐπιστάς τις τῇ θύρᾳ, εἷλκε τὴν σειρὰν τοῦ ἔργου· σπυρίδας γὰρ ἔῤῥαπτε, καὶ ταύτας τοῖς εἰσερχομένοις ἀντὶ τῶν κομιζομένων αὐτῷ ἐδίδου. Ἀναστὰς δὲ, εἶδε θηρίον, ἀνθρώπῳ μὲν ἐοικὸς ἕως τῶν μηρῶν, τὰ δὲ σκέλη καὶ τοὺς πόδας ὁμοίους ἔχον ὄνῳ. Καὶ ὁ μὲν Ἀντώνιος μόνον ἑαυτὸν ἐσφράγισε, καὶ εἶπε· Χριστοῦ δοῦλός εἰμι· εἰ ἀπεστάλης κατ᾽ ἐμοῦ, ἰδοὺ πάρειμι. Τὸ δὲ θηρίον σὺν τοῖς ἑαυτοῦ δαίμοσιν οὕτως ἔφυγεν, ὡς ὑπὸ τῆς ὀξύτητος πεσεῖν καὶ ἀποθανεῖν. Ὁ δὲ τοῦ θηρίου θάνατος πτῶμα τῶν δαιμόνων ἦν. Πάντα γὰρ ἐσπούδαζον ποιεῖν, ἵνα καταγάγωσιν αὐτὸν ἐκ τῆς ἐρήμου, καὶ οὐκ ἴσχυσαν.

Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελθεῖν πρὸς αὐτοὺς, καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐτούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασι· κάμηλος δὲ ἐβάσταζε αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ. Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα, καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ καὶ τὸ μοναστήριόν ἐστιν αὐτοῦ. Λείψαντος τοίνυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ, καὶ καύματος ὄντος σφοδροτάτου, πάντες ἔμελλον κινδυνεύειν. Περιελθόντες γὰρ τοὺς τόπους, καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περιπατεῖν ἐδύναντο λοιπὸν, ἀλλὰ κατέκειντο χαμαὶ, τήν τε κάμηλον ἀφῆκαν ἀπελθεῖν, ἀπογνόντες ἑαυτῶν. Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπηθεὶς καὶ στενάξας, ὀλίγον ἀπ᾽ αὐτῶν ἀπελθὼν, καὶ κλίνας τὰ γόνατα, καὶ τὰς χεῖρας ἐκτείνας, προσηύχετο· καὶ εὐθὺς ἐποίησεν ὁ Κύριος ὕδωρ ἐξελθεῖν, ἔνθα προσευχόμενος εἱστήκει· καὶ οὕτως πιόντες οἱ πάντες, ἀνέπνευσαν· καὶ τοὺς ἀσκοὺς πλήσαντες, ἐζήτησαν τὴν κάμηλον, καὶ εὗρον· συνέβη γὰρ τὸ σχοινίον εἴς τινα λίθον περιειληθῆναι, καὶ οὕτω κατασχεθῆναι.

Ἀγαγόντες τοίνυν καὶ ποτίσαντες, ἐπέθηκαν ἐπ᾽ αὐτὴν τοὺς ἀσκοὺς καὶ διώδευσαν ἀβλαβεῖς. Ὡς δὲ ἦλθεν εἰς τὰ ἔξω μοναστήρια, πάντες ὡς πατέρα βλέποντες κατησπάζοντο. Καὶ αὐτὸς δὲ, ὥσπερ ἐφόδια φέρων ἀπὸ τοῦ ὄρους, ἐξένιζεν αὐτοὺς τοῖς λόγοις, καὶ μετεδίδου τῆς ὠφελίας. Πάλιν τε ἦν χαρὰ ἐν τοῖς ὄρεσι, καὶ ζῆλος προκοπῆς, καὶ παράκλησις διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Ἔχαιρεν οὖν καὶ αὐτὸς, βλέπων τήν τε τῶν μοναχῶν προθυμίαν, καὶ τὴν ἀδελφὴν γηράσασαν ἐν παρθενίᾳ, καθηγουμένην τε καὶ αὐτὴν ἄλλων παρθένων.

Μεθ᾽ ἡμέρας τοίνυν εἰσῆλθε πάλιν εἰς τὸ ὄρος· καὶ τότε λοιπὸν πολλοὶ πρὸς αὐτὸν εἰσήρχοντο· καὶ ἄλλοι πάσχοντες ἐτόλμησαν εἰσελθεῖν· Πρὸς μὲν οὖν πάντας τοὺς εἰσερχομένους πρὸς αὐτὸν μοναχοὺς, τοῦτο συνεχῶς εἶχε τὸ παράγγελμα, πιστεύειν εἰς τὸν Κύριον, καὶ ἀγαπᾷν αὐτὸν, φυλάττειν τε ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν καὶ σαρκικῶν ἡδονῶν, καὶ, ὡς ἐν ταῖς Παροιμίαις γέγραπται, μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας· φεύγειν τε κενοδοξίαν, καὶ εὔχεσθαι συνεχῶς, ψάλλειν τε πρὸ ὕπνου καὶ μεθ᾽ ὕπνον, καὶ ἀποστηθίζειν τὰ ἐν ταῖς Γραφαῖς παραγγέλματα, καὶ μνημονεύειν τῶν πράξεων τῶν ἁγίων, πρὸς τὸ τῷ ζήλῳ τούτων ῥυθμίζεσθαι τὴν ψυχὴν ὑπομιμνησκομένην ἐκ τῶν ἐντολῶν. Μάλιστα δὲ συνεβούλευε τὸ τοῦ Ἀποστόλου ῥητὸν συνεχῶς μελετᾷν· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καὶ τοῦτο κοινῶς περὶ πάσης ἐντολῆς εἰρῆσθαι νομίζειν, ἵνα μὴ ἐπὶ μόνῳ παροργισμῷ, ἀλλὰ μηδὲ ἐπὶ ἄλλῃ ἁμαρτίᾳ ἡμῶν ὁ ἥλιος ἐπιδύνῃ· καλὸν γὰρ καὶ ἀναγκαῖον, μήτε τὸν ἥλιον περὶ ἡμερινῆς κακίας, μήτε τὴν σελήνην περὶ νυκτερινῆς ἁμαρτίας, ἢ ὅλως ἐνθυμήσεως, καταγινώσκειν ἡμῶν. Ἵν᾽ οὖν τοῦτο ἡμῖν περισώζηται, καλὸν ἀκοῦσαι τοῦ Ἀποστόλου καὶ φυλάξαι· φησὶ γάρ· Ἑαυτοὺς ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμάζετε.

Καθ᾽ ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυκτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ᾽ ἑαυτῷ λαμβανέτω· καὶ, εἰ μὲν ἥμαρτε, παυέσθω· εἰ δὲ μὴ ἥμαρτε, μὴ καυχάσθω· ἀλλ᾽ ἐπιμενέτω τῷ καλῷ, καὶ μὴ ἀμελείτω, μηδὲ κατακρινέτω τὸν πλησίον, μηδὲ δικαιούτω ἑαυτὸν, ὡς εἶπεν ὁ μακάριος ἀπόστολος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευνῶν.

Πολλάκις γὰρ καὶ ἑαυτοὺς, ἐν οἷς πράττομεν, λανθάνομεν· καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα. Αὐτῷ οὖν τὸ κρῖμα διδόντες, ἀλλήλοις συμπάσχωμεν, καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦμεν, ἀναπληροῦν σπουδάζωμεν. Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις· Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν· καὶ θαῤῥεῖτε, ὅτι, πάντως αἰσχυνόμενοι γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν, καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον. Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι; ἢ τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων; Ὥσπερ οὖν βλέποντες ἀλλήλους, οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλλήλοις τοὺς λογισμοὺς γράφωμεν, μᾶλλον τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνωσθῆναι.

Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν· ἵνα, ἐρυθριῶντες γράφειν ὡς τὸ βλέπεσθαι, μήθ᾽ ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα· οὕτω δὲ τυποῦντες ἑαυτοὺς, δυνησόμεθα δουλαγωγεῖν τὸ σῶμα, καὶ ἀρέσκειν μὲν τῷ Κυρίῳ, πατεῖν δὲ τὰς τοῦ ἐχθροῦ μεθοδείας.