Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Υπεράσπιση της Ορθοδοξίας και αντίλογος προς τους φιλοσόφους

Η σθεναρή καταδίκη των αιρέσεων, ιδίως του Αρειανισμού, και η υπεροχή της χριστιανικής πίστεως έναντι των λογικών επιχειρημάτων και της ειδωλολατρικής πλάνης κατά τις συζητήσεις με τους φιλοσόφους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 10

Οὕτως καὶ ὁ Ἀντώνιος ἐπιγινώσκετο· οὐδέποτε γὰρ ἐταράττετο, γαληνιώσης αὐτοῦ τῆς ψυχῆς· οὐδέποτε σκυθρωπὸς ἐγίνετο, χαιρούσης αὐτοῦ τῆς διανοίας. Καὶ τῇ πίστει δὲ πάνυ θαυμαστὸς ἦν καὶ εὐσεβής. Οὔτε γὰρ Μελετιανοῖς τοῖς σχισματικοῖς ποτε κεκοινώνηκεν, εἰδὼς αὐτῶν τὴν ἐξ ἀρχῆς πονηρίαν καὶ ἀποστασίαν· οὔτε Μανιχαίοις, ἢ ἄλλοις τισὶν αἱρετικοῖς ὡμίλησε φιλικὰ, ἢ μόνον ἄχρι νουθεσίας τῆς εἰς εὐσέβειαν μεταβολῆς· ἡγούμενος καὶ παραγγέλλων τὴν τούτων φιλίαν καὶ ὁμιλίαν βλάβην καὶ ἀπώλειαν εἶναι ψυχῆς. Οὕτω γοῦν καὶ τὴν τῶν Ἀρειανῶν αἵρεσιν ἐβδελύσσετο, παρήγγελλέ τε πᾶσι μήτε ἐγγίζειν αὐτοῖς, μήτε τὴν κακοπιστίαν αὐτῶν ἔχειν. Ἀπελθόντας γοῦν ποτέ τινας πρὸς αὐτὸν τῶν Ἀρειομανιτῶν, ἀνακρίνας καὶ μαθὼν ἀσεβοῦντας, ἐδίωξεν ἀπὸ τοῦ ὅρους, λέγων ὄφεων ἰοῦ χείρονας εἶναι τοὺς λόγους αὐτῶν.

Καὶ ψευσαμένων δέ ποτε τῶν Ἀρειανῶν, ὡς ἐκείνοις τὰ αὐτὰ φρονοῦντος, ἠγανάκτει καὶ ἐθυμοῦτο κατ᾽ ἐκείνων. Εἶτα παρακληθεὶς παρά τε τῶν ἐπισκόπων καὶ τῶν ἀδελφῶν πάντων, κατῆλθεν ἀπὸ τοῦ ὄρους· καὶ εἰσελθὼν εἰς τὴν Ἀλεξάνδρειαν, τοὺς Ἀρειανοὺς ἀπεκήρυξεν· αἵρεσιν ἐσχάτην λέγων εἶναι ταύτην, καὶ πρόδρομον τοῦ Ἀντιχρίστου.

Ἐδίδασκέ τε τὸν λαὸν μὴ εἶναι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μηδὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι· ἀλλ᾽ ὅτι ἀΐδιός ἐστι τῆς τοῦ Πατρὸς οὐσίας Λόγος καὶ Σοφία. Δι᾽ ὃ καὶ ἀσεβές ἐστι λέγειν· Ἦν ὅτε οὐκ ἦν· ἦν γὰρ ἀεὶ ὁ Λόγος συνυπάρχων τῷ Πατρί· ὅθεν μηδὲ μίαν ἔχετε κοινωνίαν πρὸς τοὺς ἀσεβεστάτους Ἀρειανούς· Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ὑμεῖς μὲν γὰρ εὐσεβοῦντες Χριστιανοί ἐστε· ἐκεῖνοι δὲ, κτίσμα λέγοντες τὸν ἐκ τοῦ Πατρὸς Υἱὸν τοῦ Θεοῦ καὶ Λόγον, οὐδὲν διαφέρουσιν ἐθνικῶν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν. Πιστεύσατε δὲ, ὅτι καὶ αὐτὴ ἡ κτίσις πᾶσα ἀγανακτεῖ κατ᾽ αὐτῶν· ὅτι τὸν κτίστην καὶ Κύριον τοῦ παντὸς, ἐν ᾧ τὰ πάντα γέγονε, τοῦτον τοῖς γενητοῖς συναριθμοῦσιν.

Οἱ μὲν οὖν λαοὶ πάντες ἔχαιρον ἀκούοντες παρὰ τοῦ τοιούτου ἀνδρὸς ἀναθεματιζομένην τὴν χριστομάχον αἵρεσιν· οἱ δὲ τῆς πόλεως πάντες συνέτρεχον ἰδεῖν τὸν Ἀντώνιον. Ἕλληνές τε καὶ αὐτοὶ οἱ λεγόμενοι αὐτῶν ἱερεῖς, εἰς τὸ Κυριακὸν ἤρχοντο λέγοντες· Ἀξιοῦμεν ἰδεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον· πάντες γὰρ αὐτὸν οὕτως ἐκάλουν. Καὶ γὰρ κἀκεῖ πολλοὺς δι᾽ αὐτοῦ ἐκαθάρισεν ὁ Κύριος ἀπὸ δαιμόνων, καὶ βλαβέντας τὴν διάνοιαν ἰάσατο. Πολλοὶ δὲ καὶ Ἕλληνες ἠξίουν κἂν μόνον ἅπτεσθαι τοῦ γέροντος, πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγόνασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τινῶν νομιζόντων ἐκ τῶν ὄχλων αὐτὸν ταράττεσθαι, καὶ διὰ τοῦτο ἀποτρεπόντων ἀπ᾽ αὐτοῦ πάντας, αὐτὸς οὐ ταραττόμενος ἔλεγε, μὴ πλείους εἶναι τούτους ἐκείνων, μεθ᾽ ὧν ἐν τῷ ὄρει παλαίομεν δαιμόνων.

Ὅτε δὲ ἀπεδήμει, καὶ προεπέμπομεν αὐτὸν, ὡς ἐφθάσαμεν εἰς τὴν πύλην, ὄπισθέν τις ἐβόα γυνή· Μεῖνον, ἄνθρωπε τοῦ Θεοῦ, ἡ θυγάτηρ μου δεινῶς ὑπὸ δαίμονος ἐνοχλεῖται· μεῖνον, παρακαλῶ, μὴ κἀγὼ κινδυνεύσω τρέχουσα. Ἀκούσας ὁ γέρων, καὶ ἀξιωθεὶς παρ᾽ ἡμῶν, θέλων ἔμεινεν. Ὡς δὲ ἤγγισεν ἡ γυνὴ, ἡ μὲν παῖς ἔῤῥιπτο χαμαί· τοῦ δὲ Ἀντωνίου προσευξαμένου, καὶ τὸν Χριστὸν ὀνομάσαντος, ἠγέρθη ἡ παῖς ὑγιὴς, ἐξελθόντος τοῦ ἀκαθάρτου δαίμονος. Ἥ τε μήτηρ εὐλόγει τὸν Θεὸν, καὶ πάντες ηὐχαρίστουν.

Καὶ αὐτὸς δὲ ἔχαιρεν ἀποδημῶν, ὡς εἰς τὸν ἴδιον οἶκον, εἰς τὸ ὄρος. Καὶ φρόνιμος δὲ ἦν λίαν· καὶ τὸ θαυμαστὸν, ὅτι, γράμματα μὴ μαθὼν, ἀγχίνους ἦν καὶ συνετὸς ἄνθρωπος. Ποτὲ γοῦν φιλόσοφοι δύο ἦλθον πρὸς αὐτὸν Ἕλληνες, νομίζοντες δύνασθαι τὸν Ἀντώνιον πειράσαι· ἦν δὲ ἐν τῷ ὄρει τῷ ἔξω· ὁ δὲ ἐκ τοῦ προσώπου συνεὶς τοὺς ἀνθρώπους, ἐξελθὼν πρὸς αὐτοὺς, ἔφη δι᾽ ἑρμηνέως· Τί τοσοῦτον ἐσκύλητε, ὦ φιλόσοφοι, πρὸς μωρὸν ἄνθρωπον; Τῶν δὲ εἰπόντων, μὴ εἶναι μωρὸν αὐτὸν, ἀλλὰ καὶ μάλα φρόνιμον, ἔφη πρὸς αὐτούς· Εἰ μὲν πρὸς μωρὸν ἤλθετε, περιττὸς ὑμῶν ὁ κάματος· εἰ δὲ νομίζετέ με φρόνιμον εἶναι, γίνεσθε ὡς ἐγώ· δεῖ γὰρ τὰ καλὰ μιμεῖσθαι. Καὶ εἰ μὲν ἐγὼ πρὸς ὑμᾶς ἠρχόμην, ἐμιμησάμην ἂν ὑμᾶς· εἰ δὲ ὑμεῖς πρὸς ἐμὲ, γίνεσθε ὡς ἐγώ· Χριστιανὸς γάρ εἰμι. Οἱ δὲ θαυμάζοντες ἀνεχώρουν ἔβλεπον γὰρ καὶ δαίμονας φοβουμένους τὸν Ἀντώνιον.

Ἄλλων δὲ πάλιν τοιούτων ἀπαντησάντων πρὸς αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, καὶ νομιζόντων χλευάζειν, ὅτι μὴ μεμάθηκε γράμματα, λέγει πρὸς αὐτοὺς ὁ Ἀντώνιος· Ὑμεῖς δὲ τί λέγετε; Τί πρῶτόν ἐστι, νοῦς ἢ γράμματα; καὶ τί τίνος αἴτιον, ὁ νοῦς τῶν γραμμάτων, ἢ τὰ γράμματα τοῦ νοῦ; Τῶν δὲ εἰπόντων πρῶτον εἶναι τὸν νοῦν, καὶ τῶν γραμμάτων εὑρέτην· ἔφη ὁ Ἀντώνιος· ᾯ τοίνυν ὁ νοῦς ὑγιαίνει, τούτῳ οὐκ ἀναγκαῖα τὰ γράμματα. Τοῦτο καὶ τοὺς παρόντας καὶ αὐτοὺς ἐξέπληξεν. Ἀπῆλθον οὖν θαυμάζοντες, ὅτι τοσαύτην ἔβλεπον ἐν ἰδιώτῃ σύνεσιν· καὶ γὰρ οὐχ ὡς ἐν ὄρει τραφεὶς, κἀκεῖ γέρων γενόμενος, ἄγριον εἶχε τὸ ἦθος· ἀλλὰ καὶ χαρίεις ἦν καὶ πολιτικός. Τὸν δὲ λόγον εἶχεν ἠρτυμένον τῷ θείῳ ἅλατι· ὥστε μηδένα φθονεῖν, χαίρειν δὲ μᾶλλον ἐπ᾽ αὐτῷ πάντας τοὺς ἐρχομένους πρὸς αὐτόν.

Ἀμέλει μετὰ ταῦτα πάλιν ἐλθόντων ἑτέρων τινῶν· ἦσαν δὲ οὗτοι τῶν παρ᾽ Ἕλλησι δοκούντων εἶναι σοφῶν· καὶ ἀπαιτούντων αὐτὸν λόγον περὶ τῆς καθ᾽ ἡμᾶς ἐν Χριστῷ πίστεως· ἐπιχειρούντων δὲ συλλογίζεσθαι περὶ τοῦ κηρύγματος τοῦ θείου σταυροῦ, καὶ βουλομένων χλευάζειν· ὀλίγον ἐπισχὼν ὁ Ἀντώνιος, καὶ πρῶτον οἰκτείρας αὐτοὺς ἐπὶ τῇ ἀγνωσίᾳ, ἔλεγε δι᾽ ἑρμηνέως, τοῦ καλῶς τὰ ἐκείνου διερμηνεύοντος· Τί κάλλιόν ἐστι, σταυρὸν ὁμολογεῖν, ἢ μοιχείας καὶ παιδοφθορίας προσάπτειν τοῖς παρ᾽ ὑμῖν λεγομένοις θεοῖς; Τὸ μὲν γὰρ παρ᾽ ἡμῶν λεγόμενον ἀνδρίας ἐστὶ τεκμήριον, καὶ καταφρονήσεως θανάτου γνώρισμα· τὰ δὲ ὑμέτερα ἀσελγείας ἐστὶ πάθη. Ἔπειτα τί βέλτιόν ἐστι, λέγειν, ὅτι ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἐτράπη· ἀλλ᾽ ὁ αὐτὸς ὢν, ἐπὶ σωτηρίᾳ καὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα, τῇ ἀνθρωπίνῃ γενέσει κοινωνήσας, ποιήσῃ τοὺς ἀνθρώπους κοινωνῆσαι θείας καὶ νοερᾶς φύσεως· ἢ ἐν ἀλόγοις ἐξομοιοῦν τὸ Θεῖον, καὶ διὰ τοῦτο σέβειν τετράποδα, καὶ ἑρπετὰ, καὶ ἀνθρώπων εἰκόνας;

Ταῦτα γὰρ ὑμῶν ἐστι τῶν σοφῶν τὰ σεβάσματα. Πῶς δὲ χλευάζειν τολμᾶτε ἡμᾶς, λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς, ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν εἰς σῶμα· καὶ εἴθε εἰς ἀνθρώπινον μόνον, καὶ μὴ εἰς τετράποδα καὶ ἑρπετὰ μεταβαίνειν καὶ μεταπίπτειν. Ἡ μὲν γὰρ ἡμετέρα πίστις ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὴν τοῦ Χριστοῦ παρουσίαν λέγει· ὑμεῖς δὲ πλανᾶσθε, ὅτι περὶ ἀγεννήτου ψυχῆς ἐξηγεῖσθε. Καὶ ἡμεῖς μὲν τὸ δυνατὸν καὶ φιλάνθρωπον τῆς Προνοίας φρονοῦμεν, ὅτι καὶ τοῦτο οὐκ ἀδύνατον ἦν τῷ Θεῷ· ὑμεῖς δὲ, εἰκόνα τοῦ νοῦ τὴν ψυχὴν λέγοντες, πτώματα προσάπτετε αὐτῇ, καὶ τρεπτὴν αὐτὴν μυθολογεῖτε· καὶ λοιπὸν καὶ αὐτὸν τὸν νοῦν διὰ τὴν ψυχὴν τρεπτὸν εἰσάγετε. Ὁποία γὰρ ἦν ἡ εἰκὼν, τοιοῦτον ἀνάγκη κἀκεῖνον εἶναι, οὗ ἐστιν ἡ εἰκών.

Ὅτ᾽ ἂν δὲ περὶ τοῦ νοῦ τοιαῦτα νομίζετε, ἐνθυμεῖσθε, ὅτι καὶ εἰς αὐτὸν τὸν Πατέρα τοῦ νοῦ βλασφημεῖτε. Περὶ δὲ τοῦ σταυροῦ τί βέλτιον ἂν εἴποιτε, ἐπιβουλῆς ἐπαγομένης παρὰ πονηρῶν ὑπομένειν σταυρὸν, καὶ μὴ πτήσσειν τὸν ὅπως δήποτε θάνατον ἐπαγόμενον· ἢ πλάνας Ὀσίριδος καὶ Ἴσιδος, καὶ ἐπιβουλὰς Τυφῶνος, καὶ Κρόνου φυγὴν, καὶ τέκνων καταπόσεις, καὶ πατροκτονίας μυθολογεῖν; Ταῦτα γὰρ ὑμῶν ἐστι τὰ σοφά. Πῶς δὲ, χλευάζοντες τὸν σταυρὸν, οὐ θαυμάζετε τὴν ἀνάστασιν; Οἱ γὰρ τοῦτο εἰπόντες κἀκεῖνο ἔγραψαν. Ἢ διὰ τί, μνημονεύοντες τοῦ σταυροῦ, σιωπᾶτε περὶ τῶν ἐγερθέντων νεκρῶν, καὶ τῶν ἀναβλεψάντων τυφλῶν, καὶ τῶν θεραπευθέντων παραλυτικῶν, τῶν τε καθαρισθέντων λεπρῶν καὶ τῆς ἐπὶ τὴν θάλασσαν πεζοπορίας, τῶν τε ἄλλων σημείων καὶ τεραστίων, ἅπερ οὐκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν δείκνυσι τὸν Χριστόν; Πάνυ μοι δοκεῖτε ἀδικεῖν ἑαυτοὺς, καὶ μὴ γνησίως ἐντετυχηκέναι ταῖς Γραφαῖς ἡμῶν. Ἀλλ᾽ ἐντυγχάνετε μὲν ὑμεῖς, καὶ βλέπετε, ὅτι ἃ πεποίηκεν ὁ Χριστὸς, Θεὸν αὐτὸν ἀποδεικνύουσιν, ἐπιδημήσαντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων.

Εἴπατε δὲ καὶ ὑμεῖς ἡμῖν τὰ ὑμέτερα. Τί δ᾽ ἂν εἴποιτε περὶ τῶν ἀλόγων, ἢ ἀλογίαν καὶ ἀγριότητα; Ἐὰν δὲ, ὡς ἀκούω, θελήσητε λέγειν μυθικῶς λέγεσθαι ταῦτα παρ᾽ ὑμῖν· καὶ ἀλληγορεῖτε ἁρπαγὴν Κόρης εἰς τὴν γῆν, καὶ Ἡφαίστου χωλότητα εἰς τὸ πῦρ, καὶ Ἥραν εἰς τὸν ἀέρα, καὶ Ἀπόλλωνα εἰς τὸν ἥλιον, καὶ Ἄρτεμιν μὲν εἰς τὴν σελήνην, τὸν δὲ Ποσειδῶνα εἰς τὴν θάλασσαν· οὐδὲν ἧττον αὐτὸν οὐ Θεὸν σέβεσθε, ἀλλὰ τῇ κτίσει λατρεύετε παρὰ τὸν τὰ πάντα κτίσαντα Θεόν. Εἰ γὰρ, ὅτι καλὴ ἡ κτίσις, τοιαῦτα συνεθήκατε· ἀλλ᾽ ἔδει μέχρι τοῦ θαυμάσαι μόνον ὑμᾶς γενέσθαι, καὶ μὴ θεοποιῆσαι τὰ ποιήματα· ἵνα μὴ τὴν τοῦ Δημιουργοῦ τιμὴν τοῖς γενητοῖς παρέχητε.

Ἐπεὶ ὥρα ὑμᾶς καὶ τοῦ ἀρχιτέκτονος τὴν τιμὴν εἰς τὴν ὑπ᾽ αὐτοῦ γενομένην οἰκίαν μεταφέρειν, ἢ τὴν τοῦ στρατηγοῦ εἰς τὸν στρατιώτην. Τί τοίνυν πρὸς ταῦτα λέγετε, ἵνα γνῶμεν, εἰ ἄξιόν τι χλεύης ὁ σταυρὸς ἔχει;

Ἐκείνων δὲ διαπορούντων, καὶ στρεφομένων ὧδε κἀκεῖσε, μειδιάσας ὁ Ἀντώνιος ἔφη πάλιν δι᾽ ἑρμηνέως· Ταῦτα μὲν καὶ ἀπ᾽ αὐτῆς τῆς ὄψεως ἔχει τὸν ἔλεγχον· ἐπειδὴ δὲ μᾶλλον ὑμεῖς τοῖς ἀποδεικτικοῖς λόγοις ἐπερείδεσθε, καὶ ταύτην ἔχοντες τὴν τέχνην, βούλεσθε καὶ ἡμᾶς μὴ ἄνευ τῆς διὰ τῶν λόγων ἀποδείξεως θεοσεβεῖν· εἴπατε πρῶτον ὑμεῖς, τὰ πράγματα, καὶ μάλιστα ἡ περὶ τοῦ Θεοῦ γνῶσις, πῶς ἀκριβῶς διαγινώσκεται, δι᾽ ἀποδείξεως λόγων, ἢ δι᾽ ἐνεργείας πίστεως; καὶ τί πρεσβύτερόν ἐστιν, ἡ δι᾽ ἐνεργείας πίστις, ἢ ἡ διὰ λόγων ἀπόδειξις; Τῶν δὲ ἀποκριναμένων, πρεσβυτέραν εἶναι τὴν δι᾽ ἐνεργείας πίστιν, καὶ ταύτην εἶναι τὴν ἀκριβῆ γνῶσιν· ἔφη ὁ Ἀντώνιος· Καλῶς εἴπατε· ἡ μὲν γὰρ πίστις ἀπὸ διαθέσεως ψυχῆς γίνεται· ἡ δὲ διαλεκτικὴ ἀπὸ τέχνης τῶν συντιθέντων ἐστίν. Οὐκοῦν οἷς πάρεστιν ἡ διὰ πίστεως ἐνέργεια, τούτοις οὐκ ἀναγκαία, ἢ τάχα καὶ περιττὴ ἡ διὰ λόγων ἀπόδειξις. Καὶ γὰρ ὅπερ ἡμεῖς ἐκ πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυρωτέρα ἡ διὰ πίστεως ἐνέργεια τῶν σοφιστικῶν ὑμῶν συλλογισμῶν.

Ἡμεῖς τοίνυν οἱ Χριστιανοὶ οὐκ ἐν σοφίᾳ λόγων Ἑλληνικῶν ἔχομεν τὸ μυστήριον· ἀλλ᾽ ἐν δυνάμει πίστεως ἐπιχορηγουμένης ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ παρὰ Θεοῦ. Καὶ ὅτι ἀληθής ἐστιν ὁ λόγος, ἰδοὺ νῦν, μὴ μαθόντες ἡμεῖς γράμματα, πιστεύομεν εἰς τὸν Θεὸν, ἐπιγινώσκοντες διὰ τῶν ποιημάτων αὐτοῦ τὴν εἰς πάντα πρόνοιαν. Καὶ ὅτι ἐνεργής ἐστιν ἡ πίστις ἡμῶν, ἰδοὺ νῦν ἡμεῖς ἐπερειδόμεθα τῇ πίστει τῇ εἰς τὸν Χριστὸν, ὑμεῖς δὲ σοφιστικαῖς λογομαχίαις.

Καὶ τὰ μὲν παρ᾽ ὑμῖν τῶν εἰδώλων φάσματα καταργεῖται, ἡ δὲ παρ᾽ ἡμῖν πίστις ἐπεκτείνεται πανταχοῦ. Καὶ ὑμεῖς μὲν συλλογιζόμενοι καὶ σοφιζόμενοι, οὐ μεταπείθετε ἀπὸ Χριστιανισμοῦ εἰς Ἑλληνισμόν· ἡμεῖς δὲ τὴν εἰς Χριστὸν πίστιν διδάσκοντες, ψιλοῦμεν ὑμῖν τὴν δεισιδαιμονίαν, ἐπιγινωσκόντων πάντων τὸν Χριστὸν εἶναι Θεὸν, καὶ τοῦ Θεοῦ Υἱόν. Καὶ ὑμεῖς μὲν τῇ καλλιεπείᾳ οὐκ ἐμποδίζετε τὴν τοῦ Χριστοῦ διδασκαλίαν· ἡμεῖς δὲ, ὀνομάζοντες τὸν ἐσταυρωμένον Χριστὸν, πάντας διώκομεν δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς. Καὶ ἔνθα τὸ σημεῖον τοῦ σταυροῦ γίνεται, ἀσθενεῖ μὲν μαγεία, οὐκ ἐνεργεῖ δὲ φαρμακεία.

Εἴπατε γοῦν, ποῦ νῦν ὑμῶν τὰ μαντεῖα; ποῦ αἱ τῶν Αἰγυπτίων ἐπαοιδαί; ποῦ τῶν μάγων αἱ φαντασίαι; πότε ταῦτα πάντα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ τοῦ Χριστοῦ σταυρὸς γέγονεν; Ἆρα οὖν ἄξιος οὗτος χλεύης, ἢ μᾶλλον τὰ καταργούμενα παρ᾽ αὐτοῦ καὶ ἐλεγχόμενα ἀσθενῆ; Καὶ γὰρ καὶ τοῦτο θαυμαστόν ἐστιν· ὅτι τὰ μὲν ὑμέτερα οὐδέποτε ἐδιώχθη, ἀλλὰ καὶ παρὰ ἀνθρώπων κατὰ πόλιν τιμᾶται· οἱ δὲ τοῦ Χριστοῦ διώκονται, καὶ μᾶλλον τὰ παρ᾽ ἡμῖν ὑπὲρ τὰ ὑμέτερα ἀνθεῖ καὶ πληθύνει. Καὶ τὰ μὲν ὑμέτερα εὐφημούμενα καὶ περικλειόμενα διαφθείρεται· ἡ δὲ τοῦ Χριστοῦ πίστις καὶ ἡ διδασκαλία, χλευαζομένη παρ᾽ ὑμῶν, καὶ διωχθεῖσα παρὰ βασιλέων πολλάκις, πεπλήρωκε τὴν οἰκουμένην.

Πότε γὰρ οὕτω θεογνωσία ἐξέλαμψεν; ἢ πότε οὕτω σωφροσύνη καὶ ἀρετὴ παρθενίας ἐφάνη; ἢ πότε οὕτως ὁ θάνατος κατεφρονήθη, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Χριστοῦ γέγονε; Τοῦτο δὲ οὐδεὶς ἀμφιβάλλει βλέπων τοὺς μάρτυρας διὰ τὸν Χριστὸν καταφρονοῦντας τοῦ θανάτου, βλέπων τὰς τῆς Ἐκκλησίας παρθένους διὰ τὸν Χριστὸν καθαρὰ καὶ ἀμίαντα τὰ σώματα φυλαττούσας.

Καὶ ἔστι μὲν ἱκανὰ ταῦτα τεκμήρια δεῖξαι τὴν κατὰ Χριστὸν πίστιν μόνην ἀληθῆ εἶναι εἰς θεοσέβειαν. Ἰδοὺ ἀκμὴν ὑμεῖς ἀπιστεῖτε ζητοῦντες τοὺς ἐκ τῶν λόγων συλλογισμούς. Ἡμεῖς μὲν οὐκ ἐν πειθοῖς σοφίας Ἑλληνικῆς λόγοις, ὡς εἶπεν ὁ διδάσκαλος ἡμῶν, ἀποδείκνυμεν· τῇ δὲ πίστει πείθομεν ἐναργῶς προλαμβανούσῃ τὴν ἐκ τῶν λόγων κατασκευήν.

Ἰδοὺ πάρεισιν ὧδε ὑπὸ δαιμόνων πάσχοντες· ἦσαν δέ τινες ἐλθόντες πρὸς αὐτὸν ὑπὸ δαιμόνων ἐνοχλούμενοι, καὶ παραγαγὼν αὐτοὺς εἰς τὸ μέσον, ἔφη· Ἢ ὑμεῖς τοῖς συλλογισμοῖς αὐτῶν, καὶ ᾗ ἂν βούλησθε τέχνῃ ἢ μαγείᾳ, ἐπικαλούμενοι τὰ εἴδωλα ἑαυτῶν, καθαρίσατε αὐτούς· ἢ, εἰ μὴ δύνασθε, κατάθεσθε τὴν πρὸς ἡμᾶς μάχην, καὶ ὄψεσθε τοῦ σταυροῦ τοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ ταῦτα εἰπὼν, ἐπεκαλέσατο τὸν Χριστὸν, ἐσφράγισέ τε τοὺς πάσχοντας τῷ σημείῳ τοῦ σταυροῦ δεύτερον καὶ τρίτον. Καὶ εὐθὺς ἔστησαν οἱ ἄνθρωποι ὁλόκληροι, σωφρονοῦντες καὶ εὐχαριστοῦντες τῷ Κυρίῳ λοιπόν. Καὶ οἱ μὲν λεγόμενοι φιλόσοφοι ἐθαύμαζον, καὶ ἀληθῶς ἐξεπλήττοντο ἐπὶ τῇ συνέσει τοῦ ἀνδρὸς, καὶ τῷ γενομένῳ σημείῳ· ὁ δὲ Ἀντώνιος ἔφη, Τί θαυμάζετε ἐπὶ τούτῳ; οὐκ ἐσμὲν ἡμεῖς οἱ ποιοῦντες, ἀλλ᾽ ὁ Χριστός ἐστιν, ὁ διὰ τῶν εἰς αὐτὸν πιστευόντων ταῦτα ποιῶν. Πιστεύσατε οὖν καὶ ὑμεῖς· καὶ ὄψεσθε, ὅτι οὐ τέχνη λόγων τὰ παρ᾽ ἡμῖν ἐστιν, ἀλλὰ πίστις δι᾽ ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ᾽ αὐτάρκη τὴν εἰς τὸν Χριστὸν πίστιν ἡγήσεσθε. Ταῦτα τοῦ Ἀντωνίου τὰ ῥήματα· ἐκεῖνοι δὲ καὶ ἐν τούτῳ θαυμάζοντες, ἀνεχώρουν, κατασπαζόμενοι αὐτὸν, καὶ ὁμολογοῦντες ὠφελεῖσθαι παρ᾽ αὐτοῦ.