Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Αλληλογραφία με άρχοντες, προφητικά οράματα και ποιμαντική καθοδήγηση

Οι επιστολές του Αντωνίου προς τους αυτοκράτορες, η προφητεία για την επιδρομή των Αρειανών, η αυστηρή στάση απέναντι στους διώκτες και η διαρκής νουθεσία των πιστών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 10

Ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ περὶ Ἀντωνίου φήμη. Ταῦτα γὰρ μαθόντες Κωνσταντῖνος ὁ Αὔγουστος, καὶ οἱ υἱοὶ αὐτοῦ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγραφον αὐτῷ ὡς πατρὶ, καὶ ηὔχοντο λαμβάνειν ἀντίγραφα παρ᾽ αὐτοῦ. Ἀλλ᾽ οὔτε τὰ γράμματα περὶ πολλοῦ τινος ἐποιεῖτο, οὔτε ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει· ὁ αὐτὸς δὲ ἦν, οἷος καὶ πρὸ τοῦ γράφειν αὐτῷ τοὺς βασιλέας. Ὅτε δὲ ἐκομίζετο αὐτῷ τὰ γράμματα, ἐκάλει τοὺς μοναχοὺς, καὶ ἔλεγε· Μὴ θαυμάζετε, εἰ γράφει βασιλεὺς πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστιν· ἀλλὰ μᾶλλον θαυμάζετε, ὅτι ὁ Θεὸς τὸν νόμον ἀνθρώποις ἔγραψε, καὶ διὰ τοῦ ἰδίου Υἱοῦ λελάληκεν ἡμῖν. Ἐβούλετο μὲν οὖν μὴ δέχεσθαι τὰς ἐπιστολὰς, λέγων οὐκ εἰδέναι πρὸς τὰ τοιαῦτα, ἀντιγράφειν· προτραπεὶς δὲ παρὰ τῶν μοναχῶν, ὅτι Χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ ἵνα μὴ ὡς προῤῥιφέντες σκανδαλισθῶσιν, ἐπέτρεπεν ἀναγινώσκεσθαι.

Καὶ ἀντέγραφεν, ἀποδεχόμενος μὲν αὐτοὺς, ὅτι τὸν Χριστὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ εἰς σωτηρίαν· καὶ μὴ μεγάλα ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ μᾶλλον μνημονεύειν τῆς μελλούσης κρίσεως, καὶ εἰδέναι, ὅτι ὁ Χριστὸς μόνος ἀληθὴς καὶ αἰώνιός ἐστι βασιλεύς.

Φιλανθρώπους τε αὐτοὺς εἶναι ἠξίου, καὶ φροντίζειν τοῦ δικαίου καὶ τῶν πτωχῶν. Κἀκεῖνοι δεχόμενοι ἔχαιρον. Οὕτω παρὰ πᾶσιν ἦν προσφιλὴς, καὶ πάντες ἔχειν αὐτὸν ἠξίουν πατέρα. Τοιοῦτος δὴ οὖν γινωσκόμενος, καὶ οὕτω πρὸς τοὺς ἀπαντῶντας ἀποκρινόμενος, ὑπέστρεφε πάλιν εἰς τὸ ἔνδον ὄρος. Καὶ τῆς μὲν συνήθους ἀσκήσεως εἴχετο· πολλάκις δὲ μετὰ τῶν εἰσερχομένων πρὸς αὐτὸν καθεζόμενος, καὶ περιπατῶν, ἀπηνεοῦτο, ὡς ἐν τῷ Δανιὴλ γέγραπται. Καὶ αὐτὸς μὲν μεθ᾽ ὥρας ὡμίλει τὰ ἀκόλουθα τοῖς συνοῦσιν ἀδελφοῖς αὐτῷ· οἱ δὲ συνόντες ᾐσθάνοντό τινα θεωρίαν αὐτὸν βλέπειν. Καὶ γὰρ καὶ τὰ ἐν Αἰγύπτῳ γινόμενα πολλάκις, ἐν τῷ ὄρει τυγχάνων ἔβλεπε καὶ διηγήσατο Σαραπίωνι τῷ ἐπισκόπῳ, ἔνδον ὄντι καὶ βλέποντι τὸν Ἀντώνιον ἀσχοληθέντα τῇ ὀπτασίᾳ. Ποτὲ γοῦν καθεζόμενος καὶ ἐργαζόμενος, ὥσπερ ἐν ἐκστάσει γέγονε, καὶ πολὺς ἦν ἐν τῇ θεωρίᾳ στενάζων. Εἶτα μεθ᾽ ὥραν στραφεὶς πρὸς τοὺς συνόντας, ἐστέναζε, καὶ ἔντρομος γενόμενος, ηὔχετο, καὶ κάμπτων τὰ γόνατα, διέμενεν ἐπὶ πολύ. Καὶ ἀναστὰς ἔκλαιεν ὁ γέρων. Ἔντρομοι τοίνυν γενόμενοι οἱ συνόντες, καὶ πάνυ φοβηθέντες, ἠξίουν μαθεῖν παρ᾽ αὐτοῦ· καὶ πολὺ διώχλησαν ἕως βιασθεὶς εἴπῃ. Ὁ δὲ καὶ οὕτω μέγα στενάξας· Ὦ τέκνα, βέλτιον, ἔλεγεν, ἀποθανεῖν, πρὸ τοῦ γενέσθαι τὰ τῆς θεωρίας.

Τῶν δὲ πάλιν ἀξιούντων, δακρύσας ἔλεγε· Μέλλει τὴν Ἐκκλησίαν ὀργὴ καταλαμβάνειν, καὶ μέλλει παραδίδοσθαι ἀνθρώποις ὁμοίοις ἀλόγοις κτήνεσιν. Εἶδον γὰρ τὴν τράπεζαν τοῦ Κυριακοῦ, καὶ περὶ αὐτὴν ἑστῶτας ἡμιόνους κύκλῳ πανταχόθεν, καὶ λακτίζοντας τὰ ἔνδον οὕτως, ὡς ἂν ἀτάκτως σκιρτώντων κτηνῶν γένοιτο λακτίσματα. Πάντως δὲ ᾔσθεσθε, φησὶ, πῶς ἐστέναζον· ἤκουσα γὰρ φωνῆς λεγούσης· Βδελυχθήσεται τὸ θυσιαστήριόν μου. Ταῦτα εἶδεν ὁ γέρων· καὶ μετὰ δύο ἔτη γέγονεν ἡ νῦν ἔφοδος τῶν Ἀρειανῶν, καὶ ἡ ἁρπαγὴ τῶν ἐκκλησιῶν, ὅτε καὶ τὰ σκεύη μετὰ βίας ἁρπάσαντες, δι᾽ ἐθνικῶν ἐποίουν βαστάζεσθαι· ὅτε καὶ τοὺς ἐθνικοὺς ἀπὸ τῶν ἐργαστηρίων ἠνάγκαζον συνάγεσθαι μετ᾽ αὐτῶν· καὶ παρόντων αὐτῶν ἔπραττον ἐπὶ τῆς τραπέζης ὡς ἤθελον. Τότε πάντες ἡμεῖς ἐπέγνωμεν, ὅτι τὰ λακτίσματα τῶν ἡμιόνων ταῦτα προεμήνυε τῷ Ἀντωνίῳ, ἃ νῦν οἱ Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυμεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριος, οὕτω πάλιν ἰάσεται. Καὶ πάλιν ταχέως ἀπολήψεται τὸν ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, καὶ συνήθως ἀναλάμψει· καὶ ὄψεσθε τοὺς διωχθέντας ἀποκαθισταμένους, καὶ τὴν μὲν ἀσέβειαν πάλιν εἰς τοὺς ἰδίους φωλεοὺς ἀναχωροῦσαν, τὴν δὲ εὐσεβῆ πίστιν παῤῥησιαζομένην μετὰ πάσης ἐλευθερίας πανταχοῦ· μόνον μὴ μιάνητε ἑαυτοὺς μετὰ τῶν Ἀρειανῶν.

Οὐκ ἔστι γὰρ τῶν ἀποστόλων αὕτη ἡ διδασκαλία, ἀλλὰ τῶν δαιμόνων, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου· καὶ μᾶλλον ἄγονος, καὶ ἄλογος, καὶ διανοίας ἐστὶν οὐκ ὀρθῆς, ὡς ἡ τῶν ἡμιόνων ἀλογία.

Τοιαῦτα μὲν τὰ τοῦ Ἀντωνίου. Οὐ δεῖ δὲ ἡμᾶς ἀπιστεῖν, εἰ δι᾽ ἀνθρώπου τοσαῦτα γέγονε θαύματα. Τοῦ γὰρ Σωτῆρός ἐστιν ἐπαγγελία, λέγοντος· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Καὶ πάλιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Αἰτεῖτε, καὶ λήψεσθε.

Καὶ αὐτός ἐστιν ὁ τοῖς μαθηταῖς λέγων, καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν· Ἀσθενοῦντας θεραπεύετε· δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Οὐ προστάττων γοῦν ἐθεράπευεν ὁ Ἀντώνιος, ἀλλ᾽ εὐχόμενος καὶ τὸν Χριστὸν ὀνομάζων· ὡς πᾶσι φανερὸν γενέσθαι, ὅτι οὐκ ἦν αὐτὸς ὁ ποιῶν, ἀλλ᾽ ὁ Κύριος, δι᾽ Ἀντωνίου φιλανθρωπευόμενος, καὶ θεραπεύων τοὺς πάσχοντας. Ἀντωνίου δὲ μόνον ἡ εὐχὴ καὶ ἡ ἄσκησις, ἧς ἕνεκεν ἐν τῷ ὄρει καθήμενος, ἔχαιρε μὲν τῇ τῶν θείων θεωρίᾳ, ἐλυπεῖτο δὲ διοχλούμενος ὑπὸ πολλῶν καὶ ἑλκόμενος εἰς τὸ ὄρος τὸ ἔξω. Καὶ γὰρ καὶ δικασταὶ πάντες ἠξίουν ἀπὸ τοῦ ὄρους αὐτὸν κατέρχεσθαι, ἐπεὶ μὴ δυνατὸν ἦν αὐτοὺς εἰσελθεῖν ἐκεῖ, διὰ τοὺς ἀκολουθοῦντας τῶν δικαζομένων.

Ἠξίουν δὲ ὅμως, ἵνα ἔλθῃ καὶ μόνον αὐτὸν ἴδωσιν· αὐτὸς μὲν οὖν ἐξετρέπετο καὶ παρῃτεῖτο τὰς πρὸς τούτους ὁδούς οἱ δὲ ἐπέμενον, καὶ μᾶλλον τοὺς ὑπευθύνους ὄντας ὑπὸ στρατιώτας προσέπεμπον· ἵνα κἂν διὰ τὴν ἐκείνων πρόφασιν κατέλθῃ. Πάσχων οὖν ἀνάγκην, καὶ ὁρῶν αὐτοὺς ὀδυρομένους, ἤρχετο μὲν εἰς τὸ ὄρος τὸ ἔξω· οὐκ ἀνωφελὴς δὲ πάλιν ἦν ὁ σκυλμὸς αὐτοῦ· πολλοῖς μὲν γὰρ εἰς ὄνησιν ἐγίνετο, καὶ εἰς εὐεργεσίαν ἡ ἄφιξις αὐτοῦ. Τοὺς δὲ δικαστὰς ὠφέλει, συμβουλεύων πάντων μᾶλλον προκρίνειν τὸ δίκαιον· καὶ φοβεῖσθαι τὸν Θεὸν, καὶ εἰδέναι, ὅτι οἵῳ κρίματι κρίνουσι, κριθήσονται. Πλὴν τὴν ἐν τῷ ὄρει διατριβὴν πάντων μᾶλλον ἠγάπα.

Ποτὲ οὖν βίαν τοιαύτην παθὼν παρὰ τῶν χρείαν ἐχόντων, καὶ τοῦ στρατηλάτου διὰ πολλῶν ἀξιώσαντος αὐτὸν κατελθεῖν· ἐλθὼν, καὶ ὁμιλήσας ὀλίγα, τὰ εἰς σωτηρίαν φθάνοντα, καὶ περὶ τῶν δεομένων, ἠπείγετο. Τοῦ δὲ λεγομένου δουκὸς ἀξιοῦντος αὐτὸν ἐμβραδύνειν, ἔλεγε μὴ δύνασθαι χρονίζειν μετ᾽ αὐτῶν, καὶ παραδείγματι χαρίεντι τοῦτον ἔπειθε λέγων· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ γῇ τελευτῶσιν, οὕτως οἱ μοναχοὶ βραδύνοντες μεθ᾽ ὑμῶν, καὶ παρ᾽ ὑμῖν ἐκδιατρίβοντες ἐκλύονται.

Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως ἡμᾶς εἰς τὸ ὄρος ἐπείγεσθαι· μήποτε ἐμβραδύνοντες, ἐπιλαθώμεθα τῶν ἔνδον. Ἀκούσας δὲ ὁ στρατηλάτης ταῦτα παρ᾽ αὐτοῦ, καὶ ἕτερα πολλὰ, θαυμάσας, ἔλεγεν, ἀληθῶς εἶναι τοῦτον δοῦλον τοῦ Θεοῦ· πόθεν γὰρ ἰδιώτῃ τοιοῦτος καὶ τοσοῦτος νοῦς, εἰ μὴ ἦν ἀγαπώμενος ὑπὸ τοῦ Θεοῦ;

Εἷς δέ τις στρατηλάτης, Βαλάκιος δὲ ἦν ὄνομα αὐτῷ, πικρῶς ἐδίωκεν ἡμᾶς τοὺς Χριστιανοὺς διὰ τὴν ὑπὲρ τῶν δυσωνύμων Ἀρειανῶν σπουδήν. Καὶ ἐπειδὴ τοσοῦτον ἦν ὠμὸς, ὡς καὶ παρθένους τύπτειν, καὶ μονάζοντας γυμνοῦν καὶ μαστίζειν· ἀποστέλλει πρὸς αὐτὸν ὁ Ἀντώνιος, καὶ γράφει τοιοῦτον ἔχουσαν νοῦν ἐπιστολήν· Ὁρῶ ὀργὴν ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι.

Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολὴν ἔῤῥιψε χαμαὶ, πτύσας εἰς αὐτὴν, τοὺς δὲ κομίσαντας ὕβρισε, παραγγείλας ἀπαγγέλλειν Ἀντωνίῳ ταῦτα· Ἐπειδὴ φροντίζεις περὶ τῶν μοναχῶν, ἤδη καί σε μετελεύσομαι.

Καὶ οὐ παρῆλθον ἡμέραι πέντε, καὶ κατέλαβεν αὐτὸν ἡ ὀργή. Εἰς γὰρ τὴν πρώτην μονὴν Ἀλεξανδρείας τὴν λεγομένην Χαιρέου ἐξῆλθεν αὐτός τε ὁ Βαλάκιος καὶ Νεστόριος ὁ ἔπαρχος τῆς Αἰγύπτου, καὶ ἀμφότεροι μὲν ἐπεκαθέζοντο ἵπποις· ἦσαν δὲ οὗτοι ἴδιοι τοῦ Βαλακίου, καὶ πραότεροι πάντων τῶν τρεφομένων παρ᾽ αὐτῷ. Ἀλλὰ μήπω φθασάντων αὐτῶν εἰς τὸν τόπον, ἤρξαντο παίζειν, ὡς εἰώθασι, πρὸς ἀλλήλους· καὶ ἐξαίφνης ὁ πραότερος, ᾧ ἐπεκαθέζετο Νεστόριος, δήγματι τὸν Βαλάκιον καταβαλὼν ἐπέπεσεν αὐτῷ· καὶ οὕτω τοῖς ὀδοῦσιν ἐσπάραξε τὸν μηρὸν αὐτῷ, ὡς εὐθὺς μὲν ἀπενεχθῆναι εἰς τὴν πόλιν, ἐν τρισὶ δὲ ἡμέραις ἀποθανεῖν· καὶ πάντας θαυμάζειν, ὅτι ἃ προείρηκεν ὁ Ἀντώνιος, ταχέως πεπλήρωται.

Οὕτω μὲν οὖν τοῖς πικροτέροις παρῄνει· τοὺς δὲ ἄλλους τοὺς πρὸς αὐτὸν ἀπαντῶντας οὕτως ἐνουθέτει, ὡς ἐπιλανθάνεσθαι παρ᾽ αὐτὰ τοῦ δικάζειν, καὶ μακαρίζειν τοὺς ἀναχωροῦντας ἀπὸ τοῦ βίου τούτου. Οὕτω δὲ τῶν ἀδικουμένων προΐστατο, ὡς νομίζειν μὴ ἄλλους, ἀλλ᾽ αὐτὸν εἶναι τὸν πάσχοντα.

Οὕτω δὲ πάλιν πρὸς ὠφέλειαν πᾶσιν ἦν ἱκανὸς, ὡς πολλοὺς στρατευομένους, καὶ τῶν τὰ πολλὰ κεκτημένων, ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη, καὶ λοιπὸν γίνεσθαι μοναχούς. Καὶ ὅλως ὥσπερ ἰατρὸς ἦν δοθεὶς παρὰ τοῦ Θεοῦ τῇ Αἰγύπτῳ. Τίς γὰρ λυπούμενος ἀπήντα, καὶ οὐχ ὑπέστρεφε χαίρων; τίς ἤρχετο θρηνῶν διὰ τοὺς αὐτοῦ τεθνηκότας, καὶ οὐκ εὐθέως ἀπετίθετο τὸ πένθος; τίς ὀργιζόμενος ἤρχετο, καὶ οὐκ εἰς φιλίαν μετεβάλλετο; τίς πένης ἀκηδιῶν ἀπήντα, καὶ ἀκούων αὐτοῦ καὶ βλέπων αὐτὸν, οὐ κατεφρόνει τοῦ πλούτου, καὶ παρεμυθεῖτο τὴν πενίαν; τίς μοναχὸς, ὀλιγωρήσας, καὶ ἐλθὼν πρὸς αὐτὸν, οὐ μᾶλλον ἰσχυρότερος ἐγένετο; τίς νεώτερος ἐλθὼν εἰς τὸ ὄρος, καὶ θεωρήσας Ἀντώνιον, οὐκ εὐθέως ἐξηρνεῖτο τὰς ἡδονὰς, καὶ ἠγάπα σωφροσύνην; τίς ἤρχετο πρὸς αὐτὸν ὑπὸ δαίμονος πειραζόμενος, καὶ οὐκ ἀνεπαύετο; τίς δὲ ἐν λογισμοῖς ἐνοχλούμενος ἤρχετο, καὶ οὐκ ἐγαληνία τῇ διανοίᾳ;

Καὶ γὰρ καὶ τοῦτο ἦν μέγα τῆς ἀσκήσεως τοῦ Ἀντωνίου, ὅτι, καθὰ προεῖπον, χάρισμα διακρίσεως πνευμάτων ἔχων, ἐπεγίνωσκεν αὐτῶν τὰ κινήματα· καὶ πρὸς ὅ τις αὐτῶν εἶχε τὴν σπουδὴν καὶ τὴν ὁρμὴν, τοῦτο οὐκ ἠγνόει. Καὶ οὐ μόνον αὐτὸς οὐκ ἐπαίζετο παρ᾽ αὐτῶν, ἀλλὰ καὶ τοὺς ἐνοχλουμένους ἐν λογισμοῖς παρακαλῶν ἐδίδασκε, πῶς ἂν δύναιντο τὰς ἐκείνων ἐπιβουλὰς ἀνατρέπειν· διηγούμενος τῶν ἐνεργούντων τὰς ἀσθενείας καὶ τὰς πανουργίας.

Ἕκαστος γοῦν, ὥσπερ ἐπαλιφεὶς παρ᾽ αὐτοῦ, κατήρχετο καταθαῤῥῶν τῶν νοημάτων τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ. Πόσαι δὲ καὶ μνηστῆρας ἔχουσαι παρθένοι, καὶ μόνον ἀπὸ τοῦ πέραν ἰδοῦσαι τὸν Ἀντώνιον, ἔμειναν τῷ Χριστῷ παρθένοι; Ἤρχοντο δὲ καὶ ἀπὸ τῶν ἔξω μερῶν πρὸς αὐτόν. Καὶ αὐτοὶ μετὰ πάντων τὴν ὠφέλειαν ἐσχηκότες ὑπέστρεφον, ὡς παρὰ πατρὸς προπεμπόμενοι. Ἀμέλει κοιμηθέντος αὐτοῦ, πάντες, ὡς ὀρφανοὶ γενόμενοι πατρὸς, μόνῃ τῇ ἐκείνου μνήμῃ παρακαλοῦσιν ἑαυτοὺς, κατέχοντες ἅμα τὰς νουθεσίας καὶ τὰς παραινέσεις αὐτοῦ.