Αὐτὸς δὲ, τοῦτο γινώσκων, καὶ φοβούμενος μὴ καὶ τὸ αὐτοῦ ποιήσωσιν οὕτως σῶμα, ἤπειξεν ἑαυτὸν, συνταξάμενος τοῖς ἐν τῷ ἔξω ὄρει μοναχοῖς· καὶ εἰσελθὼν εἰς τὸ ἔνδον ὄρος, ἔνθα καὶ μένειν εἰώθει, μετὰ μῆνας ὀλίγους ἐνόσησε· καὶ καλέσας τοὺς συνόντας αὐτῷ (δύο δὲ ἦσαν, οἵτινες καὶ ἔμειναν ἔνδον, δέκα καὶ πέντε ἔτη ἀσκούμενοι, καὶ ὑπηρετοῦντες αὐτῷ διὰ τὸ γῆρας), ἔλεγε πρὸς αὐτούς· Ἐγὼ μὲν, ὡς γέγραπται, τὴν ὁδὸν τῶν πατέρων πορεύομαι· ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυρίου· ὑμεῖς δὲ νήφετε, καὶ τὴν πολυχρόνιον ὑμῶν ἄσκησιν μὴ ἀπολέσητε· ἀλλ᾽ ὡς νῦν ἀρχὴν ἔχοντες, σπουδάσατε τηρεῖν τὴν προθυμίαν ἑαυτῶν. Οἴδατε τοὺς ἐπιβουλεύοντας δαίμονας, οἴδατε πῶς ἄγριοι μὲν εἰσὶν, ἀσθενεῖς δὲ τῇ δυνάμει. Μὴ οὖν φοβηθῆτε αὐτοὺς, ἀλλὰ μᾶλλον τὸν Χριστὸν ἀεὶ ἀναπνέετε, καὶ τούτῳ πιστεύετε· καὶ ὡς καθ᾽ ἡμέραν ἀποθνήσκοντες ζήσατε, προσέχοντες ἑαυτοῖς, καὶ μνημονεύοντες ὧν ἠκούσατε παρ᾽ ἐμοῦ παραινέσεων. Καὶ μηδεμία ἔστω ὑμῖν κοινωνία πρὸς τοὺς σχισματικοὺς, μήθ᾽ ὅλως πρὸς τοὺς αἱρετικοὺς Ἀρειανούς. Οἴδατε γὰρ πῶς κἀγὼ τούτους ἐξετρεπόμην διὰ τὴν χριστομάχον αὐτῶν καὶ ἑτερόδοξον αἵρεσιν. Σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς ἀεὶ συνάπτειν ἑαυτοὺς, προηγουμένως μὲν τῷ Κυρίῳ, ἔπειτα δὲ τοῖς ἁγίοις· ἵνα μετὰ θάνατον ὑμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ὡς φίλους καὶ γνωρίμους, δέξωνται καὶ αὐτοί.