Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Προοίμιο

Ο συγγραφέας ανταποκρίνεται στο αίτημα των μοναχών να καταγράψει τον βίο του Αντωνίου, προβάλλοντάς τον ως πρότυπο ασκητικής ζωής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 10

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ ΣΥΓΓΡΑΦΕΙΣ ΚΑΙ ΑΠΟΣΤΑΛΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΞΕΝῌ ΜΟΝΑΚΟΥΣ ΠΑΡΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΧΑΝΔΡΕΙΑΣ ΠΡΟΟΙΜΙΟΝ. Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαι τούτους προελόμενοι τῇ κατ᾽ ἀρετὴν ὑμῶν ἀσκήσει.

Καὶ γὰρ καὶ παρ᾽ ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομένων ὑμῶν, ὁ Θεὸς τελειώσειεν· ἐπειδὴ δὲ ἀπῃτήσατε καὶ παρ᾽ ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου Ἀντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκήσεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγόμενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε· μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ᾽ ὑμῶν ἐπίταγμα. Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν. Οἶδα δὲ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄνθρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν· ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ Ἀντωνίου βίος. Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ᾽ αὐτῶν νομίζετε· πάντως γὰρ κἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο. Ἐπεὶ κἀγὼ, προτραπεὶς παρ᾽ ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς σημανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω· καὶ ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρωτᾷν.

Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις. Ἐβουλόμην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μεταπέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνότερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι· ὡς ἄν τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω· ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε, καὶ ὁ γραμματοφόρος ἔσπευδε· διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃ μαθεῖν ἠδυνήθην παρ᾽ αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρόνον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖρας αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα· πανταχοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκούσας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός.