Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν. Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν μελετᾷν, τὸ, Καθ᾽ ἡμέραν ἀποθνήσκω. Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ᾽ ἡμέραν, οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα, ἐγειρόμενοι καθ᾽ ἡμέραν, νομίζωμεν μὴ μένειν ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομίζωμεν μὴ ἐγείρεσθαι· ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης, καὶ μετρουμένης καθ᾽ ἡμέραν παρὰ τῆς Προνοίας. Οὕτω δὲ διακείμενοι, καὶ καθ᾽ ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυμίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς· ἀλλ᾽ ὡς καθ᾽ ἡμέραν προσδοκῶντες ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα συγχωρήσομεν· ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυπαρᾶς ἡδονῆς, οὐδ᾽ ὅλως κρατήσομεν, ἀλλ᾽ ὡς παρερχομένην ἀποστραφησόμεθα· ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως. Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀνίστησιν.