Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Διδασκαλία προς τους μοναχούς περί ασκητικού βίου και της φύσεως των δαιμόνων

Η έξοδος του Αντωνίου από το οχύρωμα, η έναρξη της διδασκαλίας του στα πλήθη και η εκτενής νουθεσία του για την πνευματική εγρήγορση και την αντιμετώπιση των δαιμονικών πλανών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 10

Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας ἐθεράπευσεν ὁ Κύριος δι᾽ αὐτοῦ· καὶ ἄλλους ἀπὸ δαιμόνων ἐκαθάρισε. Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ Ἀντωνίῳ· καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρεμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φιλίαν· πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προκρίνειν τῆς εἰς Χριστὸν ἀγάπης. Διαλεγόμενος δὲ καὶ παραινῶν μνημονεύειν περὶ τῶν μελλόντων ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ Θεοῦ φιλανθρωπίας, ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου Υἱοῦ, ἀλλ᾽ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· ἔπεισε πολλοὺς αἱρήσασθαι τὸν μονήρη βίον· καὶ οὕτω λοιπὸν γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος ἐπολίσθη ὑπὸ μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων, καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν.

Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ τῶν ἀδελφῶν ἐπίσκεψις), πλήρης ἦν ἡ διώρυξ κροκοδείλων. Καὶ μόνον εὐξάμενος, ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς. Ὑποστρέψας δὲ εἰς τὸ μοναστήριον, τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν πόνων. Διαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μοναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει, καὶ ταχέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστήρια, καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο.

Μιᾷ γοῦν ἡμέρᾳ προελθὼν, καὶ πάντων τῶν μοναχῶν ἐλθόντων πρὸς αὐτὸν, ἀξιούντων τε παρ᾽ αὐτοῦ ἀκοῦσαι λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ φωνῇ ταῦτα· Τὰς μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς διδασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες ἃ οἴδατε· κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ ὧν πεπείραμαι μεταδίδωμι. Ἔστω δὲ προηγουμένως κοινὴ πᾶσιν αὕτη σπουδὴ, ἀρξαμένους μὴ ὑπενδοῦναι, μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις, μηδὲ λέγειν· Ἐχρονίσαμεν ἐν τῇ ἀσκήσει· ἀλλὰ μᾶλλον ὡς ἀρχόμενοι καθ᾽ ἡμέραν, τὴν προθυμίαν ἐπαυξήσωμεν. Ὅλος γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρούμενος πρὸς τοὺς μέλλοντας αἰῶνας· ὥστε καὶ πάντα τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν.

Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπράσκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει· ἡ δὲ ἐπαγγελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται. Γέγραπται γάρ· Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν, κόπος καὶ πόνος. Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη, ἢ καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ᾽ ἀντὶ τῶν ἑκατὸν αἰῶνας αἰώνων βασιλεύσομεν· καὶ ἐπὶ γῆς ἀγωνισάμενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ᾽ ἐν οὐρανοῖς ἔχομεν τὰς ἐπαγγελίας· πάλιν δὲ φθαρτὸν ἀποθέμενοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό.

Ὥστε, τέκνα, μὴ ἐκκακῶμεν, μηδὲ νομίζωμεν χρονίζειν, ἢ μέγα τι ποιεῖν. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν. Μηδὲ εἰς τὸν κόσμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτετάχθαι· καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη πρὸς ὅλον τὸν οὐρανόν ἐστιν. Εἰ τοίνυν καὶ πάσης τῆς γῆς κύριοι ἐτυγχάνομεν, καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκατὸν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν, καὶ ἀποτασσόμενος αὐτῇ, ὀλίγον ἀφίησι, καὶ ἑκατονταπλασίονα λαμβάνει. Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν καταλιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾷν. Ἄλλως τε ὀφείλομεν λογίζεσθαι, ὅτι, κἂν μὴ ἀφῶμεν δι᾽ ἀρετὴν, ἀλλ᾽ ὕστερον ἀποθνήσκοντες καταλιμπάνομεν αὐτὰ πολλάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλησιαστής.

Διὰ τί οὖν μὴ δι᾽ ἀρετὴν ἡμεῖς καταλιμπάνομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν; Διὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω. Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ᾽ ἑαυτῶν; τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ᾽ ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, δικαιοσύνη, σωφροσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλοπτωχία, πίστις ἡ εἰς Χριστὸν, ἀοργησία, φιλοξενία;

Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ ποιοῦντα ἡμῖν ξενίαν ἐν τῇ γῇ τῶν πραέων. Ὥστε καὶ ἐκ τοιούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν· καὶ μάλιστα, ἐὰν λογίσηται, δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου, καὶ ὀφείλοντα τῷ δεσπότῃ δουλεύειν. Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέγειν· Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι σήμερον· οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύσεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ᾽ ἡμέραν, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυσιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσκῃ, καὶ μὴ κινδυνεύσῃ· οὕτω καὶ ἡμεῖς καθ᾽ ἡμέραν ἐπιμένωμεν τῇ ἀσκήσει, εἰδότες, ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ᾽ ἡμῶν. Οὕτως καὶ ἐν τῷ Ἰεζεχιὴλ ἠκούσαμεν· οὕτως καὶ ὁ Ἰούδας διὰ νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν κάματον.

Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν. Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν μελετᾷν, τὸ, Καθ᾽ ἡμέραν ἀποθνήσκω. Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ᾽ ἡμέραν, οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα, ἐγειρόμενοι καθ᾽ ἡμέραν, νομίζωμεν μὴ μένειν ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομίζωμεν μὴ ἐγείρεσθαι· ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης, καὶ μετρουμένης καθ᾽ ἡμέραν παρὰ τῆς Προνοίας. Οὕτω δὲ διακείμενοι, καὶ καθ᾽ ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυμίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς· ἀλλ᾽ ὡς καθ᾽ ἡμέραν προσδοκῶντες ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα συγχωρήσομεν· ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυπαρᾶς ἡδονῆς, οὐδ᾽ ὅλως κρατήσομεν, ἀλλ᾽ ὡς παρερχομένην ἀποστραφησόμεθα· ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως. Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀνίστησιν.

Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῇ ὁδῷ τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν ἐπὶ τὰ ἔμπροσθεν. Καὶ μηδεὶς εἰς τὰ ὀπίσω στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ· μάλιστα ὅτι Κύριος εἴρηκεν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τὸ δὲ στραφῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι, καὶ πάλιν κοσμικὰ φρονεῖν. Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς, μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος· οὐ γὰρ μακρὰν ἀφ᾽ ἡμῶν ἐστιν οὐδ᾽ ἔξωθεν ἡμῶν συνίσταται, ἐν ἡμῖν δέ ἐστι τὸ ἔργον, καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα, ἐὰν μόνον θελήσωμεν. Ἕλληνες μὲν οὖν ἀποδημοῦσι, καὶ θάλατταν περῶσι, ἵνα γράμματα μάθωσιν· ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν ἀποδημῆσαι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὔτε περᾶσαι θάλατταν διὰ τὴν ἀρετήν. Φθάσας γὰρ εἶπεν ὁ Κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν· Οὐκοῦν ἡ ἀρετὴ τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει· ἐπειδήπερ ἐν ἡμῖν ἐστι, καὶ ἐξ ἡμῶν συνίσταται. Τῆς γὰρ ψυχῆς τὸ νοερὸν κατὰ φύσιν ἑκούσης, ἡ ἀρετὴ συνίσταται.

Κατὰ φύσιν δὲ ἔχει, ὅτ᾽ ἂν ὡς γέγονε μένει, γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν. Διὰ τοῦτο ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· Εὐθύνατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν Θεὸν Ἰσραήλ· ὁ δὲ Ἰωάννης· Εὐθείας ποιεῖτε τὰς τρίβους ὑμῶν. Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τοῦτό ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη. Πάλιν δὲ ὅτ᾽ ἂν ἐκκλίνῃ, καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τότε κακία ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστι δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόναμεν, ἐν τῇ ἀρετῇ ἐσμεν· ἐὰν δὲ λογιζώμεθα τὰ φαῦλα, ὡς κακοὶ κρινόμεθα. Εἰ μὲν οὖν ἔξωθεν ἦν ποριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν· εἰ δὲ ἐν ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν, καὶ ὡς παρακαταθήκην λαβόντες, τηρήσωμεν τῷ Κυρίῳ τὴν ψυχήν· ἵν᾽ αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν, ὥσπερ αὐτὴν καὶ πεποίηκεν αὐτήν.

Ἔστω δὲ ἡμῖν ἀγὼν, ὥστε μὴ τυραννεῖν ἡμῶν θυμὸν, μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν. Γέγραπται γὰρ, ὅτι Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται· ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα ἀποκύει θάνατον.

Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς· καὶ, ὡς γέγραπται, πάσῃ φυλακῇ τηρῶμεν ἑαυτῶν τὴν καρδίαν. Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ πανούργους, τοὺς πονηροὺς δαίμονας· καὶ πρὸς τούτους ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ Ἀπόστολος· Οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις. Πολὺς μὲν οὖν ἐστιν αὐτῶν ὁ ὄχλος ἐν τῷ καθ᾽ ἡμᾶς ἀέρι, καὶ μακρὰν οὐκ εἰσὶν ἀφ᾽ ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μειζόνων ἢ καθ᾽ ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα· τὸ δὲ νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μόνον τὰς καθ᾽ ἡμῶν αὐτῶν πανουργίας Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν, ὅτι οἱ δαίμονες οὐ καθ᾽ ὃ δαίμονες καλοῦνται, οὕτω γεγόνασιν· οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ καλοὶ μὲν γεγόνασι καὶ αὐτοὶ, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλινδούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντασίαις, ἡμῖν δὲ τοῖς Χριστιανοῖς φθονοῦντες, πάντα κινοῦσι, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς ἀνόδου· ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς.

Δι᾽ ὃ καὶ πολλῆς εὐχῆς, καὶ ἀσκήσεώς ἐστι χρεία· ἵνα τις, λαβὼν διὰ τοῦ Πνεύματος χάρισμα διακρίσεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ᾽ αὐτούς· καὶ τίνες μὲν αὐτῶν εἰσιν ἔλαττον φαῦλοι, τίνες δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖον ἐπιτήδευμα ἕκαστος αὐτῶν ἔχει τὴν σπουδὴν, καὶ πῶς ἕκαστος αὐτῶν ἀνατρέπεται καὶ ἐκβάλλεται. Πολλὰ γὰρ αὐτῶν ἐστι τὰ πανουργεύματα, καὶ τὰ τῆς ἐπιβουλῆς κινήματα. Ὁ μὲν οὖν μακάριος Ἀπόστολος καὶ οἱ κατ᾽ αὐτὸν ᾔδεισαν τὰ τοιαῦτα λέγοντες· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν· ἡμεῖς δὲ ἀφ᾽ ὧν ἐπειράθημεν παρ᾽ αὐτῶν, ὀφείλομεν ἀλλήλους ὑπ᾽ αὐτῶν διορθοῦσθαι. Ἐγὼ γοῦν, ἐκ μέρους πεῖραν αὐτῶν ἔχων, ὡς τέκνοις λέγω.

Οὗτοι μὲν οὖν, ἐὰν ἴδωσι καὶ πάντας μὲν Χριστιανοὺς, μάλιστα δὲ μοναχοὺς, φιλοπονοῦντας καὶ προκόπτοντας, πρῶτον μὲν ἐπιχειροῦσι καὶ πειράζουσιν, ἐχόμενα τρίβου τιθέντες σκάνδαλα· σκάνδαλα δὲ αὐτῶν εἰσιν οἱ πονηροὶ λογισμοί. Οὐ δεῖ δὲ ἡμᾶς φοβεῖσθαι τὰς ὑποβολὰς αὐτῶν· εὐχαῖς γὰρ καὶ νηστείαις καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσιν εὐθὺς ἐκεῖνοι. Ἀλλὰ καὶ πεσόντες οὐ παύονται, αὖθις δὲ πάλιν προσέρχονται πανούργως καὶ δολίως.

Ἐπειδὰν γὰρ ἐκ φανεροῦ καὶ ῥυπαρᾶς ἡδονῆς μὴ δυνηθῶσιν ἀπατῆσαι τὴν καρδίαν, ἄλλως πάλιν ἐπιβαίνουσι· καὶ λοιπὸν φαντασίας ἀναπλάττοντες ἐκφοβεῖν προσποιοῦνται, μετασχηματιζόμενοι, καὶ μιμούμενοι γυναῖκας, θηρία, ἑρπετὰ, καὶ μεγέθη σωμάτων, καὶ πλῆθος στρατιωτῶν. Ἀλλ᾽ οὐδὲ οὕτως δεῖ τὰς τούτων φαντασίας δειλιᾷν· οὐδὲν γάρ εἰσιν, ἀλλὰ καὶ ταχέως ἀφανίζονται· ἐὰν μάλιστα τῇ πίστει καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἑαυτόν τις περιφράττῃ.

Τολμηροὶ δέ εἰσι καὶ λίαν ἀναιδεῖς. Ἐὰν γὰρ καὶ οὕτως ἡττηθῶσιν, ἄλλῳ τρόπῳ πάλιν ἐπιβαίνουσι. Καὶ προσποιοῦνται μαντεύεσθαι, καὶ προλέγειν τὰ μεθ᾽ ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυτοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας, καὶ πλατεῖς τῷ μεγέθει· ἵνα οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπάσωσιν.

Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει, καὶ τῇ ἐλπίδι τῆς διανοίας, λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν Καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιούτους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε, λέγων· Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς εἶδος ἑωσφόρου.

Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακες· φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται.

Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμονίων ἄρχων, ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος, ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ λέγων· Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν· ἥγηται δὲ θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον ὡς περίπατον· διὰ δὲ τοῦ προφήτου· Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι· καὶ πάλιν δι᾽ ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως τοιαῦτα κομπάζειν ἐπιχειροῦσι, καὶ ἐπαγγέλλονται ταῦτα, ὅπως ἀπατήσωσι τοὺς θεοσεβοῦντας.

Ἀλλ᾽ ἡμᾶς οὐδ᾽ οὕτως πάλιν χρὴ τοὺς πιστοὺς τάς τε φαντασίας αὐτοῦ φοβεῖσθαι, καὶ ταῖς φωναῖς αὐτοῦ προσέχειν. Ψεύδεται γὰρ, καὶ οὐδὲν ὅλως ἀληθὲς λαλεῖ. Ἀμέλει τοιαῦτα καὶ τοσαῦτα λαλῶν καὶ θρασυνόμενος, ὡς μὲν δράκων εἱλκύσθη τῷ ἀγκίστρῳ παρὰ τοῦ Σωτῆρος, ὡς δὲ κτῆνος φορβαίαν ἔλαβε περὶ τὰς ῥῖνας, ὡς δὲ δραπέτης κρίκῳ δέδεται τοὺς μυκτῆρας, καὶ ψελλίῳ τετρύπηται τὰ χείλη.

Καὶ δέδεται μὲν παρὰ τοῦ Κυρίου ὡς στρουθίον, εἰς τὸ καταπαίζεσθαι παρ᾽ ἡμῶν· τέθεινται δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ δαίμονες, ὡς σκορπίοι καὶ ὄφεις, εἰς τὸ καταπατεῖσθαι παρ᾽ ἡμῶν τῶν Χριστιανῶν. Καὶ τούτου γνώρισμα, τὸ νῦν ἡμᾶς πολιτεύεσθαι κατ᾽ αὐτοῦ. Ὁ γὰρ τὴν θάλασσαν ἐπαγγελλόμενος ἐξαλείφειν καὶ τὴν οἰκουμένην καταλαμβάνειν, ἰδοὺ νῦν οὐ δύναται κωλῦσαι τὴν ἄσκησιν ὑμῶν, ἀλλ᾽ οὐδὲ ἐμὲ λαλοῦντα κατ᾽ αὐτοῦ. Μὴ τοίνυν προσέχωμεν οἷς ἂν λαλῇ (ψεύδεται γὰρ), μηδὲ δειλιῶμεν αὐτοῦ τὰς φαντασίας, ψευδεῖς καὶ αὐτὰς τυγχανούσας. Οὐ γὰρ φῶς ἐστιν ἀληθὲς τὸ φαινόμενον ἐν αὐταῖς· τοῦ δὲ ἡτοιμασμένου πυρὸς αὐτοῖς μᾶλλον τὰ προοίμια καὶ τὰς εἰκόνας φέρουσι· καὶ ἐν οἷς κατακαίεσθαι μέλλουσιν, ἐν τούτοις ἐκφοβεῖν τοὺς ἀνθρώπους πειράζουσιν.

Ἀμέλει φαίνονται, καὶ παρ᾽ αὐτὰ πάλιν ἀφανίζονται· βλάψαντες μὲν οὐδένα τῶν πιστῶν, φέροντες δὲ μεθ᾽ ἑαυτῶν τὴν ἀφομοίωσιν τοῦ μέλλοντος αὐτοὺς δέχεσθαι πυρός. Ὅθεν οὐδὲ οὕτως φοβεῖσθαι τούτους προσήκει· πάντα γὰρ αὐτῶν διὰ τὴν τοῦ Χριστοῦ χάριν εἰς οὐδέν ἐστι τὰ ἐπιτηδεύματα.

Δόλιοι δέ εἰσι καὶ ἕτοιμοι πρὸς πάντα μεταβάλλεσθαι καὶ μετασχηματίζεσθαι. Πολλάκις γοῦν καὶ ψάλλειν μετ᾽ ᾠδῆς προσποιοῦνται μὴ φαινόμενοι, καὶ μνημονεύουσι τῶν ἀπὸ τῶν Γραφῶν λέξεων· ἔστι δὲ ὅτε καὶ ἀναγινωσκόντων ἡμῶν, εὐθὺς ὥσπερ ἠχὼ λέγουσιν αὐτοὶ τὰ αὐτὰ πολλάκις ἅπερ ἀνέγνωσται· καὶ κοιμωμένους ἡμᾶς διεγείρουσιν εἰς προσευχάς· καὶ τοῦτο συνεχῶς ποιοῦσι, σχεδὸν μὴ ἐπιτρέποντες ἡμῖν μηδὲ κοιμᾶσθαι. Ἔστι δὲ ὅτε καὶ ἀποτυποῦντες ἑαυτοὺς εἰς σχήματα μοναχῶν, ὡς εὐλαβεῖς προσποιοῦνται λαλεῖν, ἵνα τῷ ὁμοίῳ σχήματι πλανήσωσι, καὶ λοιπὸν ἔνθα θέλουσιν ἑλκύσωσι τοὺς ἀπατηθέντας παρ᾽ αὐτῶν. Ἀλλ᾽ οὐ χρὴ προσέχειν αὐτοῖς, κἂν εἰς προσευχὴν διεγείρωσι, κἂν συμβουλεύωσι μήθ᾽ ὅλως ἐσθίειν, κἂν κατηγορεῖν καὶ ὀνειδίζειν προσποιῶνται, ἐν οἷς ποτε συνέγνωσαν ἡμῖν. Οὐ γὰρ δι᾽ εὐλάβειαν ἢ ἀλήθειαν ταῦτα ποιοῦσιν, ἀλλ᾽ ἵνα τοὺς ἀκεραίους εἰς ἀπόγνωσιν ἐνέγκωσιν, καὶ ἀνωφελῆ τὴν ἄσκησιν εἴπωσι, ναυτιᾶσαί τε ποιήσωσι τοὺς ἀνθρώπους, ὡς φορτικοῦ καὶ βαρυτάτου ὄντος τοῦ μονήρους βίου, καὶ ἐμποδίσωσι τοὺς κατ᾽ αὐτῶν πολιτευομένους.

Ὁ μὲν οὖν προφήτης ἀποσταλεὶς παρὰ τοῦ Κυρίου, ἐταλάνιζε τοὺς τοιούτους λέγων· Οὐαὶ ὁ ποτίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν. Τὰ γὰρ τοιαῦτα ἐπιτηδεύματα καὶ ἐνθυμήματα ἀνατρεπτικὰ τῆς εἰς ἀρετὴν φερούσης ἐστὶν ὁδοῦ. Ὁ δὲ Κύριος αὐτὸς δι᾽ ἑαυτοῦ, καίτοι τἀληθῆ λέγοντας τοὺς δαίμονας (ἀληθῆ γὰρ ἔλεγον· Σὺ εἶ ὁ Υἱὸς Θεοῦ) ὅμως ἐφίμου, καὶ λαλεῖν ἐκώλυε, μή ποτε μετὰ τῆς ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρωσι, καὶ ἵνα καὶ ἡμᾶς συνεθίσῃ, μηδέποτε τοῖς τοιούτοις προσέχειν, κἂν δοκῶσι τἀληθῆ λέγειν· καὶ γὰρ ἀπρεπὲς, ἔχοντας ἡμᾶς τὰς ἁγίας Γραφὰς, καὶ τὴν παρὰ τοῦ Σωτῆρος ἐλευθερίαν, διδάσκεσθαι παρὰ τοῦ διαβόλου, τοῦ μὴ τηρήσαντος τὴν ἰδίαν τάξιν, ἀλλ᾽ ἕτερα ἀνθ᾽ ἑτέρων φρονήσαντος. Διὰ τοῦτο καὶ λαλοῦντα τοῦτον τὰς ἀπὸ τῶν Γραφῶν λέξεις κωλύει λέγων· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι, καὶ θορυβοῦσι, καὶ ὑποκρίνονται, καὶ ταράττουσι πρὸς ἀπάτην τῶν ἀκεραίων. Καὶ κτύπους γοῦν ποιοῦσι, καὶ γελῶσιν ἀφρόνως καὶ συρίττουσιν· ἂν δὲ μή τις αὐτοῖς προσέχῃ, λοιπὸν κλαίουσι καὶ θρηνοῦσιν ὡς ἡττηθέντες.

Ὁ μὲν οὖν Κύριος ὡς Θεὸς ἐφίμου τοὺς δαίμονας· ἡμᾶς δὲ, μαθόντας ἀπὸ τῶν ἁγίων, πρέπει κατ᾽ ἐκείνους ποιεῖν, καὶ μιμεῖσθαι τὴν ἀνδρίαν αὐτῶν. Καὶ γὰρ κἀκεῖνοι ταῦτα βλέποντες ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.

Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων. Οὐκοῦν καὶ ἡμεῖς μήτε ἀκούωμεν αὐτῶν ὡς ἀλλοτρίων ὄντων ἡμῶν, μήτε ὑπακούωμεν αὐτῶν, κἂν εἰς εὐχὴν ἐγείρωσι, κἂν λαλῶσι περὶ νηστειῶν· τῇ δὲ προθέσει τῆς ἀσκήσεως ἑαυτῶν μᾶλλον προσέχωμεν, καὶ μὴ παρ᾽ ἐκείνων ἀπατώμεθα πάντα πραττόντων μετὰ δόλου. Οὐ δεῖ δὲ φοβεῖσθαι αὐτοὺς, κἂν ἐπέρχεσθαι δοκῶσι, κἂν θάνατον ἀπειλῶσιν· ἀσθενεῖς γάρ εἰσι, καὶ οὐδὲν δύνανται, ἢ μόνον ἀπειλεῖν.

Ἤδη μὲν οὖν περὶ τούτου παρερχόμενος εἴρηκα· καὶ νῦν δὲ πλατύτερον εἰπεῖν τὰ περὶ αὐτῶν οὐκ ὀκνητέον· ἀσφαλὴς γὰρ ὑμῖν ἡ ὑπόμνησις ἔσται, Ἐπιδημήσαντος τοῦ Κυρίου, πέπτωκεν ὁ ἐχθρὸς, καὶ ἠσθένησαν αἱ δυνάμεις αὐτοῦ. Διὰ τοῦτο γοῦν μηδὲν δυνάμενος ὅμως ὡς τύραννος, καὶ πεσὼν οὐκ ἠρεμεῖ, ἀλλὰ κἂν λόγοις μόνον ἀπειλεῖ· καὶ τοῦτο ἕκαστος ὑμῶν λογιζέσθω, καὶ δύναται καταφρονεῖν τῶν δαιμόνων. Εἰ μὲν οὖν τοιούτοις σώμασιν ἦσαν ἐνδεθέντες, ὥσπερ ἐσμὲν ἡμεῖς, δυνατὸν ἦν αὐτοῖς λέγειν, ὅτι Κρυπτομένους μὲν τοὺς ἀνθρώπους οὐχ εὑρίσκομεν, εὑρόντες δὲ βλάπτομεν. Ἠδυνάμεθα δὲ καὶ ἡμεῖς κρυπτόμενοι λανθάνειν αὐτοὺς, κλείοντες κατ᾽ αὐτῶν θύρας. Εἰ δὲ οὐκ εἰσὶν οὕτως, ἀλλὰ κεκλεισμένων τῶν θυρῶν εἰσελθεῖν δύνανται, καὶ ἐν τῷ παντὶ ἀέρι τυγχάνουσιν αὐτοί τε καὶ ὁ τούτων πρῶτος διάβολος· εἰσὶ δὲ κακοθελεῖς καὶ πρὸς τὸ βλάπτειν ἕτοιμοι, καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ἐξ ἀρχῆς ἀνθρωποκτόνος ἐστὶν ὁ τῆς κακίας πατὴρ διάβολος· ζῶμεν δὲ νῦν ἡμεῖς καὶ μᾶλλον κατ᾽ αὐτοῦ πολιτευόμεθα· δῆλοί εἰσι μηδὲν ἰσχύοντες. Οὔτε γὰρ τόπος αὐτοὺς εἰς τὸ ἐπιβουλεύειν κωλύει, οὔτε φίλους ἡμᾶς ὁρῶσιν ἑαυτῶν, ἵνα φείσωνται, οὔτε φιλάγαθοί εἰσιν, ἵνα διορθώσωνται· ἀλλὰ καὶ μᾶλλόν εἰσι πονηροί· καὶ οὐδὲν αὐτοῖς ἐστι περισπούδαστον ὡς τὸ βλάπτειν τοὺς φιλαρέτους καὶ θεοσεβοῦντας.

Διὰ δὲ τὸ μηδὲν δύνασθαι ποιεῖν, διὰ τοῦτο οὐδὲν ποιοῦσιν, ἢ μόνον ἀπειλοῦσιν· εἰ γὰρ ἠδύναντο, οὐκ ἂν ἔμελλον, ἀλλ᾽ εὐθὺς ἐνήργουν τὸ κακὸν, ἑτοίμην ἔχοντες εἰς τοῦτο τὴν προαίρεσιν, καὶ μάλιστα καθ᾽ ἡμῶν. Ἰδοὺ γοῦν νῦν συνελθόντες κατ᾽ αὐτῶν λαλοῦμεν, καὶ ἴσασιν, ὅτι, προκοπτόντων ἡμῶν, ἀσθενοῦσιν αὐτοί. Εἰ τοίνυν εἶχον ἐξουσίαν, οὐδένα ἂν ἡμῶν τῶν Χριστιανῶν ἀφῆκαν ζῇν· βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. Ἐπειδὴ δὲ οὐδὲν δύνανται, διὰ τοῦτο μᾶλλον ἑαυτοὺς τιτρώσκουσιν· ὅτι μηδὲν δύνανται ποιεῖν ὧν ἀπειλοῦσιν. Ἔπειτα κἀκεῖνο λογίζεσθαι χρὴ, πρὸς τὸ μὴ φοβεῖσθαι τούτους· εἰ τὸ δυνατὸν ὑπῆρχεν αὐτοῖς, οὐκ ἂν ἤρχοντο μετ᾽ ὄχλου, οὐδὲ φαντασίας ἐποίουν, οὐδὲ μετασχηματιζόμενοι ἐμεθόδευον· ἀλλ᾽ ἤρκει καὶ μόνον ἐλθεῖν ἕνα, καὶ ποιῆσαι τοῦτο ὅπερ δύναται καὶ βούλεται· καὶ μάλιστα ὅτι πᾶς ὁ τὴν ἐξουσίαν ἔχων οὐ μετὰ φαντασίας ἀναιρεῖ, οὐδὲ τοῖς ὄχλοις ἐκφοβεῖ, ἀλλ᾽ εὐθὺς ὡς βούλεται τῇ ἐξουσίᾳ καταχρᾶται. Ἀλλ᾽ οἱ δαίμονες, μηδὲν δυνάμενοι, παίζουσιν ὡς ἐπὶ σκηνῆς, ἀλλάττοντες τὰς μορφὰς, καὶ τοὺς παῖδας ἐκφοβοῦντες, τῇ τῶν ὄχλων φαντασίᾳ καὶ τοῖς σχηματισμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφείλουσιν εἶναι.

Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχεν ὄχλων, οὐ φαντασίας τῆς ἔξωθεν, οὐ κτύπων, οὐ κρότων· ἀλλ᾽ ἠρέμα τῇ ἐξουσίᾳ ἐκέχρητο, καὶ ἀνεῖλεν εὐθὺς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οἱ δὲ μηδὲν δυνάμενοι δαίμονες, οἷοί εἰσιν οὗτοι, κἂν ταῖς φαντασίαις ἐκφοβεῖν πειράζουσιν.

Ἐὰν δέ τις τὰ τοῦ Ἰὼβ λογίσηται, καὶ εἴπῃ, Διὰ τί οὖν ἐξελθὼν ὁ διάβολος πάντα κατ᾽ αὐτοῦ πεποίηκε; καὶ τῶν μὲν ὑπαρχόντων αὐτὸν ἐψίλωσε, τὰ δὲ τέκνα ἀνεῖλε, καὶ ἐκεῖνον ἔπαισεν ἕλκει πονηρῷ; γινωσκέτω πάλιν ὁ τοιοῦτος, ὡς οὐκ ἦν ὁ διάβολος ὁ ἰσχύων, ἀλλ᾽ ὁ Θεὸς ὁ παραδιδοὺς αὐτῷ πρὸς πεῖραν τὸν Ἰώβ· ἀμέλει μηδὲν δυνάμενος ποιῆσαι, ᾔτησε καὶ λαβὼν πεποίηκεν. Ὥστε καὶ ἐκ τούτου μᾶλλον καταγνωστέος ἐστὶν ὁ ἐχθρὸς, ὅτι, καίτοι θέλων, οὐδὲ καθ᾽ ἑνὸς ἴσχυσεν ἀνθρώπου δικαίου· εἰ γὰρ ἴσχυσεν, οὐκ ἂν ᾔτησεν· αἰτήσας δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον, φαίνεται ἀσθενὴς καὶ μηδὲν δυνάμενος.

Καὶ οὐ θαυμαστὸν εἰ κατὰ τοῦ Ἰὼβ οὐκ ἴσχυσεν, ὅπου γε οὐδὲ κατὰ τῶν κτηνῶν αὐτοῦ ἐγίνετο ὄλεθρος, εἰ μὴ συγχωρήσας ἦν ὁ Θεός· ἀλλ᾽ οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν· Παρεκάλουν γὰρ, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὸν Κύριον, λέγοντες· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ μηδὲ χοίρων ἔχουσιν ἐξουσίαν, πολλῷ μᾶλλον τῶν κατ᾽ εἰκόνα Θεοῦ γεγενημένων ἀνθρώπων οὐκ ἔχουσι.

Τὸν Θεὸν ἄρα μόνον φοβεῖσθαι δεῖ· τούτων δὲ καταφρονεῖν, καὶ μηδ᾽ ὅλως αὐτοὺς δεδιέναι. Ἀλλὰ καὶ μᾶλλον ὅσον ταῦτα ποιοῦσιν, ἐπιτείνωμεν ἡμεῖς τὴν ἄσκησιν κατ᾽ αὐτῶν. Μέγα γὰρ ὅπλον ἐστὶ κατ᾽ αὐτῶν βίος ὀρθὸς, καὶ ἡ πρὸς Θεὸν πίστις. Φοβοῦνται γοῦν τῶν ἀσκητῶν τὴν νηστείαν, τὴν ἀγρυπνίαν, τὰς εὐχὰς, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἀφιλάργυρον, τὸ ἀκενόδοξον, τὴν ταπεινοφροσύνην, τὸ φιλόπτωχον, τὰς ἐλεημοσύνας, τὸ ἀόργητον, καὶ προηγουμένως τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν. Διὰ τοῦτο γὰρ καὶ πάντα ποιοῦσιν, ἵνα μὴ ἔχωσι τοὺς καταπατοῦντας αὐτούς. Ἴσασι γὰρ τὴν κατ᾽ αὐτῶν δοθεῖσαν χάριν τοῖς πιστοῖς παρὰ τοῦ Σωτῆρος, λέγοντος αὐτοῦ· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.

Ἂν τοίνυν καὶ προλέγειν ὑποκρίνωνται, μὴ προσποιείσθω τις. Πολλάκις γὰρ πρὸ ἡμερῶν λέγουσι τοὺς μεθ᾽ ἡμέρας ἀπαντῶντας ἀδελφούς· καὶ ἔρχονται μὲν ἐκεῖνοι. Ποιοῦσι δὲ τοῦτο οὗτοι, οὐ κηδόμενοι τῶν ἀκουόντων, ἀλλ᾽ ἵνα πιστεύειν αὐτοῖς πείσωσιν αὐτοὺς, καὶ τότε λοιπὸν ὑποχειρίους ἔχοντες, ἀπολέσωσιν· ὅθεν οὐ δεῖ προσέχειν αὐτοῖς, ἀλλὰ καὶ λέγοντας ἀνατρέπειν χρὴ, ὅτι μὴ χρείαν ἔχομεν ἡμεῖς τούτων. Τί γὰρ θαυμαστὸν, εἰ λεπτοτέροις χρώμενοι σώμασι μᾶλλον τῶν ἀνθρώπων, καὶ τοὺς ἀρξαμένους ὁδεύειν ἑωρακότες, προλαμβάνουσι τῷ δρόμῳ καὶ ἀπαγγέλλουσι; τοῦτο καὶ ἵππῳ τις ἐπικαθήμενος προλέγει, προλαμβάνων τοῦ ὁδεύοντος τοῖς ποσίν· ὥστε οὐδ᾽ ἐν τούτῳ χρὴ θαυμάζειν αὐτούς. Οὐδὲν γὰρ τῶν μὴ γενομένων προγινώσκουσιν· ἀλλὰ μόνος ὁ Θεός ἐστιν ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν. Οὗτοι δὲ ἃ βλέπουσιν, ὡς κλέπται, προτρέχοντες ἀπαγγέλλουσι.

Πόσοις νῦν τὰ ἡμῶν, καὶ ὅτι συνήλθομεν, καὶ ὁμιλοῦμεν κατ᾽ αὐτῶν σημαίνουσι, πρὶν παρ᾽ ἡμῶν τις ἀπελθὼν ἀπαγγείλῃ! Τοῦτο δὲ καὶ παῖς τις ταχυδρόμος ποιῆσαι δύναται, προλαβὼν τὸν βραδύναντα. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Ἄν τις ἄρξηται περιπατεῖν ἀπὸ τῆς Θηβαΐδος, ἢ ἀπό τινος ἄλλης χώρας, πρὶν μὲν ἄρξηται περιπατεῖν, οὐκ ἴσασιν εἰ περιπατήσει· περιπατοῦντα δὲ τοῦτον ἑωρακότες, προτρέχουσι, καὶ πρὶν αὐτὸν ἐλθεῖν, ἀπαγγέλλουσι· καὶ οὕτω συμβαίνει τούτους μεθ᾽ ἡμέρας ἐλθεῖν. Πολλάκις δὲ τῶν περιπατούντων ὑποστρεφόντων, ἐψεύσαντο αὐτοί.

Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομένους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰδότες, ὡς ἐξ ἐκείνων ἡ πλημμύρα τοῦ ποταμοῦ γίνεται, πρὶν ἐλθεῖν εἰς τὴν Αἴγυπτον τὸ ὕδωρ, προτρέχοντες λέγουσι.

Τοῦτο δ᾽ ἂν καὶ οἱ ἄνθρωποι εἰρήκασιν, εἰ τοσοῦτον ἠδύναντο δραμεῖν, ὅσον ἐκεῖνοι. Καὶ ὥσπερ ὁ σκοπὸς τοῦ Δαβὶδ, ἀνερχόμενος εἰς ὑψηλὸν, μᾶλλον τοῦ κάτω μένοντος προέβλεπε τὸν ἐρχόμενον· καὶ αὐτὸς δὲ ὁ προτρέχων ἔλεγε πρὸ τῶν ἄλλων, οὐ τὰ μὴ γενόμενα, ἀλλὰ τὰ ἤδη ὁδεύοντα καὶ γινόμενα· οὕτω καὶ οὗτοι κάμνειν αἱροῦνται, καὶ σημαίνουσιν ἄλλοις, ἵνα μόνον ἀπατῶσιν· ἂν μέντοι ἡ Πρόνοια μεταξύ τι βουλεύσηται περὶ τῶν ὑδάτων ἢ τῶν ὁδευόντων (ἔξεστι γὰρ αὐτῇ), ἐψεύσαντο οἱ δαίμονες, καὶ ἠπατήθησαν οἱ προσεσχηκότες αὐτοῖς.

Οὕτω συνέστη τὰ τῶν Ἑλλήνων μαντεῖα, καὶ οὕτως ἐπλανήθησαν παρὰ τῶν δαιμόνων τὸ πρίν· ἀλλὰ καὶ οὕτω πέπαυται λοιπὸν ἡ πλάνη. Ἦλθε γὰρ ὁ Κύριος ὁ σὺν αὐτῇ τῇ πανουργίᾳ αὐτῶν καὶ τοὺς δαίμονας καταργήσας. Οὐδὲν γὰρ γινώσκουσιν ἀφ᾽ ἑαυτῶν· ἀλλ᾽ ὡς κλέπται, ἃ παρ᾽ ἄλλοις ὁρῶσι, ταῦτα διαβάλλουσι· καὶ μᾶλλον στοχασταί εἰσιν ἢ προγνῶσται.

Διὸ, κἂν ἀληθῆ ποτε τοιαῦτα λέγωσι, μηδ᾽ οὕτως αὐτοὺς θαυμαζέτω τις. Καὶ γὰρ καὶ ἰατροὶ πεῖραν ἔχοντες τῶν νοσημάτων, ἐπειδὰν θεωρήσωσιν ἐν ἄλλοις τὴν αὐτὴν νόσον, πολλάκις στοχαζόμενοι ἀπὸ τῆς συνηθείας προλέγουσι. Καὶ κυβερνῆται δὲ καὶ γεωργοὶ πάλιν, ἀπὸ τῆς συνηθείας βλέποντες τὴν τοῦ ἀέρος κατάστασιν, προλέγουσιν ἢ χειμῶνα ἢ εὔδιον ἀέρα ἔσεσθαι· καὶ οὐ διὰ τοῦτο ἐκ θείας ἐπιπνοίας αὐτοὺς ἄν τις εἴποι προλέγειν, ἀλλ᾽ ἀπὸ τῆς πείρας καὶ τῆς συνηθείας. Ὅθεν εἰ καὶ οἱ δαίμονες τὰ αὐτά ποτε στοχαζόμενοι λέγουσι, μὴ διὰ τοῦτό τις αὐτοὺς θαυμαζέτω, μηδὲ προσεχέτω τούτοις. Τί γὰρ χρήσιμον τοῖς ἀκούουσι τὸ εἰδέναι παρὰ τούτων πρὸ ἡμερῶν τὰ ἐρχόμενα; ἢ ποία σπουδὴ τὰ τοιαῦτα γινώσκειν, κἂν ἀληθῶς γινώσκῃ; οὐ γὰρ ἀρετῆς ἐστι τοῦτο ποιητικὸν, οὐδὲ ἤθους ἀγαθοῦ πάντως ἐστὶ τοῦτο γνώρισμα.

Οὐδεὶς γὰρ ἡμῶν κρίνεται διὰ τί οὐκ οἶδε, καὶ οὐδεὶς μακαρίζεται, ὅτι μεμάθηκε καὶ ἔγνω· ἀλλ᾽ ἐν τούτοις ἕκαστος ἔχει τὴν κρίσιν, εἰ τὴν πίστιν τετήρηκε, καὶ τὰς ἐντολὰς γνησίως ἐφύλαξεν. Ὅθεν οὐ δεῖ περὶ πολλοῦ ταῦτα ποιεῖσθαι· οὐδὲ διὰ ταῦτα ἀσκεῖσθαι καὶ πονεῖν, ἵνα προγινώσκωμεν, ἀλλ᾽ ἵνα Θεῷ καλῶς πολιτευόμενοι ἀρέσωμεν.

Εὔχεσθαί τε χρὴ, οὐχ ἵνα προγινώσκωμεν, οὐδὲ τοῦτον τῆς ἀσκήσεως ἀπαιτεῖν μισθόν· ἀλλ᾽ ἵνα συνεργὸς ἡμῖν εἰς τὴν κατὰ τοῦ διαβόλου νίκην ὁ Κύριος γένηται. Εἰ δὲ ἅπαξ καὶ τοῦ προγινώσκειν ἡμῖν μέλει, καθαρεύωμεν τῇ διανοίᾳ. Ἐγὼ γὰρ πιστεύω, ὅτι καθαρεύουσα ψυχὴ πανταχόθεν, καὶ κατὰ φύσιν ἑστῶσα, δύναται, διορατικὴ γενομένη, πλείονα καὶ μακρότερα βλέπειν τῶν δαιμόνων, ἔχουσα τὸν ἀποκαλύπτοντα Κύριον αὐτῇ· οἵα ἦν ἡ τοῦ Ἐλισσαίου βλέπουσα τὰ κατὰ τὸν Γιεζῆ, καὶ ὁρῶσα τὰς παρ᾽ αὐτὴν ἑστώσας δυνάμεις.

Ὅταν τοίνυν νυκτὸς ἔρχωνται πρὸς ὑμᾶς, καὶ θέλωσι τὰ μέλλοντα λαλεῖν, ἢ λέγωσιν· Ἡμεῖς ἐσμεν οἱ ἄγγελοι· μὴ προσέχετε, ψεύδονται γάρ. Ἂν δὲ καὶ ἐπαινῶσι τὴν ἄσκησιν ὑμῶν, καὶ μακαρίζωσιν ὑμᾶς· μήτε ὑπακούετε, μήθ᾽ ὅλως προσποιεῖσθε τούτους· σφραγίζετε δὲ μᾶλλον ἑαυτοὺς καὶ τὸν οἶκον, καὶ εὔχεσθε· καὶ ὄψεσθε αὐτοὺς καὶ γινομένους ἀφανεῖς· δειλοὶ γάρ εἰσι, καὶ πάνυ φοβοῦνται τὸ σημεῖον τοῦ Κυριακοῦ σταυροῦ· ἐπειδήπερ ἐν αὐτῷ τούτους ἀποδυσάμενος, παρεδειγμάτισεν ὁ Σωτήρ. Ἐὰν δὲ καὶ ἀναιδέστερον στήκωσιν, ἐξορχούμενοι καὶ ποικιλλόμενοι ταῖς φαντασίαις· μὴ δειλιάσητε, μηδὲ πτήξητε, μηδὲ ὡς καλοῖς αὐτοῖς προσέχητε· καὶ γὰρ τὴν τῶν ἀγαθῶν καὶ τῶν φαύλων παρουσίαν εὐχερὲς καὶ δυνατόν ἐστι διαγνῶναι, τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ καὶ πράως γίνεται οὕτως, ὡς εὐθὺς χαρὰν καὶ ἀγαλλίασιν καὶ θάρσος ἐγγίνεσθαι τῇ ψυχῇ· ἔστι γὰρ μετ᾽ αὐτῶν ὁ Κύριος, ὅς ἐστιν ἡμῶν μὲν χαρὰ, τοῦ δὲ Θεοῦ Πατρὸς ἡ δύναμις· οἵ τε λογισμοὶ αὐτῆς ἀτάραχοι καὶ ἀκύμαντοι διαμένουσιν· ὥστε καταυγαζομένην αὐτὴν ὑπ᾽ αὐτῆς, τοὺς φαινομένους θεωρεῖν. Καὶ γὰρ πόθος τῶν θείων καὶ τῶν μελλόντων αὐτῇ ἐπεισέρχεται, καὶ θελήσει πάντως συναφθῆναι τούτοις, εἰ ἀπήρχετο μετ᾽ αὐτῶν.

Ἐὰν δὲ καὶ, ὡς ἄνθρωποι, τινὲς φοβηθῶσι τὴν τῶν καλῶν ὀπτασίαν, ἀφαιροῦσιν οἱ φαινόμενοι τὸν φόβον παρ᾽ αὐτὰ τῇ ἀγάπῃ· ὡς ἐποίησε Γαβριὴλ τῷ Ζαχαρίᾳ, καὶ ὁ φανεὶς ἄγγελος ἐν τῷ θείῳ μνημείῳ ταῖς γυναιξὶ, καὶ ὁ τοῖς ποιμέσι λέγων ἐν τῷ Εὐαγγελίῳ· Μὴ φοβεῖσθε. Ἔστι γὰρ ὁ φόβος ἐκείνων οὐ κατὰ δειλίαν ψυχῆς, ἀλλὰ κατ᾽ ἐπίγνωσιν τῆς τῶν κρειττόνων παρουσίας. Τοιαύτη μὲν οὖν ἡ τῶν ἁγίων ὀπτασία.

Ἡ δὲ τῶν φαύλων ἐπιδρομὴ καὶ φαντασία τεταραγμένη, μετὰ κτύπου καὶ ἤχου καὶ κραυγῆς· οἵα ἂν γένοιτο νεωτέρων ἀπαιδεύτων καὶ λῃστῶν κίνησις. Ἐξ ὧν εὐθὺς γίνεται δειλία ψυχῆς, τάραχος καὶ ἀταξία λογισμῶν, κατήφεια, μῖσος πρὸς τοὺς ἀσκητὰς, ἀκηδία, λύπη, μνήμη τῶν οἰκείων, καὶ φόβος θανάτου· καὶ λοιπὸν ἐπιθυμία κακῶν, ὀλιγωρία πρὸς τὴν ἀρετὴν, καὶ τοῦ ἤθους ἀκαταστασία.

Ὅταν τοίνυν θεωρήσαντές τινα φοβηθῆτε, ἐὰν μὲν εὐθὺς ὁ φόβος ἀφαιρεθῇ, καὶ ἀντ᾽ ἐκείνου γένηται χαρὰ ἀνεκλάλητος, καὶ εὐθυμία, καὶ θάρσος, καὶ ἀνάκτησις, καὶ τῶν λογισμῶν ἀταραξία, καὶ τὰ ἄλλα ὅσα προεῖπον, ἀνδρία τε καὶ ἀγάπη εἰς τὸν Θεὸν, θαρσεῖτε καὶ εὔχεσθε· ἡ γὰρ χαρὰ καὶ ἡ κατάστασις τῆς ψυχῆς δείκνυσι τοῦ παρόντος τὴν ἁγιότητα.

Οὕτως Ἀβραὰμ ἰδὼν τὸν Κύριον ἠγαλλιάσατο· καὶ ὁ Ἰωάννης, γενομένης φωνῆς παρὰ τῆς Θεοτόκου Μαρίας, ἐσκίρτησεν ἐν ἀγαλλιάσει. Ἐὰν δὲ φανέντων τινῶν ταραχὴ γένηται, καὶ κτύπος ἔξωθεν, καὶ φαντασία κοσμικὴ, καὶ ἀπειλὴ θανάτου, καὶ ὅσα προεῖπον· γινώσκετε ὅτι φαύλων ἐστὶν ἡ ἔφοδος.

Καὶ γὰρ καὶ τοῦτο γνώρισμα ὑμῖν ἔστω· ὅτ᾽ ἂν τοίνυν ἐπιμένῃ δειλιῶσα ἡ ψυχὴ, παρουσία τῶν ἐχθρῶν ἐστιν. Οὐ γὰρ ἀφαιροῦνται τὴν δειλίαν τῶν τοιούτων οἱ δαίμονες, ὥσπερ πεποίηκεν ὁ μέγας ἀρχάγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τῷ Ζαχαρίᾳ, καὶ ὁ φανεὶς ἐν τῷ μνημείῳ ταῖς γυναιξίν· ἀλλὰ μᾶλλον ὅταν ἴδωσι δειλιῶντας, αὐξάνουσι τὰς φαντασίας, ἵνα μειζόνως αὐτοὺς καταπτήξωσι· καὶ λοιπὸν ἐπιβάντες, προσπαίζωσι λέγοντες· Πεσόντες προσκυνήσατε.

Τοὺς μὲν οὖν Ἕλληνας οὕτως ἠπάτησαν· οὕτως γὰρ ἐνομίσθησαν παρ᾽ αὐτοῖς ψευδώνυμοι θεοί· ἡμᾶς δὲ οὐκ ἀφῆκεν ὁ Κύριος ἀπατηθῆναι παρὰ τοῦ διαβόλου, ὁπηνίκα τὰς τοιαύτας αὐτῷ ποιοῦντι φαντασίας ἐπιτιμῶν εἴρηκεν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Μᾶλλον οὖν καὶ μᾶλλον ὁ πανοῦργος διὰ ταῦτα καταφρονείσθω παρ᾽ ἡμῶν· ὃ γὰρ εἴρηκεν ὁ Κύριος, τοῦτο ὑπὲρ ἡμῶν πεποίηκεν· ἵνα καὶ παρ᾽ ἡμῶν ἀκούοντες οἱ δαίμονες τὰς τοιαύτας φωνὰς ἀνατρέπωνται διὰ τὸν Κύριον, τὸν ἐν ταύταις αὐτοῖς ἐπιτιμήσαντα.

Οὐ δεῖ δὲ ἐπὶ τῷ δαίμονας ἐκβάλλειν καυχᾶσθαι, οὐδ᾽ ἐπὶ ταῖς θεραπείαις ἐπαίρεσθαι· οὐδὲ τὸν μὲν ἐκβάλλοντα δαιμόνια θαυμάζειν μόνον, τὸν δὲ μὴ ἐκβάλλοντα ἐξουθενεῖν· ἑκάστου δὲ τὴν ἄσκησιν καταμανθανέτω τις, καὶ ἢ μιμείσθω καὶ ζηλούτω, ἢ διορθούσθω. Τὸ γὰρ ποιεῖν σημεῖα οὐχ ἡμῶν· τοῦτο Σωτῆρος ἔργον ἐστί· τοῖς γοῦν μαθηταῖς ἔλεγε· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑποτάσσεται· ἀλλ᾽ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Τὸ μὲν γὰρ ἐν οὐρανῷ γεγράφθαι τὰ ὀνόματα, μαρτύριόν ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρετῇ, ἀλλ᾽ ἐν σημείοις καυχωμένοις, καὶ λέγουσι· Κύριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; ἀπεκρίνατο· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐ γὰρ γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀσεβῶν.

Καθόλου δὲ εὔχεσθαι δεῖ, καθὰ προεῖπον, λαμβάνειν χάρισμα διακρίσεως πνευμάτων· ἵνα, καθὼς γέγραπται, μὴ παντὶ πνεύματι πιστεύωμεν. Ἐβουλόμην μὲν οὖν σιωπῆσαι, καὶ μηδὲν ἐξ ἐμαυτοῦ λέγειν, ἀρκεῖσθαι δὲ μόνοις τούτοις· ἵνα δὲ μὴ νομίσητε ταῦτά με λέγειν ἁπλῶς, ἀλλ᾽ ἀπὸ πείρας καὶ ἀληθείας πιστεύσητε ταῦτά με διηγεῖσθαι· διὰ τοῦτο, κἂν ὡς ἄφρων γένωμαι, ἀλλ᾽ οἶδεν ὁ ἀκούων Κύριος τὸ τοῦ συνειδότος καθαρὸν, καὶ ὅτι οὐ δι᾽ ἐμαυτὸν, τῆς δὲ ὑμῶν ἀγάπης χάριν καὶ προτροπῆς, ἃ εἶδον τῶν δαιμόνων ἐπιτηδεύματα, ταῦτα πάλιν λέγω. Ποσάκις ἐμακάρισάν με, κἀγὼ κατηρασάμην αὐτοὺς ἐν ὀνόματι Κυρίου. Ποσάκις προειρήκασι περὶ τοῦ ποταμίου ὕδατος, κἀγὼ πρὸς αὐτοὺς ἔλεγον· Καὶ ὑμῖν τί περὶ τούτου μέλει; Ἦλθόν ποτε ἀπειλοῦντες, καὶ ἐκύκλωσάν με ὡς στρατιῶται μετὰ πανοπλίας. Καὶ ἄλλοτε ἵππων καὶ θηρίων καὶ ἑρπετῶν ἐπλήρωσαν τὸν οἶκον· κἀγὼ ἔψαλλον· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· καὶ ταῖς εὐχαῖς ἀνετράπησαν ἐκεῖνοι παρὰ τοῦ Κυρίου.

Ἦλθόν ποτε ἐν σκοτίᾳ, φωτὸς ἔχοντες φαντασίαν, καὶ ἔλεγον· Ἤλθομεν φᾶναί σοι, Ἀντώνιε· ἐγὼ δὲ, καμμύων τοὺς ὀφθαλμοὺς, ηὐχόμην, καὶ εὐθὺς ἐσβέσθη τὸ φῶς τῶν ἀσεβῶν. Καὶ μετὰ μῆνας ὀλίγους ἦλθον ὡς ψάλλοντες, καὶ λαλοῦντες ἀπὸ τῶν Γραφῶν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον. Ἔσεισάν ποτε τὸ μοναστήριον· ἐγὼ δὲ ηὐχόμην ἀκίνητος μένων τῷ φρονήματι. Καὶ μετὰ ταῦτα πάλιν ἐλθόντες ἐκρότουν, ἐσύριττον, ὠρχοῦντο. Ὡς δὲ ηὐχόμην, καὶ ἀνεκείμην ψάλλων κατ᾽ ἐμαυτόν· εὐθὺς ἤρξαντο θρηνεῖν καὶ κλαίειν, ὥσπερ ἐξατονήσαντες· ἐγὼ δὲ ἐδόξαζον τὸν Κύριον, τὸν καθελόντα καὶ παραδειγματίσαντα τὴν τόλμαν καὶ τὴν μανίαν αὐτῶν.

Ἐφάνη ποτὲ δαίμων ὑψηλὸς λίαν μετὰ φαντασίας, καὶ τετόλμηκεν εἰπεῖν· Ἐγώ εἰμι ἡ δύναμις τοῦ Θεοῦ· καὶ, Ἐγώ εἰμι ἡ πρόνοια· τί σοι θέλεις χαρίσωμαι; Ἐγὼ δὲ τότε μᾶλλον ἐνεφύσησα κατ᾽ αὐτοῦ, τὸν Χριστὸν ὀνομάσας, καὶ τύψαι τοῦτον ἐπεχείρησα· καὶ ἔδοξα τετυφέναι, καὶ εὐθὺς ὁ τηλικοῦτος σὺν πᾶσι τοῖς ἑαυτοῦ δαίμοσι ἠφανίσθη ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ. Ἦλθέ ποτε νηστεύοντός μου, καὶ ὡς μοναχὸς ὁ δόλιος, ἔχων ἄρτων φαντασίαν· καὶ συνεβούλευε λέγων· Φάγε, καὶ παῦσαι τῶν πολλῶν πόνων· ἄνθρωπος εἶ καὶ σὺ, καὶ μέλλεις ἀσθενεῖν.

Ἐγὼ δὲ, νοήσας αὐτοῦ τὴν μεθοδείαν, ἀνέστην εὔξασθαι. Κἀκεῖνος οὐκ ἤνεγκεν· ἐξέλιπε γὰρ, καὶ διὰ τῆς θύρας ὡς καπνὸς ἐξερχόμενος ἐφάνη. Ποσάκις ἐν τῇ ἐρήμῳ φαντασίαν ἔδειξε χρυσοῦ, ἵνα μόνον ἅψωμαι, καὶ βλέψω! ἐγὼ δὲ κατέψαλλον αὐτοῦ, κἀκεῖνος ἐτήκετο. Πολλάκις ἔκοπτόν με πληγαῖς, κἀγὼ ἔλεγον· Οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ μᾶλλον αὐτοὶ μετὰ ταῦτα κατέκοπτον ἀλλήλους.

Οὐκ ἐγὼ δὲ ἤμην ὁ παύων ἐκείνους καὶ καταργῶν· ἀλλ᾽ ὁ Κύριος ἦν, ὁ λέγων· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἐγὼ δὲ, τέκνα, μνημονεύων τοῦ ἀποστολικοῦ ῥητοῦ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν, ἵνα μάθητε μὴ ἐκκακεῖν ἐν τῇ ἀσκήσει, μηδὲ φοβεῖσθαι τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ τὰς φαντασίας.

Καὶ ἐπειδὴ γέγονα ἄφρων διηγούμενος, δέξασθε καὶ τοῦτο πρὸς ἀσφάλειαν καὶ ἀφοβίαν· καὶ πιστεύσατέ μοι· οὐ ψεύδομαι γάρ. Ἔκρουσέ ποτέ τις ἐν τῷ μοναστηρίῳ τὴν ἐμὴν θύραν· καὶ ἐξελθὼν, εἶδόν τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον. Εἶτα πυθομένου μου· Σὺ τίς εἶ; ἔφη· Ἐγώ εἰμι ὁ Σατανᾶς.

Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται καθ᾽ ὥραν; Ἐμοῦ δὲ εἰπόντος· Τί γὰρ αὐτοῖς ἐνοχλεῖς; ἔφη· Οὐκ εἰμὶ ἐγὼ ὁ ἐνοχλῶν αὐτοῖς, ἀλλ᾽ αὐτοὶ ταράττουσιν ἑαυτούς· ἐγὼ γὰρ ἀσθενὴς γέγονα.

Οὐκ ἀνέγνωσαν, ὅτι Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες; οὐκ ἔτι τόπον ἔχω, οὐ βέλος, οὐ πόλιν. Πανταχοῦ Χριστιανοὶ γεγόνασι· λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν. Ἑαυτοὺς τηρείτωσαν, καὶ μὴ μάτην με καταράσθωσαν.

Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν, εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν, καὶ μηδέποτε λέγων ἀλήθειαν, ὅμως τοῦτο νῦν, καὶ μὴ θέλων, εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς, ἐλθὼν, ἀσθενῆ σε πεποίηκε, καὶ καταβαλὼν ἐγύμνωσεν. Ἐκεῖνος, ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα, καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν, ἀφανὴς γέγονεν.

Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι, ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ. Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δὲ, μαθόντες αὐτῶν τὴν ἀσθένειαν, καταφρονεῖν αὐτῶν δυνάμεθα. Τοῦτον οὖν τὸν τρόπον μὴ προκαταπίπτωμεν τῇ διανοίᾳ, μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας, μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φόβους, λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με· μὴ ἄρα βαστάξας καταβάλῃ, ἢ ἐξαίφνης ἐπιστὰς ἐκταράξῃ. Μηδ᾽ ὅλως ἐνθυμώμεθα τοιαῦτα, μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ, ὡς σωζόμενοι· καὶ λογιζώμεθα τῇ ψυχῇ, ὅτι Κύριος μεθ᾽ ἡμῶν ἐστιν, ὁ τροπώσας καὶ καταργήσας αὐτούς. Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεὶ, ὅτι, ὄντος τοῦ Κυρίου μεθ᾽ ἡμῶν, οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν. Ἐλθόντες γὰρ, ὁποίους ἂν εὕρωσιν ἡμᾶς, τοιοῦτοι καὶ αὐτοὶ γίνονται πρὸς ἡμᾶς, καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν ἐννοίας, οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν.

Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους, εὐθὺς αὐτοὶ, ὡς λῃσταὶ, τὸν τόπον ἀφύλακτον εὑρόντες, ἐπιβαίνουσι· καὶ ὅπερ ἀφ᾽ ἑαυτῶν λογιζόμεθα, τοῦτο μετὰ προσθήκης ποιοῦσιν. Ἐὰν γὰρ βλέπωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας, μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς, καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολάζεται ψυχή· ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυρίῳ, καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν, καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου, καὶ διαλογιζομένους, ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ, καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ Χριστιανοῦ, οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος· βλέποντες ἠσφαλισμένην τὴν ψυχὴν τοῖς τοιούτοις λογισμοῖς, ἀποστρέφονται κατῃσχυμμένοι. Οὕτως τὸν μὲν Ἰὼβ ἰδὼν ὁ ἐχθρὸς περιπεφραγμένον, ἀνεχώρησεν ἀπ᾽ αὐτοῦ· τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρὼν, ᾐχμαλώτισεν.

Ὥστε, εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ, λογιζώμεθα ἀεὶ τὰ τοῦ Κυρίου, καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ τῇ ἐλπίδι· καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια, καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας. Εἰσὶ γὰρ λίαν αὐτοὶ, καθὰ προεῖπον, δειλοὶ, προσδοκῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ.

Καὶ τοῦτο δὲ πρὸς ἀφοβίαν κατ᾽ ἐκείνων ἔχετε παρ᾽ ἑαυτοῖς τὸ τεκμήριον· Ὅταν τις φαντασία γένηται, μὴ προκατάπιπτε ἐν δειλίᾳ, ἀλλ᾽ ὁποία ἂν ᾖ, θαῤῥῶν ἐρώτα πρῶτον· Τίς εἶ σὺ, καὶ πόθεν; Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία, πληροφοροῦσί σε, καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν· ἐὰν δὲ διαβολική τις ᾖ, εὐθὺς ἐξασθενεῖ, βλέπουσα ἐῤῥωμένην τὴν διάνοιαν· ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως πυνθάνεσθαι· Τίς εἶ, καὶ πόθεν; Οὕτως ὁ μὲν τοῦ Ναυῆ, ἐρωτήσας, ἔμαθεν· ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν Δανιήλ.