Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Νεανικά έτη, απάρνηση του κόσμου και έναρξη της ασκήσεως

Η καταγωγή του Αντωνίου, η αποταγή της περιουσίας του και οι πρώτες ασκητικές του προσπάθειες με την καθοδήγηση παλαιότερων αναχωρητών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 10

Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γονεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προέκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμμένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσέχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει.

Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ, ἢ καὶ εἴκοσι γεγονὼς, αὐτός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν. Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐτοῦ, καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ Κυριακὸν, καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν, ἐλογίζετο περιπατῶν, πῶς οἱ μὲν ἀπόστολοι πάντα καταλιπόντες ἠκολούθησαν τῷ Σωτῆρι· οἱ δὲ ἐν ταῖς Πράξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς ἀπόκειται. Ταῦτα δὴ ἐνθυμούμενος, εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγινώσκεσθαι, καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλουσίῳ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησον πάντα τὰ ὑπάρχοντά σοι, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.

Ὁ δὲ Ἀντώνιος, ὥσπερ θεόθεν ἐσχηκὼς τὴν τῶν ἁγίων μνήμην, καὶ ὡς δι᾽ αὐτὸν γενομένου τοῦ ἀναγνώσματος, ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυριακοῦ, τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ), ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης, ἵνα εἰς μηδ᾽ ὁτιοῦν ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ. Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητὰ, πάντα πωλήσας, καὶ συναγαγὼν ἀργύριον ἱκανὸν, δέδωκε τοῖς πτωχοῖς, τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν.

Ὡς δὲ, πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν, ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος, Μὴ μεριμνήσητε περὶ τῆς αὔριον, οὐκ ἀνασχόμενος ἔτι μένειν, ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις. Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρθένοις, δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφεσθαι, αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκήσει, προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων.

Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μοναστήρια, οὐδ᾽ ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον, ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μακρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο. Ἦν τοίνυν ἐν τῇ πλησίον κώμῃ τότε γέρων, ἐκ νεότητος τὸν μονήρη βίον ἀσκήσας· τοῦτον ἰδὼν Ἀντώνιος, ἐζήλωσεν ἐν καλῷ· καὶ πρῶτον μὲν ἤρξατο καὶ αὐτὸς μένειν ἐν τοῖς πρὸ τῆς κώμης τόποις. Κἀκεῖθεν εἴ που τινὰ σπουδαῖον ἤκουεν, προερχόμενος ἐζήτει τοῦτον ὡς ἡ σοφὴ μέλισσα· καὶ οὐ πρότερον εἰς τὸν ἴδιον τόπον ἀνέκαμπτεν, εἰ μὴ τοῦτον ἑωράκει, καὶ ὥσπερ ἐφόδιόν τι τῆς εἰς ἀρετὴν ὁδοῦ παρ᾽ αὐτοῦ λαβὼν, ἐπανῄει. Ἐκεῖ τοίνυν τὰς ἀρχὰς διατρίβων, τὴν διάνοιαν ἐστάθμιζεν, ὅπως πρὸς μὲν τὰ τῶν γονέων μὴ ἐπιστρέφηται, μηδὲ τῶν συγγενῶν μνημονεύῃ· ὅλον δὲ τὸν πόθον καὶ πᾶσαν τὴν σπουδὴν ἔχῃ περὶ τὸν τόνον τῆς ἀσκήσεως. Εἰργάζετο γοῦν ταῖς χερσὶν, ἀκούσας· Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ τὸ μὲν εἰς τὸν ἄρτον, τὸ δὲ εἰς τοὺς δεομένους ἀνήλισκε.

Προσηύχετο δὲ συνεχῶς, μαθὼν, ὅτι δεῖ κατ᾽ ἰδίαν προσεύχεσθαι ἀδιαλείπτως. Καὶ γὰρ προσεῖχεν οὕτως τῇ ἀναγνώσει, ὡς μηδὲν τῶν γεγραμμένων ἀπ᾽ αὐτοῦ πίπτειν χαμαὶ, πάντα δὲ κατέχειν, καὶ λοιπὸν αὐτῷ τὴν μνήμην ἀντὶ βιβλίων γίνεσθαι.

Οὕτω μὲν οὖν ἑαυτὸν ἄγων, ἠγαπᾶτο παρὰ πάντων ὁ Ἀντώνιος· αὐτὸς δὲ τοῖς σπουδαίοις, πρὸς οὓς ἀπήρχετο, γνησίως ὑπετάσσετο, καὶ καθ᾽ ἑαυτὸν ἑκάστου τὸ πλεονέκτημα τῆς σπουδῆς καὶ τῆς ἀσκήσεως κατεμάνθανε· καὶ τοῦ μὲν τὸ χαρίεν, τοῦ δὲ τὸ πρὸς τὰς εὐχὰς σύντονον ἐθεώρει· καὶ ἄλλου μὲν τὸ ἀόργητον, ἄλλου δὲ τὸ φιλάνθρωπον κατενόει· καὶ τῷ μὲν ἀγρυπνοῦντι, τῷ δὲ φιλολογοῦντι προσεῖχε· καὶ τὸν μὲν ἐν καρτερίᾳ, τὸν δὲ ἐν νηστείαις καὶ χαμευνίαις ἐθαύμαζε· καὶ τοῦ μὲν τὴν πραότητα, τοῦ δὲ τὴν μακροθυμίαν παρετηρεῖτο· πάντων δὲ ὁμοῦ τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμένος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ᾽ ἑκάστου συνάγων εἰς ἑαυτὸν, καὶ σπουδάζων ἐν ἑαυτῷ τὰ πάντων δεικνύναι· καὶ γὰρ πρὸς τοὺς καθ᾽ ἡλικίαν ἴσους οὐκ ἦν φιλόνεικος, ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς βελτίοσι φαίνηται· καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ᾽ αὐτῷ χαίρειν. Πάντες μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι, πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες, ἐκάλουν θεοφιλῆ· καὶ οἱ μὲν ὡς υἱὸν, οἱ δὲ ὡς ἀδελφὸν ἠσπάζοντο.