Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελθεῖν πρὸς αὐτοὺς, καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐτούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασι· κάμηλος δὲ ἐβάσταζε αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ. Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα, καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ καὶ τὸ μοναστήριόν ἐστιν αὐτοῦ. Λείψαντος τοίνυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ, καὶ καύματος ὄντος σφοδροτάτου, πάντες ἔμελλον κινδυνεύειν. Περιελθόντες γὰρ τοὺς τόπους, καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περιπατεῖν ἐδύναντο λοιπὸν, ἀλλὰ κατέκειντο χαμαὶ, τήν τε κάμηλον ἀφῆκαν ἀπελθεῖν, ἀπογνόντες ἑαυτῶν. Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπηθεὶς καὶ στενάξας, ὀλίγον ἀπ᾽ αὐτῶν ἀπελθὼν, καὶ κλίνας τὰ γόνατα, καὶ τὰς χεῖρας ἐκτείνας, προσηύχετο· καὶ εὐθὺς ἐποίησεν ὁ Κύριος ὕδωρ ἐξελθεῖν, ἔνθα προσευχόμενος εἱστήκει· καὶ οὕτως πιόντες οἱ πάντες, ἀνέπνευσαν· καὶ τοὺς ἀσκοὺς πλήσαντες, ἐζήτησαν τὴν κάμηλον, καὶ εὗρον· συνέβη γὰρ τὸ σχοινίον εἴς τινα λίθον περιειληθῆναι, καὶ οὕτω κατασχεθῆναι.