Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Προοίμιο, καταγωγή και έναρξη της ασκητικής ζωής

Εισαγωγή στους σκοπούς της συγγραφής του βίου, πληροφορίες για την καταγωγή και την ανταπόκριση του Αντωνίου στο ευαγγελικό κάλεσμα, καθώς και τα πρώτα στάδια της ασκητικής του πολιτείας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΗΙ ΞΕΝΗΙ ΜΟΝΑΧΟΥΣ ΠΕΡΙ ΤΟΥ ΒΙΟΥ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ ΠΡΟΟΙΜΙΟΝ 1. Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς ἤτοι παρισωθῆναι ἢ καὶ ὑπερβαλέσθαι τούτους προελόμενοι τῇ κατ’ ἀρετὴν ὑμῶν ἀσκήσει. Καὶ γὰρ καὶ παρ’ ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε καὶ εὐχομένων ὑμῶν ὁ θεὸς τελειώσειεν. 2. Ἐπειδὴ δὲ ἀπῃτήσατε καὶ παρ’ ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου Ἀντωνίου, μαθεῖν θέλοντες πῶς τε ἤρξατο τῆς ἀσκήσεως καὶ τίς ἦν πρὸ ταύτης καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγόμενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε, μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ’ ὑμῶν ἐπίταγμα. 3. Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν.

Οἶδα δέ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄνθρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν. Ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ Ἀντωνίου βίος. Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστεῖτε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ’ αὐτῶν νομίζετε. Πάντως γὰρ κἀκεῖνοι τοσαῦτα μόλις διηγήσαντο, 4. ἐπεὶ κἀγώ, προτραπεὶς παρ’ ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς σημάνω, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστέλλω.

Ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρωτᾶν. Ἴσως γάρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόλις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις. Ἐβουλόμην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολήν, μεταπέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνότερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι. Τάχα τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω. 5. Ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωίμων συνέκλειε καὶ ὁ γραμματηφόρος ἔσπευδεν, διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα) καὶ ἃ μαθεῖν ἠδυνήθην παρὰ τοῦ ἀκολουθήσαντος αὐτῷ χρόνον οὐκ ὀλίγον καὶ ἐπιχέαντος ὕδωρ κατὰ χειρὸς αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα, πανταχοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκούσας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθών, καταφρονήσῃ τοῦ ἀνδρός. 1. Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων. Χριστιανῶν δὲ αὐτῶν ὄντων χριστιανικῶς ἀνήγετο καὶ αὐτός. 2. Καὶ παιδίον μὲν ὢν ἐτρέφετο παρὰ τοῖς γονεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώσκων. Ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς καὶ προέκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συνηθείας. 3. Τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμμένον, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων ἐν τῷ κυριακῷ.

Καὶ οὔτε ὡς παῖς ἐρρᾳθύμει οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει, ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο καὶ τοῖς ἀναγνώσμασι προσέχων τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. 4. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει. Μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο καὶ πλέον οὐδὲν ἐζήτει. 1. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ ἢ καὶ εἴκοσι γεγονώς, αὐτός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν. 2. Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων, καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ κυριακόν, καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν, ἐλογίζετο περὶ πάντων, πῶς οἱ μὲν ἀπόστολοι πάντα καταλιπόντες ἠκολούθησαν τῷ Σωτῆρι, οἱ δὲ ἐν ταῖς Πράξεσι «πωλοῦντες» τὰ ἑαυτῶν «ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων» εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς ἀπόκειται. 3. Ταῦτα δὴ ἐνθυμούμενος εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ συνέβη τότε τὸ εὐαγγέλιον ἀναγινώσκεσθαι καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλουσίῳ· «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησον πάντα τὰ ὑπάρχοντά σου, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.» 4.

Ὁ δὲ Ἀντώνιος, ὥσπερ θεόθεν ἐσχηκὼς τὴν τῶν ἁγίων μνήμην καὶ ὡς δι’ αὐτὸν γενομένου τοῦ ἀναγνώσματος, ἐξελθὼν εὐθὺς ἐκ τοῦ κυριακοῦ τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαί), ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης, ἵνα εἰς μηδ’ ὁτιοῦν ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ. 5. Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητά, πάντα πωλήσας καὶ συναγαγὼν ἱκανὸν ἀργύριον, διέδωκε τοῖς πτωχοῖς, τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν. 1. Ὡς δέ, πάλιν εἰσελθὼν εἰς τὸ κυριακόν, ἤκουσεν ἐν τῷ εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος· «Μὴ μεριμνήσητε περὶ τῆς αὔριον», οὐκ ἀνασχόμενος ἔτι μένειν, ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις. Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρθένοις δούς τε αὐτὴν εἰς παρθενίαν ἀνατρέφεσθαι, αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκήσει, προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων. 2. Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μοναστήρια οὐδ’ ὅλως ἤδει μοναχὸς τὴν μακρὰν ἔρημον. Ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μακρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο. 3. Ἦν τοίνυν ἐν τῇ πλησίον κώμῃ τότε γέρων, ἐκ νεότητος τὸν μονήρη βίον ἀσκήσας· τοῦτον ἰδὼν Ἀντώνιος ἐζήλωσεν ἐν καλῷ. 4. Καὶ πρῶτον μὲν ἤρξατο καὶ αὐτὸς μένειν ἐν τοῖς πρὸ τῆς κώμης τόποις.

Κἀκεῖθεν εἴ πού τινα σπουδαῖον ἤκουεν, προερχόμενος ἐζήτει τοῦτον ὡς ἡ σοφὴ μέλισσα. Καὶ οὐ πρότερον εἰς τὸν ἴδιον τόπον ἀνέκαμπτεν, εἰ μὴ τοῦτον ἑωράκει καὶ ὥσπερ ἐφόδιον τῆς εἰς ἀρετὴν ὁδοῦ παρ’ αὐτοῦ λαβὼν ἦν. 5. Ἐκεῖ τοίνυν τὰς ἀρχὰς διατρίβων, τὴν διάνοιαν ἐστάθμιζεν, ὅπως πρὸς μὲν τὰ τῶν γονέων μὴ ἐπιστρέφηται μηδὲ τῶν συγγενῶν μνημονεύῃ· ὅλον δὲ τὸν πόθον καὶ πᾶσαν τὴν σπουδὴν ἔχῃ περὶ τὸν τόνον τῆς ἀσκήσεως. 6. Εἰργάζετο γοῦν ταῖς χερσίν, ἀκούσας· «Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω.» Καὶ τὸ μὲν εἰς τὸν ἄρτον, τὸ δὲ τοῖς δεομένοις ἀνήλισκεν. Προσηύχετο δὲ συνεχῶς, μαθών, ὅτι δεῖ κατ’ ἰδίαν προσεύχεσθαι ἀδιαλείπτως. 7. Καὶ γὰρ προσεῖχεν οὕτω τῇ ἀναγνώσει, ὡς μηδὲν τῶν γεγραμμένων ἀπ’ αὐτοῦ πίπτειν χαμαί, πάντα δὲ κατέχειν καὶ λοιπὸν αὐτῷ τὴν μνήμην ἀντὶ βιβλίων γίνεσθαι. 1. Οὕτω μὲν οὖν ἑαυτὸν ἄγων ἠγαπᾶτο παρὰ πάντων ὁ Ἀντώνιος. Αὐτὸς δὲ τοῖς σπουδαίοις πρὸς οὓς ἀπήρχετο, γνησίως ὑπετάσσετο καὶ καθ’ ἑαυτὸν ἑκάστου τὸ πλεονέκτημα τῆς σπουδῆς καὶ τῆς ἀσκήσεως κατεμάνθανεν.