Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Θαυματουργικές ιάσεις, διορατικό χάρισμα και οπτασίες

Η ανάπτυξη της νήψης, οι πολυάριθμες θεραπείες και η εκδήλωση της διόρασης. Οπτασίες σχετικά με την πορεία της ψυχής μετά θάνατον και η εσωτερική ειρήνη του Αντωνίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

Τότε λοιπὸν πολλοὶ πρὸς αὐτὸν εἰσήρχοντο, καὶ ἄλλοι πάσχοντες ἐτόλμησαν εἰσελθεῖν. 2. Πρὸς μὲν οὖν πάντας τοὺς εἰσερχομένους πρὸς αὐτὸν μοναχοὺς τοῦτο συνεχῶς εἶχε τὸ παράγγελμα, πιστεύειν εἰς τὸν Κύριον καὶ ἀγαπᾶν αὐτόν, φυλάττειν τε ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν καὶ σαρκικῶν ἡδονῶν καί, ὡς ἐν ταῖς Παροιμίαις γέγραπται, «μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας.» 3. Φεύγειν τε κενοδοξίαν καὶ εὔχεσθαι συνεχῶς, ψάλλειν τε πρὸ ὕπνου καὶ μεθ’ ὕπνον καὶ ἀποστηθίζειν τὰ ἐν ταῖς γραφαῖς παραγγέλματα, καὶ μνημονεύειν τῶν πράξεων τῶν ἁγίων πρὸς τὸ τῷ ζήλῳ τούτων ῥυθμίζεσθαι τὴν ψυχὴν ὑπομιμνησκομένην ἐκ τῶν ἐντολῶν. 4. Μάλιστα δὲ συνεβούλευε τὸ τοῦ ἀποστόλου ῥητὸν συνεχῶς μελετᾶν· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν», 5. καὶ τοῦτο κοινῶς περὶ πάσης ἐντολῆς εἰρῆσθαι νομίζειν, ἵνα μὴ ἐπὶ μόνῳ παροργισμῷ, ἀλλὰ μηδὲ ἐπὶ ἄλλῃ ἁμαρτίᾳ ἡμῶν ὁ ἥλιος ἐπιδύνῃ. Καλὸν γὰρ καὶ ἀναγκαῖον, μήτε τὸν ἥλιον περὶ ἡμερινῆς κακίας, μήτε τὴν σελήνην περὶ νυκτερινῆς ἁμαρτίας ἢ ὅλως ἐνθυμήσεως, καταγινώσκειν ἡμῶν. 6. Ἵν’ οὖν τοῦτο ἡμῖν περισῴζηται, καλὸν ἀκοῦσαι τοῦ ἀποστόλου καὶ φυλάξαι. Φησὶ γάρ· «Ἑαυτοὺς ἀνακρίνετε, ἑαυτοὺς δοκιμάζετε.» 7. Καθ’ ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυκτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ’ ἑαυτῷ λαμβανέτω.

Καί, εἰ μὲν ἥμαρτεν, παυέσθω· εἰ δὲ μὴ ἥμαρτεν, μὴ καυχάσθω, ἀλλ’ ἐπιμενέτω τῷ καλῷ καὶ μὴ ἀμελείτω μηδὲ κατακρινέτω τὸν πλησίον μηδὲ δικαιούτω ἑαυτόν, ὡς εἶπεν ὁ μακάριος ἀπόστολος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευνῶν. 8. Πολλάκις γὰρ καὶ ἑαυτούς, ἐν οἷς πράττομεν, λανθάνομεν. Καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα. Αὐτῷ οὖν τὸ κρῖμα διδόντες ἀλλήλοις συμπάσχωμεν καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦμεν, ἀναπληροῦν σπουδάζωμεν. 9. Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις. Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν. 10. Καὶ θαρρεῖτε ὅτι, πάντως αἰσχυνόμενοι γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον. 11. Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι; Τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων; Ὥσπερ οὖν βλέποντες ἀλλήλους οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλλήλοις τοὺς λογισμοὺς γράφωμεν, πολὺ τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνωσθῆναι. 12. Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν, ἵνα, ἐρυθριῶντες γράψαι ὡς τὸ βλέπεσθαι, μηδ’ ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα· 13.

οὕτω δὲ τυποῦντες ἑαυτούς, δυνησόμεθα δουλαγωγεῖν τὸ σῶμα καὶ ἀρέσκειν μὲν τῷ Κυρίῳ, πατεῖν δὲ τὰς τοῦ ἐχθροῦ μεθοδείας. 1. Ταῦτα μὲν τοῖς ἀπαντῶσι παρήγγελλεν. Τοῖς δὲ πάσχουσι συνέπασχε καὶ συνηύχετο. Πολλάκις τε ἐν πολλοῖς ἐπήκουεν ὁ Κύριος αὐτοῦ. Καὶ οὔτε ἐπακουόμενος ἐκαυχᾶτο οὔτε μὴ ἐπακουόμενος ἐγόγγυζεν, ἀλλ’ ἀεὶ μὲν αὐτὸς ηὐχαρίστει τῷ Κυρίῳ, τοὺς δὲ πάσχοντας παρεκάλει μακροθυμεῖν καὶ εἰδέναι, ὅτι οὔτε αὐτοῦ οὔθ’ ὅλως ἀνθρώπων ἐστὶν ἡ θεραπεία, ἀλλὰ μόνου τοῦ θεοῦ τοῦ ποιοῦντος, ὅτε θέλει, καὶ οἷς βούλεται. 2. Οἱ οὖν πάσχοντες ὡς θεραπείαν ἐδέχοντο καὶ τοὺς λόγους τοῦ γέροντος, μανθάνοντες καὶ αὐτοὶ μὴ ὀλιγωρεῖν, μακροθυμεῖν δὲ μᾶλλον. Καὶ οἱ θεραπευόμενοι δὲ ἐδιδάσκοντο μὴ Ἀντωνίῳ εὐχαριστεῖν, ἀλλὰ μόνῳ τῷ Κυρίῳ. 1. Εἷς γοῦν Φρόντων καλούμενος, ἀπὸ παλατίου τυγχάνων καὶ πάθος ἔχων δεινόν (τήν τε γὰρ γλῶτταν ἑαυτοῦ κατήσθιε καὶ τοὺς ὀφθαλμοὺς ἔμελλε βλάπτεσθαι), εἰσελθὼν εἰς τὸ ὄρος, ἠξίου τὸν Ἀντώνιον εὔξασθαι περὶ αὐτοῦ. 2. Ὁ δὲ εὐξάμενος ἔλεγε τῷ Φρόντωνι·

Ἄπελθε, καὶ θεραπεύει. Τοῦ δὲ βιασαμένου καὶ μείναντος ἔνδον ἡμερῶν, ἐπέμενε λέγων ὁ Ἀντώνιος· Οὐ δυνήσει μένων ὧδε θεραπευθῆναι. Ἔξελθε καὶ φθάσας εἰς τὴν Αἴγυπτον, ὄψει τὸ γινόμενον εἰς σὲ σημεῖον. 3. Πιστεύσας ἐκεῖνος ἐξῆλθεν· καὶ μόνον εἶδε τὴν Αἴγυπτον, ἐπέπαυτο τὸ πάθος καὶ γέγονεν ὑγιὴς ὁ ἄνθρωπος κατὰ τὸν λόγον Ἀντωνίου, ὃν εὐξάμενος ἔμαθε παρὰ τοῦ Σωτῆρος. 1. Παρθένος δέ τις ἀπὸ Βουσίρεως τῆς Τριπόλεως πάθος εἶχε δεινὸν καὶ λίαν οἰκτρόν. Τά τε γὰρ δάκρυα αὐτῆς καὶ αἱ μύξαι καὶ τὰ ἐκ τῶν ὤτων ὑγρὰ πίπτοντα χαμαί, σκώληκες εὐθὺς ἐγίνοντο. Ἦν δὲ καὶ τὸ σῶμα παραλελυμένη καὶ τοὺς ὀφθαλμοὺς εἶχεν οὐ κατὰ φύσιν. 2. Ταύτης οἱ γονεῖς μαθόντες ἀπερχομένους πρὸς Ἀντώνιον μοναχούς, πιστεύσαντες τῷ Κυρίῳ τῷ τὴν αἱμορροοῦσαν θεραπεύσαντι, ἠξίωσαν μετὰ τῆς θυγατρὸς συνοδεῦσαι τούτοις. 3. Τῶν δὲ ἀνασχομένων, οἱ μὲν γονεῖς μετὰ τῆς παιδὸς ἔμειναν ἔξω τοῦ ὄρους παρὰ Παφνουτίῳ τῷ ὁμολογητῇ καὶ μοναχῷ. Οἱ δὲ εἰσῆλθον καὶ μόνον ὡς ἠθέλησαν ἀπαγγεῖλαι περὶ τῆς παρθένου, ἔφθασεν αὐτοὺς αὐτὸς καὶ διηγήσατο τό τε πάθος τῆς παιδὸς καὶ πῶς συνώδευσεν αὐτοῖς. 4. Εἶτα τούτων ἀξιούντων ἐπιτραπῆναι κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτήν, εἰ μὴ ἀπέθανεν, τεθεραπευμένην.

Οὐ γὰρ ἐμόν ἐστι τοῦτο κατόρθωμα, ἵνα καὶ πρὸς ἐμὲ τὸν οἰκτρὸν ἄνθρωπον ἔλθῃ· ἀλλὰ τοῦ Σωτῆρός ἐστιν ἡ θεραπεία, τοῦ ποιοῦντος ἐν παντὶ τόπῳ τὸ ἔλεος αὐτοῦ τοῖς ἐπικαλουμένοις αὐτόν. 5. Κἀκείνῃ τοίνυν ὁ Κύριος ἐπένευσεν εὐξαμένῃ, κἀμοὶ δεδήλωκεν ἡ αὐτοῦ φιλανθρωπία, ὅτι τὸ πάθος ἐκεῖ τῆς παιδὸς θεραπεύσει. Γέγονε γοῦν τὸ θαῦμα, καὶ ἐξελθόντες εὗρον τοὺς γονεῖς χαίροντας καὶ τὴν παῖδα λοιπὸν ὑγιαίνουσαν. 1. Εἰσερχομένων δὲ δύο τινων ἀδελφῶν καὶ λείψαντος ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανεν, ὁ δὲ ἕτερος ἔμελλεν. Μηκέτι οὖν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν. 2. Ὁ δὲ Ἀντώνιος καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο μοναχούς (συνέβη γὰρ ἐκεῖ τούτους εἶναι), ἤπειγε, λέγων· Λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ’ Αἴγυπτον ὁδόν. 3. Δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν, ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε. Τοῦτο γὰρ εὐχομένῳ μοι νῦν πεφανέρωται. 4. Ἐλθόντες τοίνυν οἱ μοναχοὶ εὗρον τὸν μὲν κείμενον νεκρὸν καὶ ἔθαψαν, τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ ὕδατι καὶ ἀπήγαγον πρὸς τὸν γέροντα· ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός. 5. Ἐὰν δέ τις ζητήσῃ, διὰ τί μὴ καὶ πρὸ τοῦ τελευτῆσαι τὸν ἄλλον οὐκ εἴρηκεν, οὐκ ὀρθῶς ζητεῖ τοῦτο λέγων.

Οὐ γὰρ ἦν Ἀντωνίου τὸ τοῦ θανάτου κρῖμα, ἀλλὰ τοῦ θεοῦ, τοῦ καὶ περὶ ἐκείνου κρίναντος καὶ περὶ τούτου δείξαντος καὶ ἀποκαλύψαντος. 6. Μόνον δὲ Ἀντωνίου τοῦτο θαῦμα ἦν ὅτι ἐν τῷ ὄρει καθήμενος εἶχε τὴν μὲν καρδίαν νήφουσαν, τὸν δὲ Κύριον δεικνύοντα αὐτῷ τὰ μακράν. 1. Καὶ γάρ ποτε πάλιν, καθήμενος ἐν τῷ ὄρει καὶ ἀναβλέψας, εἶδεν ἐν τῷ ἀέρι ἀναγόμενόν τινα, πολλήν τε τῶν ἀπαντώντων γινομένην τὴν χαράν. Εἶτα θαυμάζων καὶ μακαρίζων τὸν τοιοῦτον χορόν, ηὔχετο μαθεῖν, τί ἂν εἴη τοῦτο. 2. Καὶ εὐθὺς ἦλθεν αὐτῷ φωνή, ταύτην εἶναι τοῦ Ἀμοῦν τὴν ψυχήν, τοῦ ἐν τῇ Νιτρίᾳ μοναχοῦ.

Ἦν δὲ οὗτος ἕως γήρους ἀσκητὴς διαμείνας. 3. Καὶ τὸ διάστημα δὲ τὸ ἀπὸ Νιτρίας ἕως τοῦ ὄρους, ἔνθα ἦν ὁ Ἀντώνιος, ἡμερῶν ἐστι δεκατριῶν. Οἱ τοίνυν ὄντες μετὰ Ἀντωνίου, βλέποντες τὸν γέροντα θαυμάζοντα, ἠξίωσαν μαθεῖν· καὶ ἤκουσαν ὅτι ἄρτι τετελεύτηκεν ὁ Ἀμοῦν. 4. Ἦν γὰρ γνώριμος διὰ τὸ πυκνότερον αὐτὸν ἐκεῖ παραγίνεσθαι, καὶ πολλὰ καὶ δι’ αὐτοῦ σημεῖα γεγενῆσθαι· ἐξ ὧν ἕν ἐστι τοῦτο. 5. Ποτὲ χρείας γενομένης παρελθεῖν αὐτὸν τὸν ποταμὸν τὸν λεγόμενον Λύκον (ἦν δὲ τότε πλημύρα τῶν ὑδάτων), ἠξίωσε τὸν σὺν αὐτῷ Θεόδωρον μακρὰν ἀπ’ αὐτοῦ γενέσθαι, ἵνα μὴ ἀλλήλους ἴδωσι γυμνοὺς ἐν τῷ διανήχεσθαι τὸ ὕδωρ. 6. Εἶτα ἀπελθόντος τοῦ Θεοδώρου ᾐσχύνετο πάλιν καὶ ἑαυτὸν γυμνὸν ἰδεῖν. Ὡς τοίνυν ᾐσχύνετο καὶ ἐφρόντιζεν, ἐξαίφνης ἀπηνέχθη εἰς τὸ πέραν. 7. Ὁ οὖν Θεόδωρος, ἀνὴρ καὶ αὐτὸς εὐλαβής, ἐγγίσας καὶ ἑωρακὼς αὐτὸν προλαβόντα καὶ μηδ’ ὅλως ὕδατι βραχέντα, ἠξίου μαθεῖν τὸν τρόπον τοῦ περάματος. 8. Ὡς δὲ ἑώρα μὴ θέλοντα εἰπεῖν αὐτόν, διισχυρίζετο κατέχων αὐτοῦ τοὺς πόδας, μὴ πρότερον ἐξαφεῖναι, πρὶν ἂν μάθῃ παρ’ αὐτοῦ. 9. Βλέπων τοιγαροῦν ὁ Ἀμοῦν τὸ φιλόνεικον τοῦ Θεοδώρου, μάλιστα καὶ διὰ τὸν λόγον, ὃν εἶπεν, ἀπῄτησε καὶ αὐτὸς μηδενὶ λέγειν αὐτὸν ἕως θανάτου αὐτοῦ.

Καὶ οὕτως ἀπήγγειλε βεβαστάχθαι καὶ τεθεῖσθαι αὐτὸν εἰς τὸ πέραν, μήτε δὲ περιπεπατηκέναι ἐπὶ τὸ ὕδωρ μήθ’ ὅλως εἶναι τοῦτο δυνατὸν ἀνθρώποις, εἰ μὴ μόνῳ τῷ Κυρίῳ, καὶ οἷς ἂν αὐτὸς ἐπιτρέψῃ, ὡς τῷ μεγάλῳ ἀποστόλῳ Πέτρῳ πεποίηκεν. 10. Ὁ μὲν οὖν Θεόδωρος μετὰ θάνατον τοῦ Ἀμοῦν διηγήσατο τοῦτο· οἱ δὲ μοναχοί, οἷς εἶπεν ὁ Ἀντώνιος περὶ τοῦ θανάτου τοῦ Ἀμοῦν, ἐσημειώσαντο τὴν ἡμέραν. Καὶ ἀνελθόντων τῶν ἀδελφῶν ἀπὸ τῆς Νιτρίας μετὰ τριάκοντα ἡμέρας, ἐπύθοντο, καὶ ἔγνωσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν αὐτοῦ εἶδεν ἀναφερομένην ὁ γέρων. 11. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμασαν Ἀντωνίου, πῶς τὸ ἀπὸ διαστήματος ἡμερῶν δεκατριῶν γενόμενον πάραυτα μεμάθηκε, καὶ τὴν ψυχὴν εἶδεν ἀναγομένην. 1. Καὶ μὴν καὶ Ἀρχέλαός ποτε ὁ κόμης, εὑρὼν αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, προσεύξασθαι μόνον αὐτὸν ἠξίωσε περὶ Πολυκρατείας τῆς ἐν Λαοδικείᾳ θαυμαστῆς καὶ χριστοφόρου παρθένου. 2. Ἔπασχε γὰρ ἐκείνη δεινῶς τὸν στόμαχον καὶ τὸ πλευρὸν ἀπὸ τῆς ἄγαν ἀσκήσεως, καὶ ὅλη ἦν ἀσθενὴς τῷ σώματι. 3. Ὁ μὲν οὖν Ἀντώνιος ηὔχετο· ὁ δὲ κόμης ἐσημειώσατο τὴν ἡμέραν, ἐν ᾗ γέγονεν ἡ εὐχή. Καὶ ἀπελθὼν εἰς τὴν Λαοδίκειαν εὗρεν ὑγιῆ τὴν παρθένον.

Πυνθανόμενος δέ, πότε καὶ ποίᾳ ἡμέρᾳ πέπαυται τῆς ἀσθενείας, προήνεγκε τὸν χάρτην, ἐν ᾧ τὸν χρόνον τῆς εὐχῆς ἔγραψεν· καὶ μαθὼν ἔδειξε καὶ αὐτὸς εὐθὺς τὴν ἐν τῷ χάρτῃ γραφήν.

Καὶ πάντες ἐθαύμασαν ἐπιγνόντες, ὅτι τότε πέπαυκεν αὐτὴν ὁ Κύριος τῶν πόνων, ὅτε ἦν εὐχόμενος ὁ Ἀντώνιος καὶ παρεκάλει τὴν ἀγαθότητα τοῦ Σωτῆρος περὶ αὐτῆς. 1. Καὶ περὶ τῶν ἐρχομένων δὲ πρὸς αὐτὸν πολλάκις προέλεγε πρὸ ἡμερῶν, ἦν δὲ ὅτε καὶ πρὸ μηνός, καὶ τὴν αἰτίαν, δι’ ἣν ἤρχοντο. Οἱ μὲν γὰρ ἕνεκα τοῦ μόνον ἰδεῖν αὐτὸν ἤρχοντο, οἱ δὲ δι’ ἀσθένειαν, καὶ ἄλλοι πάσχοντες ὑπὸ δαιμόνων. Καὶ πάντες οὐ σκυλμὸν οὐδὲ ζημίαν ἡγοῦντο τὸν κόπον τῆς ὁδοῦ· ἀνέκαμπτε γὰρ ἕκαστος αἰσθόμενος τῆς ὠφελείας. 2. Τοιαῦτα δὲ βλέπων καὶ λέγων, ἠξίου μηδένα θαυμάζειν αὐτὸν ἐν τούτοις, ἀλλὰ μᾶλλον θαυμάζειν τὸν Κύριον, ὅτι ἀνθρώποις ἡμῖν οὖσιν ἐχαρίσατο κατὰ δύναμιν γινώσκειν αὐτόν. 1. Κατελθὼν δέ ποτε πάλιν εἰς τὰ ἔξω μοναστήρια, καὶ ἀξιωθεὶς εἰς πλοῖον εἰσελθεῖν καὶ εὔξασθαι μετὰ μοναχῶν, μόνος αὐτὸς ἀντελάβετο δεινῆς δυσωδίας καὶ πάνυ πικρᾶς. 2. Τῶν δὲ ἐν τῷ πλοίῳ λεγόντων ἰχθὺν εἶναι καὶ τάριχον ἐν τῷ πλοίῳ καὶ τούτων εἶναι τὴν ὀσμήν, αὐτὸς ἄλλην ἔλεγεν εἶναι τὴν δυσωδίαν. 3. Ἔτι δὲ αὐτοῦ λέγοντος, νεώτερός τις ἔχων δαίμονα ὃς προεισελθὼν ἐκρύπτετο ἐν τῷ πλοίῳ, εὐθὺς ἀνέκραξεν.

Ἐπιτιμηθεὶς δὲ ὁ δαίμων ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξῆλθεν· καὶ ὁ μὲν ἄνθρωπος γέγονεν ὑγιής, οἱ δὲ πάντες ἔγνωσαν, ὅτι τοῦ δαίμονος ἦν ἡ δυσωδία. 1. Καὶ ἄλλος δέ τις τῶν ἐπιφανῶν ἦλθεν ἔχων δαίμονα πρὸς αὐτόν. Ἦν δὲ ὁ δαίμων οὕτω δεινός, ὡς τὸν ἐνεργούμενον μὴ γινώσκειν, εἰ πρὸς Ἀντώνιον ἦν, ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ τὰ περιττὰ κατήσθιεν. 2. Οἱ μὲν οὖν ἀγαγόντες αὐτὸν παρεκάλουν τὸν Ἀντώνιον εὔξασθαι ὑπὲρ αὐτοῦ. Ὁ δὲ Ἀντώνιος συμπαθῶν τῷ νεανίσκῳ, ηὔχετο καὶ τὴν νύκτα συνηγρύπνησεν αὐτῷ. 3. Καὶ ὁ μὲν νεανίσκος, ἐξαίφνης ἐπελθὼν τῷ Ἀντωνίῳ περὶ τὴν ἕω, ὤθησεν αὐτόν. Τῶν δὲ σὺν ἐκείνῳ ἐλθόντων ἀγανακτούντων ἔφη ὁ Ἀντώνιος· Μὴ χαλεπαίνετε τῷ νεανίσκῳ· οὐ γὰρ αὐτός ἐστιν, ἀλλ’ ὁ ἐν αὐτῷ δαίμων. 4. Ἐπιτιμηθεὶς γὰρ καὶ κελευσθεὶς ἐλαθῆναι εἰς ἀνύδρους τόπους, ἐμάνη, καὶ τοῦτο πεποίηκεν. Δοξάζετε οὖν τὸν Κύριον· τὸ γὰρ οὕτως αὐτὸν ὁρμῆσαι κατ’ ἐμοῦ σημεῖον ὑμῖν γέγονε τῆς τοῦ δαίμονος ἐξόδου. 5. Ταῦτα τοῦ Ἀντωνίου εἰπόντος, εὐθὺς ὁ νεανίσκος γέγονεν ὑγιής, καὶ λοιπὸν σωφρονήσας ἔγνω, ὅπου τε ἦν, καὶ κατησπάζετο τὸν γέροντα εὐχαριστῶν τῷ θεῷ. 1. Πολλά τε ἄλλα τοιαῦτα συμφώνως καὶ ὁμαλῶς εἰρήκασι πλεῖστοι τῶν μοναχῶν δι’ αὐτοῦ γεγενῆσθαι.

Οὐκ ἐστὶ δὲ ταῦτα θαυμαστὰ τοσοῦτον, ὅσον τὰ ἄλλα θαυμασιώτερα μᾶλλον φαίνεται. 2. Μέλλων γὰρ ἐσθίειν ποτέ, καὶ ἀναστὰς εὔξασθαι περὶ τὴν ἐνάτην ὥραν, ᾔσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ. Καί, τὸ παράδοξον, ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυτοῦ γινόμενον καὶ ὡς εἰς τὸν ἀέρα ὁδηγούμενον ὑπό τινων· 3. εἶτα πικροὺς καὶ δεινούς τινας ἑστῶτας ἐν τῷ ἀέρι καὶ θέλοντας αὐτὸν κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. 4. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γενέσεως, ἐκώλυον οἱ τὸν Ἀντώνιον ὁδηγοῦντες, λέγοντες ἐκείνοις· Τὰ μὲν τῆς γενέσεως ὁ Κύριος ἀπήλειψεν· ἐξ οὗ δὲ γέγονε μοναχὸς καὶ ἐπηγγείλατο τῷ θεῷ, ἐξέστω λόγον ποιῆσαι. 5. Τότε κατηγορούντων καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν αὐτῷ καὶ ἀκώλυτος ἡ ὁδός. Καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥσπερ ἐρχόμενον καὶ πρὸς ἑαυτὸν ἑστῶτα, καὶ πάλιν ἦν ὅλος Ἀντώνιος. 6. Τότε τοῦ μὲν φαγεῖν αὐτὸς ἐπιλαθόμενος, ἔμεινε τὸ λοιπὸν τῆς ἡμέρας καὶ δι’ ὅλης τῆς νυκτὸς στενάζων καὶ εὐχόμενος. Ἐθαύμαζε γὰρ βλέπων πρὸς πόσους ἡμῖν ἐστιν ἡ πάλη καὶ διὰ πόσων πόνων ἔχει τις διαβῆναι τὸν ἀέρα. 7. Καὶ ἐμνημόνευεν, ὅτι τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ ἀπόστολος· «Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος.» Ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν, ἐν τῷ μάχεσθαι καὶ πειράζειν διακωλύειν τοὺς διερχομένους. 8.

Διὸ καὶ μάλιστα παρῄνει· «Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ», ἵνα «μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον» ὁ ἐχθρὸς καταισχυνθῇ. Ἡμεῖς δέ, τοῦτο μαθόντες, ἐμνημονεύομεν τοῦ ἀποστόλου λέγοντος· «Εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ θεὸς οἶδεν.» 9. Ἀλλ’ ὁ μὲν Παῦλος ἕως τρίτου οὐρανοῦ ἡρπάγη καὶ ἀκούσας ἄρρητα ῥήματα κατῆλθεν, ὁ δὲ Ἀντώνιος ἕως τοῦ ἀέρος ἑαυτὸν εἶδε φθάσαντα καὶ ἀγωνισάμενον ἕως ἐλεύθερος φανῇ. 1. Εἶχε δὲ καὶ τοῦτο πάλιν χάρισμα. Ἐν γὰρ τῷ ὄρει κατὰ μόνας καθήμενος, εἴ ποτέ τι πρὸς ἑαυτὸν ζητῶν ἠπόρει, τοῦτο αὐτῷ παρὰ τῆς προνοίας εὐχομένῳ ἀπεκαλύπτετο. 2. Καὶ ἦν, κατὰ τὸ γεγραμμένον, θεοδίδακτος γενόμενος ὁ μακάριος. Μετὰ ταῦτα γοῦν διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινας εἰσελθόντας πρὸς αὐτὸν περὶ τῆς διαγωγῆς τῆς ψυχῆς, καὶ ποῖος μετὰ ταῦτα τόπος αὐτῇ ἔσται, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν, λέγων· Ἀντώνιε, ἀναστὰς ἔξελθε καὶ βλέπε. 3. Ἐξελθὼν τοίνυν (ᾔδει γὰρ τίσιν ὑπακούειν ὀφείλει) καὶ ἀναβλέψας ἐθεώρησέ τινα μακρόν, ἀειδῆ καὶ φοβερόν, ἑστῶτα καὶ φθάνοντα μέχρι τῶν νεφελῶν, καὶ ἀναβαίνοντάς τινας ὥσπερ ἐπτερωμένους· κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας· καὶ τοὺς μὲν κωλυομένους παρ’ αὐτοῦ, τοὺς δὲ ὑπεριπταμένους καὶ διελθόντας ἀμερίμνως λοιπὸν ἀνάγεσθαι. 4.

Ἐπὶ μὲν οὖν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖνος, ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν ἔχαιρεν. 5. Καὶ εὐθὺς πρὸς Ἀντώνιον γέγονε φωνή·

Νόει τὸ βλεπόμενον. Καὶ διανοιχθείσης αὐτοῦ τῆς διανοίας ἐνόει τῶν ψυχῶν εἶναι τὴν πάροδον, καὶ τὸν ἑστῶτα μακρὸν εἶναι τὸν ἐχθρὸν τὸν φθονοῦντα τοῖς πιστοῖς καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ μὴ πεισθέντας αὐτῷ μὴ δυνάμενον κρατεῖν ἀλλ’ ὑπεραναβαίνοντας. 6. Τοῦτο πάλιν ἑωρακὼς καὶ ὥσπερ ὑπομιμνῃσκόμενος, μᾶλλον ἠγωνίζετο προκόπτειν τοῖς ἔμπροσθεν καθ’ ἡμέραν. 7. Ταῦτα δὲ οὐχ ἑκὼν ἀπήγγελλεν αὐτός. Ἐν δὲ τῷ χρονίζειν ἐν ταῖς εὐχαῖς καὶ καθ’ ἑαυτὸν θαυμάζειν, πυνθανομένων τῶν συνόντων καὶ θλιβόντων αὐτόν, ἠναγκάζετο λέγειν, ὡς πατὴρ οὐ δυνάμενος κρύπτειν τὰ τέκνα, 8. ἀλλὰ καὶ ἡγούμενος, ὅτι τὸ μὲν αὐτοῦ συνειδός ἐστι καθαρόν, ἐκείνοις δὲ γίνεται τὸ διήγημα πρὸς ὠφέλειαν, μανθάνουσι τῆς ἀσκήσεως εἶναι καρπὸν ἀγαθόν, τῶν τε πόνων πολλάκις παραμύθιον γίνεσθαι τὰς ὀπτασίας. 1. Πῶς δὲ καὶ τὸ ἦθος ἀνεξίκακος ἦν καὶ τῇ ψυχῇ ταπεινόφρων. Τοιοῦτος γὰρ ὤν, τόν τε κανόνα τῆς ἐκκλησίας ὑπερφυῶς ἐτίμα καὶ πάντα κληρικὸν τῇ τιμῇ προηγεῖσθαι ἤθελεν ἑαυτοῦ. 2. Τοῖς μὲν γὰρ ἐπισκόποις καὶ πρεσβυτέροις οὐκ ᾐδεῖτο κλῖναι τὴν κεφαλήν.

Διάκονος δὲ εἴ ποτε πρὸς αὐτὸν ὠφελείας χάριν ἀπήντα, τὰ μὲν πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μανθάνειν καὶ αὐτός. 3. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο καὶ ἠξίου παρὰ τῶν συνόντων ἀκούειν· καὶ ὡμολόγει ὠφελεῖσθαι, εἴ τι χρήσιμόν τις ἔλεγεν. 4. Καὶ μὴν καὶ τὸ πρόσωπον αὐτοῦ χάριν εἶχε πολλήν. Καὶ παράδοξον εἶχε δὲ καὶ τοῦτο τὸ χάρισμα παρὰ τοῦ Σωτῆρος. Εἰ γὰρ μετὰ τοῦ πλήθους τῶν μοναχῶν παρῆν, καὶ τοῦτον ἰδεῖν τις ἐβούλετο μὴ πρότερον γινώσκων, προσελθὼν εὐθύς, τοὺς μὲν ἄλλους ὑπερέβαινεν, πρὸς αὐτὸν δὲ ἔτρεχεν, ὡς ὑπὸ τῶν ὄψεων αὐτοῦ ἑλκόμενος. 5. Οὐχ ὕψει δέ, οὐδὲ τῷ πλάτει διέφερε τῶν ἄλλων, ἀλλὰ τῇ τῶν ἠθῶν καταστάσει καὶ τῇ τῆς ψυχῆς καθαρότητι. 6. Ἀθορύβου γὰρ οὔσης τῆς ψυχῆς, ἀταράχους εἶχε καὶ τὰς ἔξωθεν αἰσθήσεις· ὡς ἀπὸ τῆς χαρᾶς τῆς ψυχῆς ἱλαρὸν ἔχειν καὶ τὸ πρόσωπον, καὶ ἀπὸ τῶν τοῦ σώματος κινημάτων αἰσθέσθαι καὶ νοεῖν τὴν τῆς ψυχῆς κατάστασιν κατὰ τὸ γεγραμμένον· «Καρδίας εὐφραινομένης πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.» 7. Οὕτως Ἰακὼβ ἐπέγνω τὸν Λάβαν ἐπιβουλὴν ἐνθυμούμενον, καί φησι πρὸς τὰς γυναῖκας· «Οὐκ ἔστι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὡς χθὲς καὶ τρίτην ἡμέραν.» 8. Οὕτως ὁ Σαμουὴλ ἐπέγνω τὸν Δαβίδ· χαροποιοὺς γὰρ εἶχε τοὺς ὀφθαλμούς, καὶ τοὺς ὀδόντας ὡς γάλα λευκούς. Οὕτω καὶ ὁ Ἀντώνιος ἐπεγινώσκετο.