Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Αναχώρηση στην έρημο, εγκλεισμός στο φρούριο και η τελική έξοδος

Η θεία ενίσχυση και η εγκατάσταση σε απομονωμένο φρούριο. Ο εικοσαετής εγκλεισμός, οι αόρατες μάχες και η έξοδος του Αντωνίου, κατά την οποία αρχίζει να διδάσκει και να θαυματουργεί.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 8

Σφραγὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν ἡ εἰς τὸν Κύριον ἡμῶν πίστις. 11. Πολλὰ τοίνυν ἐπιχειρήσαντες ἔτριζον κατ’ αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον ἑαυτούς, καὶ οὐκ ἐκεῖνον. 1. Ὁ δὲ Κύριος οὐδὲ ἐν τούτῳ ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ’ εἰς ἀντίληψιν αὐτῷ γέγονεν.

Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην καὶ ἀκτῖνά τινα φωτὸς κατερχομένην πρὸς αὐτόν. 2. Καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν, ὁ πόνος δὲ τοῦ σώματος εὐθὺς ἐπέπαυτο, καὶ ὁ οἶκος πάλιν ἦν ὁλόκληρος. Ὁ δὲ Ἀντώνιος, αἰσθόμενος τῆς ἀντιλήψεως, καὶ πλέον ἀναπνεύσας κουφισθείς τε τῶν πόνων, ἐδέετο τῆς φανείσης ὀπτασίας λέγων· Ποῦ ἦς; Διὰ τί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς; 3. Καὶ φωνὴ γέγονε πρὸς αὐτόν· Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸν σὸν ἀγωνισμόν. Ἐπεὶ οὖν ὑπέμεινας καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ βοηθὸς καὶ ποιήσω σε ὀνομαστὸν πανταχοῦ γενέσθαι. 4. Ταῦτα ἀκούσας, ἀναστὰς ηὔχετο· καὶ τοσοῦτον ἴσχυσεν ὡς αἰσθέσθαι αὐτόν, ὅτι πλείονα δύναμιν ἔσχεν ἐν τῷ σώματι μᾶλλον ἧς εἶχεν. Ἦν δὲ τότε λοιπὸν ἐγγὺς τριάκοντα καὶ πέντε ἐτῶν. 1. Τῇ δὲ ἑξῆς προελθών, ἔτι μᾶλλον προθυμότερος ἦν εἰς τὴν θεοσέβειαν, καὶ γενόμενος πρὸς τὸν γέροντα τὸν παλαιὸν ἐκεῖνον, ἠξίου τὴν ἔρημον οἰκῆσαι σὺν αὐτῷ. 2. Τοῦ δὲ παραιτησαμένου διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ μηδέπω εἶναι τοιαύτην συνήθειαν, εὐθὺς αὐτὸς ὥρμησεν εἰς ὄρος. Ἀλλὰ πάλιν ὁ ἐχθρός, βλέπων αὐτοῦ τὴν σπουδὴν καὶ θέλων ἐμποδίσαι ταύτην, ὑπέβαλεν ἐν ταῖς ὁδοῖς ἀργυροῦ δίσκου μεγάλου φαντασίαν. 3.

Ἀντώνιος δέ, συνιεὶς τοῦ μισοκάλου τὴν τέχνην, ἔστη, καὶ τῷ δίσκῳ, βλέπων τὸν ἐν αὐτῷ διάβολον, διήλεγχε λέγων· Πόθεν ἐν ἐρημίᾳ δίσκος; Οὐκ ἔστιν ἡ ὁδὸς αὕτη τετριμμένη, οὐκ ἔστιν ἴχνος ὁδευσάντων ὧδέ τινων· ἐκπεσὼν οὐκ ἠδύνατο λαθεῖν μέγιστος ὤν. 4. Ἀλλὰ καὶ ὁ ἀπολέσας, ἀναστρέψας καὶ ζητήσας εὗρεν ἂν διὰ τὸ ἔρημον εἶναι τὸν τόπον. Τοῦτο τέχνη τοῦ διαβόλου γέγονεν. Οὐκ ἐμποδίσεις ἐν τούτῳ μου τὴν προθυμίαν, διάβολε. Τοῦτο γὰρ «σὺν σοὶ εἴη εἰς ἀπώλειαν». 5. Καὶ τοῦτο τοῦ Ἀντωνίου λέγοντος ἐξέλιπεν ἐκεῖνος, ὡσεὶ καπνὸς ἀπὸ προσώπου πυρός. 1. Εἶτα πάλιν οὐκέτι φαντασίαν, ἀληθινὸν δὲ χρυσὸν ἐρριμμένον ἐν ταῖς ὁδοῖς ἑώρακεν ἀπερχόμενος. Εἴτε δὲ τοῦ ἐχθροῦ δείξαντος, εἴτε τινὸς κρείττονος δυνάμεως γυμναζούσης τὸν ἀθλητὴν καὶ δεικνυούσης τῷ διαβόλῳ, ὅτι μηδὲ τῶν ἀληθῶς φροντίζει χρημάτων, οὔτε αὐτὸς ἀπήγγειλεν οὔτε ἡμεῖς ἔγνωμεν, πλὴν ὅτι χρυσὸς ἦν ὁ φαινόμενος. 2. Ὁ δὲ Ἀντώνιος τὸ μὲν πλῆθος ἐθαύμασεν, ὡς δὲ πῦρ ὑπερβάς, οὕτως αὐτὸν παρῆλθεν ὡς μηδὲ στραφῆναι, ἀλλὰ καὶ δρόμῳ σπουδάσαι τοσοῦτον ὥστε κρύψαι καὶ λαθεῖν τὸν τόπον. 3. Μᾶλλον οὖν καὶ μᾶλλον ἐπιτείνας τὴν πρόθεσιν, ὥρμησεν εἰς τὸ ὄρος. Καὶ παρεμβολὴν ἔρημον καὶ διὰ τὸν χρόνον μεστὴν ἑρπετῶν εὑρὼν εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἐκεῖ μετέθηκεν ἑαυτόν, καὶ ᾤκησεν ἐν αὐτῇ. 4.

Τὰ μὲν οὖν ἑρπετά, ὥσπερ τινὸς διώκοντος, εὐθὺς ἀνεχώρησαν· αὐτὸς δέ, τὴν εἴσοδον ἀναφράξας καὶ ἄρτους εἰς μῆνας ἓξ ἀποθέμενος (ποιοῦσι δὲ τοῦτο Θηβαῖοι, καὶ πολλάκις μένουσι καὶ ὅλον ἐνιαυτὸν ἀβλαβεῖς), ἔχων ἔνδον ὕδωρ, ὥσπερ ἐν ἀδύτοις ἐγκαταδυόμενος ἐν τῷ μοναστηρίῳ μόνος ἔμενεν ἔνδον, μήτε αὐτὸς προϊὼν μήτε τινὰ τῶν ἐρχομένων βλέπων. 5. Αὐτὸς μὲν οὖν πολὺν χρόνον οὕτω συνῆψεν ἀσκούμενος, κατ’ ἐνιαυτὸν μόνον ἄνωθεν ἀπὸ τοῦ δώματος δεύτερον δεχόμενος τοὺς ἄρτους. 1. Οἱ δὲ πρὸς αὐτὸν ἐρχόμενοι τῶν γνωρίμων, ἐπεὶ μὴ συνεχώρει τούτους εἰσελθεῖν, ἔξω πολλάκις ἡμέρας καὶ νύκτας ποιοῦντες, ἤκουον ὡς ὄχλων ἔνδον θορυβούντων, κτυπούντων, φωνὰς ἀφιέντων οἰκτρὰς καὶ κραζόντων· 2. Ἀπόστα τῶν ἡμετέρων. Τί σοὶ καὶ τῇ ἐρήμῳ; Οὐ φέρεις ἡμῶν τὴν ἐπιβουλήν. 3. Τὴν μὲν οὖν ἀρχὴν εἶναί τινας σὺν αὐτῷ μαχομένους ἀνθρώπους καὶ τούτους διὰ κλιμάκων εἰσεληλυθέναι πρὸς αὐτὸν ἐνόμιζον οἱ ἔξωθεν· ὡς δὲ διά τινος τρυμαλιᾶς παρακύψαντες οὐδένα ἔβλεπον, τότε δὴ λογισάμενοι δαίμονας εἶναι τούτους, καὶ φοβηθέντες αὐτοί, τὸν Ἀντώνιον ἐκάλουν. 4. Ὁ δὲ μᾶλλον τούτων ἤκουεν ἢ ἐφρόντιζεν ἐκείνων.

Καὶ προσελθὼν ἐγγὺς τῆς θύρας, παρεκάλει τοὺς ἀνθρώπους ἀναχωρεῖν καὶ μὴ φοβεῖσθαι· οὕτω γὰρ ἔλεγε τοὺς δαίμονας φαντασίας ποιεῖν κατὰ τῶν δειλιώντων. 5. Ὑμεῖς οὖν σφραγίσαντες ἑαυτοὺς ἄπιτε θαρροῦντες· καὶ τούτους ἄφετε παίζειν ἑαυτούς. Οἱ μὲν οὖν ἀπήρχοντο τετειχισμένοι τῷ σημείῳ τοῦ σταυροῦ. Ὁ δὲ ἔμενε, καὶ οὐδὲν ἐβλάπτετο παρ’ αὐτῶν· ἀλλ’ οὐδὲ ἔκαμνεν ἀγωνιζόμενος. 6. Ἡ γὰρ προσθήκη τῶν γινομένων αὐτοῦ τῷ νῷ θεωρημάτων καὶ ἡ τῶν ἐχθρῶν ἀσθένεια πολλὴν αὐτῷ τῶν πόνων ἀνάπαυλαν παρεῖχε καὶ πλείονα προθυμίαν παρεσκεύαζεν. 7. Καὶ γὰρ συνεχῶς παρέβαλλον οἱ γνώριμοι νομίζοντες εὑρίσκειν αὐτὸν νεκρόν, καὶ ἤκουον αὐτοῦ ψάλλοντος· «Ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Ὡς ἐκλείπει καπνός, ἐκλειπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ.» Καὶ πάλιν· «Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.» 1. Εἴκοσι τοίνυν ἐγγὺς ἔτη διετέλεσεν οὕτω καθ’ ἑαυτὸν ἀσκούμενος, οὔτε προϊὼν οὔτε παρά τινων συνεχῶς βλεπόμενος. 2. Μετὰ δὲ ταῦτα, πολλῶν ποθούντων καὶ ζηλῶσαι θελόντων τὴν ἄσκησιν αὐτοῦ, ἄλλων τε γνωρίμων ἐλθόντων καὶ βίᾳ τὴν θύραν καταβαλόντων καὶ ἐξεωσάντων, προῆλθεν ὁ Ἀντώνιος ὥσπερ ἔκ τινος ἀδύτου μεμυσταγωγημένος καὶ θεοφορούμενος.

Καὶ τότε πρῶτον ἀπὸ τῆς παρεμβολῆς ἐφάνη τοῖς ἐλθοῦσι πρὸς αὐτόν. 3. Ἐκεῖνοι μὲν οὖν, ὡς εἶδον, ἐθαύμαζον ὁρῶντες αὐτοῦ τό τε σῶμα τὴν αὐτὴν ἕξιν ἔχον, καὶ μήτε πιανθὲν ὡς ἀγύμναστον, μήτε ἰσχνωθὲν ὡς ἀπὸ νηστειῶν καὶ μάχης δαιμόνων, τοιοῦτον δὲ οἷον καὶ πρὸ τῆς ἀναχωρήσεως ᾔδεισαν αὐτόν. Τῆς δὲ ψυχῆς πάλιν καθαρὸν τὸ ἦθος. 4. Οὔτε γὰρ ὡς ὑπὸ ἀνίας συνεσταλμένη ἦν, οὔτε ὑφ’ ἡδονῆς διακεχυμένη οὔτε ὑπὸ γέλωτος ἢ κατηφείας συνεχομένη. Οὔτε γὰρ ἑωρακὼς τὸν ὄχλον ἐταράχθη οὔτε ὡς ὑπὸ τοσούτων κατασπαζόμενος ἐγεγήθει, ἀλλ’ ὅλος ἦν ἴσος, ὡς ὑπὸ τοῦ λόγου κυβερνώμενος καὶ ἐν τῷ κατὰ φύσιν ἑστώς. 5. Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας ἐθεράπευσεν ὁ Κύριος δι’ αὐτοῦ καὶ ἄλλους ἀπὸ δαιμόνων ἐκαθάρισεν. 6. Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ Ἀντωνίῳ· καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρεμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φιλίαν, πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προκρίνειν τῆς εἰς Χριστὸν ἀγάπης. 7. Διαλεγόμενος δὲ καὶ μνημονεύων περὶ τῶν μελλόντων ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ θεοῦ φιλανθρωπίας, «ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου υἱοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν», ἔπεισε πολλοὺς αἱρήσασθαι τὸν μονήρη βίον.