Καί, εἰ μὲν ἥμαρτεν, παυέσθω· εἰ δὲ μὴ ἥμαρτεν, μὴ καυχάσθω, ἀλλ’ ἐπιμενέτω τῷ καλῷ καὶ μὴ ἀμελείτω μηδὲ κατακρινέτω τὸν πλησίον μηδὲ δικαιούτω ἑαυτόν, ὡς εἶπεν ὁ μακάριος ἀπόστολος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευνῶν. 8. Πολλάκις γὰρ καὶ ἑαυτούς, ἐν οἷς πράττομεν, λανθάνομεν. Καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα. Αὐτῷ οὖν τὸ κρῖμα διδόντες ἀλλήλοις συμπάσχωμεν καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦμεν, ἀναπληροῦν σπουδάζωμεν. 9. Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις. Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν. 10. Καὶ θαρρεῖτε ὅτι, πάντως αἰσχυνόμενοι γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον. 11. Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι; Τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων; Ὥσπερ οὖν βλέποντες ἀλλήλους οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλλήλοις τοὺς λογισμοὺς γράφωμεν, πολὺ τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνωσθῆναι. 12. Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν, ἵνα, ἐρυθριῶντες γράψαι ὡς τὸ βλέπεσθαι, μηδ’ ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα· 13.