Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Οι τελευταίες νουθεσίες, η κοίμηση και ο επίλογος

Οι τελικές παραγγελίες προς τους υποτακτικούς, η απόρριψη των αιγυπτιακών ταφικών εθίμων, η μυστική ταφή, ο απολογισμός του ενάρετου βίου και η προτροπή για την ανάγνωσή του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 8

Ἀμέλει κοιμηθέντος αὐτοῦ πάντες, ὡς ὀρφανοὶ γενόμενοι πατρός, μόνῃ τῇ ἐκείνου μνήμῃ παρακαλοῦσιν ἑαυτούς, κατέχοντες ἅμα τὰς νουθεσίας καὶ τὰς παραινέσεις αὐτοῦ. 1. Οἷον δὲ καὶ τὸ τέλος αὐτῷ τοῦ βίου γέγονεν, ἄξιον κἀμὲ μνημονεῦσαι, καὶ ὑμᾶς ἀκοῦσαι ποθοῦντας.

Καὶ τοῦτο γὰρ αὐτοῦ ζηλωτὸν γέγονεν. 2. Κατὰ τὸ εἰωθὸς ἐπεσκέπτετο τοὺς μοναχοὺς τοὺς ἐν τῷ ὄρει τῷ ἔξω, καὶ προμαθὼν παρὰ τῆς προνοίας περὶ τῆς ἑαυτοῦ τελευτῆς, ἐλάλει τοῖς ἀδελφοῖς λέγων· Ταύτην ὑμῖν τὴν ἐπίσκεψιν ὑστέραν ποιοῦμαι καὶ θαυμάζω, εἰ πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. 3. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι· εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες ἔκλαιον καὶ περιεπτύσσοντο καὶ κατεφίλουν τὸν γέροντα. 4. Ὁ δέ, ὡς ἀπὸ ἀλλοτρίας εἰς ἰδίαν ἀπαίρων πόλιν, χαίρων διελέγετο καὶ παρήγγελλεν αὐτοῖς μὴ ὀλιγωρεῖν ἐν τοῖς πόνοις μηδὲ ἐκκακεῖν τῇ ἀσκήσει, ἀλλ’ ὡς καθ’ ἡμέραν ἀποθνῄσκοντας ζῆν. Καὶ καθὰ προεῖπον σπουδάζειν τὴν ψυχὴν φυλάττειν ἀπὸ ῥυπαρῶν λογισμῶν καὶ τὸν ζῆλον ἔχειν πρὸς τοὺς ἁγίους, μὴ ἐγγίζειν τε Μελετιανοῖς τοῖς σχισματικοῖς (οἴδατε γὰρ αὐτῶν τὴν πονηρὰν καὶ βέβηλον προαίρεσιν) μηδὲ κοινωνίαν ἔχειν τινὰ πρὸς τοὺς Ἀρειανούς· καὶ γὰρ καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἔκδηλός ἐστιν. 5. Μηδ’ ἂν θεωρήσητε προϊσταμένους αὐτῶν τοὺς δικαστάς, ταράττεσθε· παύσεται γάρ, καὶ θνητὴ καὶ πρὸς ὀλίγον ἐστὶν αὐτῶν ἡ φαντασία. 6. Καθαροὺς οὖν μᾶλλον ἑαυτοὺς ἀπὸ τούτων φυλάττετε, καὶ τηρεῖτε τὴν τῶν πατέρων παράδοσιν καὶ προηγουμένως τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐσεβῆ πίστιν, ἣν ἐκ τῶν γραφῶν μὲν μεμαθήκατε, παρ’ ἐμοῦ δὲ πολλάκις ὑπεμνήσθητε. 1.

Τῶν δὲ ἀδελφῶν βιαζομένων αὐτὸν μεῖναι παρ’ αὐτοῖς κἀκεῖ τελειωθῆναι, οὐκ ἠνέσχετο διὰ πολλὰ μέν, ὡς αὐτὸς καὶ σιωπῶν ἐνέφαινεν, καὶ διὰ τοῦτο δὲ μάλιστα. 2. Οἱ Αἰγύπτιοι τὰ τῶν τελευτώντων σπουδαίων σώματα, καὶ μάλιστα τῶν ἁγίων μαρτύρων, φιλοῦσι θάπτειν μὲν καὶ περιελίσσειν ὀθονίοις, μὴ κρύπτειν δὲ ὑπὸ γῆν, ἀλλ’ ἐπὶ σκιμποδίων τιθέναι καὶ φυλάττειν ἔνδον παρ’ ἑαυτοῖς, νομίζοντες ἐν τούτῳ τιμᾶν τοὺς ἀπελθόντας. 3. Ὁ δὲ Ἀντώνιος πολλάκις περὶ τούτου καὶ ἐπισκόπους ἠξίου παραγγέλλειν τοῖς λαοῖς. 4. Καὶ λαϊκοὺς ἐνέτρεπε καὶ γυναιξὶν ἐπέπληττεν, λέγων μήτε νόμιμον μήτε ὅλως ὅσιον εἶναι τοῦτο. Καὶ γὰρ τὰ τῶν πατριαρχῶν καὶ τῶν προφητῶν μέχρι νῦν σῴζεται μνήματα. Καὶ τὸ αὐτοῦ δὲ τοῦ Κυρίου σῶμα εἰς μνημεῖον ἐτέθη, λίθος τε ἐπιτεθεὶς ἔκρυψεν αὐτό, ἕως ἀνέστη τριήμερον. 5. Καὶ ταῦτα λέγων, ἐδείκνυε παρανομεῖν τὸν μετὰ θάνατον μὴ κρύπτοντα τὰ σώματα τῶν τελευτώντων, κἂν ἅγια τυγχάνῃ. Τί γὰρ μεῖζον ἢ ἁγιώτερον τοῦ Κυριακοῦ σώματος; 6. Πολλοὶ μὲν οὖν, ἀκούσαντες, ἔκρυψαν λοιπὸν ὑπὸ γῆν καὶ ηὐχαρίστουν τῷ Κυρίῳ, καλῶς διδαχθέντες. 1. Αὐτὸς δέ, τοῦτο γινώσκων, καὶ φοβούμενος μὴ καὶ τὸ αὐτοῦ ποιήσωσιν οὕτω σῶμα, ἤπειξεν ἑαυτόν, συνταξάμενος τοῖς ἐν τῷ ἔξω ὄρει μοναχοῖς. Καὶ εἰσελθὼν εἰς τὸ ἔνδον ὄρος, ἔνθα καὶ μένειν εἰώθει, μετὰ μῆνας ὀλίγους ἐνόσησεν.

Καὶ καλέσας τοὺς ὄντας σὺν αὐτῷ (δύο δὲ ἦσαν, οἵτινες καὶ ἔμειναν ἔνδον, δέκα καὶ πέντε ἔτη ἀσκούμενοι, καὶ ὑπηρετοῦντες αὐτῷ διὰ τὸ γῆρας) ἔλεγε πρὸς αὐτούς· 2. Ἐγὼ μέν, ὡς γέγραπται, τὴν ὁδὸν τῶν πατέρων πορεύομαι· ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυρίου. Ὑμεῖς δὲ νήφετε καὶ τὴν πολυχρόνιον ὑμῶν ἄσκησιν μὴ ἀπολέσητε, ἀλλ’ ὡς νῦν ἀρχὴν ἔχοντες, σπουδάσατε τηρεῖν τὴν προθυμίαν ἑαυτῶν. 3. Οἴδατε τοὺς ἐπιβουλεύοντας δαίμονας, οἴδατε πῶς ἄγριοι μὲν εἰσίν, ἀσθενεῖς δὲ τῇ δυνάμει. Μὴ οὖν φοβηθῆτε αὐτούς, ἀλλὰ μᾶλλον τὸν Χριστὸν ἀεὶ ἀναπνέετε καὶ τούτῳ πιστεύετε. Καὶ ὡς καθ’ ἡμέραν ἀποθνῄσκοντες ζήσατε, προσέχοντες ἑαυτοῖς καὶ μνημονεύοντες ὧν ἠκούσατε παρ’ ἐμοῦ παραινέσεων. 4. Καὶ μηδεμία ἔστω ὑμῖν κοινωνία πρὸς τοὺς σχισματικοὺς μηδ’ ὅλως πρὸς τοὺς αἱρετικοὺς Ἀρειανούς. Οἴδατε γὰρ πῶς κἀγὼ τούτους ἐξετρεπόμην διὰ τὴν χριστομάχον αὐτῶν καὶ ἑτερόδοξον προαίρεσιν. 5. Σπουδάζετε δὲ μᾶλλον καὶ ὑμεῖς ἀεὶ συνάπτειν ἑαυτούς, προηγουμένως μὲν τῷ Κυρίῳ, ἔπειτα δὲ τοῖς ἁγίοις, ἵνα μετὰ θάνατον ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς, ὡς φίλους καὶ γνωρίμους, δέξωνται. Καὶ αὐτοὶ ταῦτα λογίζεσθε, ταῦτα φρονεῖτε. 6. Καὶ εἰ μέλει ὑμῖν περὶ ἐμοῦ καὶ μνημονεύετε ὡς περὶ πατρός, μὴ ἀφῆτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν τοῖς οἴκοις ἀπόθωνται.

Τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος καὶ ἦλθον ὧδε. 7. Οἴδατε δὲ καὶ πῶς ἀεὶ ἐνέτρεπον τοὺς τοῦτο ποιοῦντας, καὶ παρήγγελλον παύεσθαι τῆς τοιαύτης συνηθείας. Θάψατε οὖν τὸ ἡμέτερον ὑμεῖς καὶ ὑπὸ γῆν κρύψατε, καὶ ἔστω τὸ παρ’ ἐμοῦ ῥῆμα φυλαττόμενον παρ’ ὑμῖν, ὥστε μηδένα γινώσκειν τὸν τόπον πλὴν ὑμῶν μόνων. 8. Ἐγὼ γὰρ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἀπολήψομαι παρὰ τοῦ Σωτῆρος ἄφθαρτον αὐτό. Διέλετε δέ μου τὰ ἐνδύματα· καὶ Ἀθανασίῳ μὲν τῷ ἐπισκόπῳ δότε τὴν μίαν μηλωτὴν καὶ ὃ ὑπεστρωννυόμην ἱμάτιον, ὅπερ αὐτὸς μέν μοι καινὸν δέδωκεν, παρ’ ἐμοὶ δὲ πεπαλαίωται. 9. Καὶ Σεραπίωνι δὲ τῷ ἐπισκόπῳ δότε τὴν ἑτέραν μηλωτήν· καὶ ὑμεῖς ἔχετε τὸ τρίχινον ἔνδυμα. Καὶ λοιπὸν σῴζεσθε, τέκνα· ὁ γὰρ Ἀντώνιος μεταβαίνει καὶ οὐκέτι μεθ’ ὑμῶν ἐστιν. 1. Ταῦτα εἰπών, καὶ ἀσπασαμένων ἐκείνων αὐτόν, ἐξάρας τοὺς πόδας, καὶ ὥσπερ φίλους ὁρῶν τοὺς ἐλθόντας ἐπ’ αὐτὸν καὶ δι’ αὐτοὺς περιχαρὴς γενόμενος (ἐφαίνετο γὰρ ἀνακείμενος ἱλαρῷ τῷ προσώπῳ) ἐξέλιπε καὶ προσετέθη καὶ αὐτὸς πρὸς τοὺς πατέρας. 2. Κἀκεῖνοι λοιπόν, καθὰ δέδωκεν αὐτοῖς ἐντολάς, θάψαντες καὶ εἰλίξαντες, ἔκρυψαν ὑπὸ γῆν αὐτοῦ τὸ σῶμα, καὶ οὐδεὶς οἶδε τέως ποῦ κέκρυπται πλὴν μόνων αὐτῶν τῶν δύο. 3. Καὶ τῶν λαβόντων δὲ ἕκαστος τὴν μηλωτὴν τοῦ μακαρίου Ἀντωνίου καὶ τὸ τετριμμένον παρ’ αὐτοῦ ἱμάτιον, ὡς μέγα χρῆμα φυλάττει.

Καὶ γὰρ καὶ βλέπων αὐτά, ὡς Ἀντώνιόν ἐστι θεωρῶν· καὶ περιβαλλόμενος δὲ αὐτά, ὡς τὰς νουθεσίας αὐτοῦ βαστάζων ἐστὶ μετὰ χαρᾶς. 1. Τοῦτο τῆς ἐν σώματι ζωῆς Ἀντωνίου τὸ τέλος κἀκείνη τῆς ἀσκήσεως ἡ ἀρχή. Καὶ εἰ καὶ μικρὰ ταῦτα πρὸς τὴν ἀρετὴν ἐκείνου, ἀλλ’ ἀπὸ τούτων λογίζεσθε καὶ ὑμεῖς, ὁποῖος ἦν ὁ τοῦ θεοῦ ἄνθρωπος Ἀντώνιος, ἐκ νεωτέρου μέχρι τῆς τοσαύτης ἡλικίας ἴσην τηρήσας τὴν προθυμίαν τῆς ἀσκήσεως, καὶ μήτε διὰ τὸ γῆρας ἡττηθεὶς πολυτελείᾳ τροφῆς, μήτε δι’ ἀτονίαν τοῦ ἑαυτοῦ σώματος ἀλλάξας τὸ σχῆμα τοῦ ἐνδύματος ἢ νιψάμενος κἂν τοὺς πόδας ὕδατι. Καὶ ὅμως ἐν πᾶσι διέμεινεν ἀβλαβής. 2. Καὶ γὰρ καὶ τοὺς ὀφθαλμοὺς ἀσινεῖς καὶ ὁλοκλήρους εἶχεν, βλέπων καλῶς, καὶ τῶν ὀδόντων οὐδὲ εἷς ἐξέπεσεν αὐτοῦ· μόνον δὲ ὑπὸ τὰ οὖλα τετριμμένοι γεγόνασι διὰ τὴν πολλὴν ἡλικίαν τοῦ γέροντος. Καὶ τοῖς ποσὶ δὲ καὶ ταῖς χερσὶν ὑγιὴς διέμεινεν, καὶ ὅλως πάντων τῶν ποικίλῃ τροφῇ καὶ λουτροῖς καὶ διαφόροις ἐνδύμασι χρωμένων φαιδρότερος μᾶλλον αὐτὸς ἐφαίνετο καὶ πρὸς ἰσχὺν προθυμότερος. 3. Καὶ τὸ πανταχοῦ δὲ τοῦτον διαβεβοῆσθαι, καὶ θαυμάζεσθαι μὲν παρὰ πάντων, ποθεῖσθαι δὲ καὶ παρὰ τῶν μὴ ἑωρακότων αὐτόν, τῆς ἀρετῆς καὶ τῆς θεοφιλοῦς αὐτοῦ ψυχῆς ἐστι γνώρισμα. 4. Οὐ γὰρ ἐκ συγγραμμάτων οὐδὲ ἐκ τῆς ἔξωθεν σοφίας οὐδὲ διά τινα τέχνην, διὰ δὲ μόνην θεοσέβειαν ὁ Ἀντώνιος ἐγνωρίσθη.

Τοῦτο δὲ θεοῦ δῶρον οὐκ ἄν τις ἀρνήσαιτο. 5. Πόθεν γὰρ εἰς τὰς Σπανίας καὶ εἰς τὰς Γαλλίας, πῶς εἰς τὴν Ῥώμην καὶ τὴν Ἀφρικήν, ἐν ὄρει κεκρυμμένος καὶ καθήμενος ἠκούσθη, εἰ μὴ ὁ θεὸς ἦν, ὁ πανταχοῦ τοὺς ἑαυτοῦ γνωρίζων ἀνθρώπους, ὁ καὶ Ἀντωνίῳ τοῦτο κατὰ τὴν ἀρχὴν ἐπαγγειλάμενος; 6. Κἂν γὰρ αὐτοὶ κεκρυμμένως πράττωσιν, κἂν λανθάνειν ἐθέλωσιν, ἀλλ’ ὁ Κύριος αὐτοὺς ὡς λύχνον δείκνυσι πᾶσιν, ἵνα καὶ οὕτως οἱ ἀκούοντες γινώσκωσι δυνατὰς εἶναι τὰς ἐντολὰς εἰς τὸ κατορθοῦν καὶ ζῆλον τῆς ἐπ’ ἀρετὴν ὁδοῦ λαμβάνωσιν. 1. Ταῦτα τοίνυν τοῖς μὲν ἄλλοις ἀδελφοῖς ἀνάγνωτε, ἵνα μάθωσιν ὁποῖος ὀφείλει τῶν μοναχῶν ὁ βίος εἶναι, καὶ πεισθῶσιν, ὅτι ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς δοξάζοντας αὐτὸν δοξάζει καὶ τοὺς δουλεύοντας αὐτῷ μέχρι τέλους οὐ μόνον εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν, ἀλλὰ καὶ ἐνταῦθα κρυπτομένους καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν αὐτῶν ἀρετὴν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. 2.

Ἐὰν δὲ χρεία γένηται, καὶ τοῖς ἐθνικοῖς ἀνάγνωτε, ἵνα κἂν οὕτως ἐπιγνῶσιν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ μόνον ἐστὶ θεὸς καὶ τοῦ θεοῦ Υἱός, ἀλλ’ ὅτι καὶ οἱ τούτῳ γνησίως λατρεύοντες καὶ πιστεύοντες εὐσεβῶς εἰς αὐτόν, τοὺς δαίμονας, οὓς αὐτοὶ οἱ Ἕλληνες νομίζουσιν εἶναι θεούς, τούτους οἱ χριστιανοὶ ἐλέγχουσιν, οὐ μόνον μὴ εἶναι θεούς, ἀλλὰ καὶ πατοῦσι καὶ διώκουσιν, ὡς πλάνους καὶ φθορέας τῶν ἀνθρώπων τυγχάνοντας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν «ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.»