Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόμνημα εἰς τὸν ναὸν τῶν Ἀθηνῶν

Μέγας Αθανάσιος

Αποφθέγματα και ρήσεις των Ελλήνων σοφών

Παράθεση προφητειών και φιλοσοφικών ρήσεων από τον Βίαντα, τη Σίβυλλα, τον Σόλωνα και άλλους στοχαστές σχετικά με το μυστήριο της ενσάρκωσης και τη θεότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ὁ 〈Βίας〉 εἶπεν· Οὐκ ἐφικτὸν μὲν ταῦτα πρὸς ἀνοήτους εἰπεῖν, πλὴν τῷ νοῒ ἀκούσατε, ὅτι οὗτός ἐστιν ὁ ἀπ᾽ οὐρανοῦ μεγάλως βεβηκώς, φλογὸς ἀθάνατον ἀένναον ὑποβαλὼν πῦρ, ὃν τρέμει οὐρανὸς γαῖά τε καὶ θάλασσα καὶ τάρταρος βύθιος δαίμουσιν (sic), αὐτοπάτωρ, τρισόλβιος.

Τῆς σοφωτάτης 〈Σιβύλλης〉. Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην ἐλάσειε θεὸς γῆν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτοις θεότητος ὅροις ἀνιάτων παθῶν λύσει φθοράς. καὶ τούτῳ φθόνος λαοῦ γενήσεται καὶ πρὸς ὕψος κρεμασθήσεται ὡς θανάτου κατάδικος καὶ πάντα πραέως πείσεται. 〈Σόλων〉 εἶπε· Γόνος ἐκ γόνου κατελθὼν τοῦ γεννήτορος γόνιμον ὕδωρ ἐποίησε τὸ τῆς γῆς. 〈Χείλων〉 ἔφη· Ἀκάματος φύσις θεοῦ γενήσεται· ἐξ αὐτοῦ δὲ ὁ αὐτὸς οὐσία καὶ λόγος. 〈Θουκυδίδης〉 ὁ ῥήτωρ εἶπε· Θεὸν σέβου καὶ μάνθανε, καὶ μὴ ζήτει, ὁποῖός ἐστιν· ὡς ὄντα τοῦτον καὶ σέβου καὶ γνῶθι· εὐσεβὴς γὰρ τὸν νοῦν ὁ θέλων μανθάνειν θεόν. καὶ ταῦτα μὲν ὁ Θουκυδίδης εἶπε.

Ὁ 〈Μένανδρος〉 ἔφη· Ὁ παλαιὸς νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ γόνος καὶ ὁ γόνος πατήρ· ἓν τρία· ἄσαρκον σαρκικόν. γῆ τέτοκε τὸν οὐράνιον βασιλέα. Ὁ 〈Πλάτων〉 εἶπε· Ἐπειδὴ ὁ θεὸς ἀγαθός ἐστι, οὐ πάντων ἦν αἴτιος, ὡς οἱ πολλοὶ νομίζουσιν, πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο φαμὲν ἢ αἴτιον μόνον εἶναι 〈τῶν ἀγαθῶν〉, κακῶν δὲ οὐκέτι.