Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόμνημα εἰς τὸν ναὸν τῶν Ἀθηνῶν

Μέγας Αθανάσιος

Πρόσθετοι χρησμοί και κατακλείδα του έργου

Παράθεση επιπλέον χρησμών του Ερμή και του Απόλλωνα για το άρρητο της θεότητας και την ενανθρώπηση, ακολουθούμενη από τη σύντομη καταληκτήρια φράση του κειμένου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ἕτεροι χρησμοὶ τοῦ 〈Ἑρμοῦ〉 τοῦ Ἕλληνος περὶ θεότητος· Ἀκοιμήτου πυρὸς ὄμμα, γρήγορε, δρόμον αἰθέρος ζωογονῶν, ἡλίου θέρμην κρατύνων, λαίλαπι μεθιστῶν νέφη, τοὔνομα μὴ χωροῦν ἐν κόσμῳ, ἄφθιτον, ἀένναον, παντεπίσκοπον, ἐπίφοβον ὄνομα.

Ἕτερος χρησμὸς 〈Ἀπόλλωνος〉 ἐν Δελφοῖς, ἐν ᾧ καὶ ἐρώτησίς τις βασιλέως Ἰάσωνος, ὅτε ἐκτίζετο ὁ ναὸς τοῦ Ἀπόλλωνος εἰς τὸ Πύθιον εἰς τὸ Ἄργος Εἷς με βιάζεται οὐράνιος φώς· καὶ ὁ παθὼν θεός ἐστιν καὶ οὐ θεότης ἔπαθεν· ἄμφω γὰρ βροτὸς ὁμῶς καὶ ἄβροτος, ὁ αὐτὸς θεὸς ἢ καὶ ἀνήρ, πάντα φέρων παρὰ πατρός, ἔχων δὲ τῆς μητρὸς ἅπαντα, πατρὸς δὲ ζώων ἀλκήν, μητρὸς δὲ θνητῆς σταυρόν, τάφον, ὕβριν ἀλίτην· τοῦ καὶ ἀπὸ βλεφάρων ποτὲ χεύατο δάκρυα θερμά. ὃς πέντε χιλιάδας ἐκ πέντε πυρῶν κορέσατο, θελητὴν ἄβροτος ἀλκήν. Χριστὸς ὁμῶς θεός ἐστιν, ἐν ξύλῳ τανύσθη, ὃς θάνεν, ὃς ἐτάφη, εἰς πόλον ὦρτο.

Βίβλος αὕτη τετέλεσθαι.