Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόθεσις εἰς τοὺς Ψαλμούς

Μέγας Αθανάσιος

Η πνευματική ερμηνεία των εχθρών στους Ψαλμούς

Ερμηνευτική αρχή για την κατανόηση των εχθρών και των σχετικών καταρών στο Ψαλτήριο ως αναφορών στις δαιμονικές δυνάμεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Ὅτι προφήτης ὑπάρχων ὁ Δαυῒδ, καὶ ἠνεῳγμένους ἔχων τοὺς ἔνδον ὀφθαλμοὺς, καὶ εἰδὼς, ὅτι χαίρουσι τῇ πτώσει τῶν ἀνθρώπων τὰ πονηρὰ πνεύματα, καὶ πάλιν ἀντιλυποῦνται ἡττώμενα ἐπὶ τῇ διορθώσει τῶν ἀνθρώπων, πάντως ὅτι νοητῶς τὰς κατ᾽ αὐτῶν προσευχὰς ἐποιεῖτο, ἐκ τῶν αἰσθητῶν ἐχθρῶν πρὸς αὐτὰ μεταβαλλόμενος. Εἰ γὰρ μὴ κατὰ τοῦτον τὸν τρόπον ἐκλάβωμεν τὸν σκοπὸν τῶν προφητῶν, οὐ μόνον οὐδεμίαν οἰκοδομὴν ἐκ τῶν παρ᾽ αὐτοῖς εἰρημένων πρὸς κτῆσιν πραότητος ἕξομεν, ἀλλὰ καὶ σκληράν τινα καὶ ἐναντίαν τῆς εὐαγγελικῆς διδασκαλίας διάθεσιν ἀναληψόμεθα ἐκ τοῦ κατεύχεσθαι συχνῶς τῶν ἐχθρῶν, καὶ μὴ ἀγαπᾷν· μυριοντάκις λέγοντος τοῦ Δαυῒδ, Αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου, καὶ μὴ αἰσχυνθείην ἐγώ. Ταῦτα δὲ οὐκ ἂν πεισθείημεν οὕτως εἰρηκέναι ἄνδρας προφήτας καὶ φίλους Θεοῦ, εἰ μὴ τῷ προειρημένῳ τρόπῳ. Οὕτω γὰρ χρὴ νοεῖν τὸν φιλόπονον, ἔνθα ἂν ἐπαρώμενον εὕροι προφήτην, ἐπὶ τοὺς νοητοὺς ἐχθροὺς ἀπὸ τῶν αἰσθητῶν μεταβάλλοντα. Λοιπὸν δὴ κατασχολάζεσθαι τὸν ἀσκητὴν παντὸς ῥήματος τὴν κατανόησιν.