Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὑπόθεσις εἰς τοὺς Ψαλμούς

Μέγας Αθανάσιος

Δομή, αρίθμηση και ιστορική κατάταξη των Ψαλμών

Επεξήγηση της διαίρεσης του βιβλίου, της αρίθμησης στο εβραϊκό πρωτότυπο και των ιστορικών κριτηρίων για την κατάταξη των ψαλμών μετά τη βαβυλώνια αιχμαλωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΘΕΣΙΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ. Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν ἄνευ τῆς τοῦ ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ διαφόρως· οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐτίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὸ Ἑβραϊκὸν συνημμένοι· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ᾽ ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη πέντε διῄρηται.

Παρατηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν Ψαλμῶν σύγκειται τάξις· ἐνήλλακται δὲ παρὰ πολλοῖς τοῖς χρόνοις, ὡς ἡ βίβλος τῶν Βασιλειῶν δηλοῖ. Πολλῆς γὰρ εἰδωλολατρείας κατακρατησάσης τοῦ τῶν Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρικῶν Γραφῶν, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωσέως νόμου, μηδὲ μὴν τῆς τῶν πατέρων εὐσεβείας τι σώζεσθαι παρ᾽ αὐτοῖς. Ὅτε γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν, διελέγχοντας αὐτῶν τὰς δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ· μετὰ δὲ ταῦτά τινα τῶν προφητῶν, περὶ τῆς συναγωγῆς αὐτῶν ἐσπουδακότα, μετά γε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι· οὐκ ἀθρόως εὑρόντα τοὺς πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους· κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ Δαυῒδ ἐφεξῆς εὑρίσκεσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολομῶντος, καὶ Μωσέως, Αἰθάμ τε τοῦ Ἰσραηλίτου, καὶ Αἰμὰν, καὶ πάλιν τοῦ Δαυῒδ, εὑρίσκεσθαι ἀναμὶξ ἐν τῇ βίβλῳ τεταγμένους· οὐ καθ᾽ οὓς ἐλέχθησαν χρόνους, ἀλλὰ καθ᾽ οὓς εὕραντο. Τὸ δ᾽ αὐτὸ εὕροις γεγενημένον καὶ ἐν ταῖς τῶν προφητῶν περικοπαῖς.