Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὰ εὐαγγέλια

Μέγας Αθανάσιος

Ερμηνεία ευαγγελικών χωρίων για τη Γέννηση και τη φυγή στην Αίγυπτο

Ερωτήσεις και αποκρίσεις που αφορούν τη μνηστεία της Θεοτόκου, τους δισταγμούς του Ιωσήφ, τον βασιλιά Ηρώδη και τη φυγή στην Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΕΡΩΤΗΣΙΣ αʹ. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ.» Διὰ τί οὐκ εἶπε· Μνηστευθείσης τῆς παρθένου, ἀλλὰ «τῆς μητρὸς αὐτοῦ.» ΑΠΟΚΡΙΣΙΣ. Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τι τῶν συνήθων ἀκούσασθαι τὸν ἀκροατὴν, καταπλήξῃ τῇ τοῦ παραδόξου πράγματος ἐπαγωγῇ, λέγων· «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ἐρώτ. βʹ. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου κατ᾽ ὄναρ λέγων·» Διὰ τί μὴ φανερῶς φαίνεται ὁ ἄγγελος τῷ Ἰωσὴφ, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ;

Ἀπόκ. Ὅτι σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐ δεόμενος τῆς τοιαύτης ὄψεως. Ἐρώτ. γʹ. «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου.» Διὰ τί εἶπε· Μὴ φοβηθῇς Ἀπόκρ. Δεικνὺς αὐτὸν δεδοικότα μὴ προσκρούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων.

Ἐρώτ. δʹ. Διὰ τί εἶπε, «τὴν γυναικά σου;» Ἀπόκ. Ὡς μὴ διεφθαρμένης αὐτῆς οὔσης. Καλεῖ δὲ αὐτὴν γυναῖκα ἀπὸ τῆς μνηστείας· ὥσπερ εἰώθαμεν γαμβροὺς λέγειν καὶ προγάμους τοὺς μνηστῆρας. Ἐρώτ. εʹ. «Τέξεται δὲ Υἱόν.» Διὰ τί οὐκ εἶπε· Τέξεται δέ σοι;

Ἀπόκ. Ὅτι οὐκ αὐτῷ ἔμελλε μόνῳ τίκτεσθαι, ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ. Ἐρώτ. ϛʹ. «Ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως.» Διὰ τί προσέθηκε τὸ ἀξίωμα, εἰπὼν, «τοῦ βασιλέως;» Ἀπόκ. Ἐπειδὴ καὶ ἕτερος γέγονεν Ἡρώδης ὁ τὸν Πρόδρομον ἀνελών. Ἀλλ᾽ ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς.

Ἐρώτ. ζʹ. «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ.» Διὰ τί οὐκ εἶπε, Τὴν γυναῖκά σου, ἀλλὰ «Τὴν μητέρα αὐτοῦ;» Ἀπόκ. Ἐπειδὴ, τοῦ τόκου πέρας λαβόντος, ἐλύθη τε ἡ ὑποψία, καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. Διὰ τοῦτο οὖν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται ὁ ἄγγελος, καὶ οὐκέτι τὴν γυναῖκα αὐτοῦ καλεῖ.

Ἐρώτ. ηʹ. «Καὶ φεῦγε Εἰς Αἴγυπτον.» Διὰ τί ἀκούσας· «Φεῦγε εἰς Αἴγυπτον,» οὐκ ἐταράχθη; Ἀπόκ. Ἐπειδὴ πιστὸς ἦν ὁ ἀνὴρ, διὸ ὑπακούει καὶ πείθεται. Ἐρώτ. θʹ. Διὰ τί οὐκ εἰς ἄλλην χώραν πέμπεται, ἀλλ᾽ εἰς Αἴγυπτον;

Ἀπόκ. Ἵνα πληρωθῇ ἡ προφητεία ἡ λέγουσα, ὅτι «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.» Ἐρώτ. ιʹ. «Ἀκούσας δὲ Ἰησοῦς, ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.» Διὰ τί ἀνεχώρησεν; Ἀπόκ. Παιδεύων ἡμᾶς φεύγειν τοὺς πειρασμούς.