Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὰ εὐαγγέλια

Μέγας Αθανάσιος

Ερμηνεία χωρίων από τη δημόσια δράση και τα θαύματα του Χριστού

Εξετάζονται ερμηνευτικά ζητήματα από την Επί του Όρους Ομιλία, τον πρόλογο του κατά Ιωάννην Ευαγγελίου και το θαύμα του πολλαπλασιασμού των άρτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως. Ἐρώτ. ιαʹ. «Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.» Διὰ τί ἀνέβη εἰς τὸ ὄρος; Ἀπόκ. Διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ᾽ ἑαυτοῦ. Ἀλλ᾽ ὅτε μὲν περιπατῆσαι ἔδει, αὐτὸς μόνος περιῄει πανταχοῦ, καὶ πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ ἐκάθητο τόπῳ.

Ἐρώτ. ιβʹ. «Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτούς.» Διὰ τί εἶπεν· «Ἀνοίξας τὸ στόμα αὐτοῦ;» Ἀπόκ. Ἵνα μάθωμεν, ὅτι καὶ σιγῶν ἐπαίδευεν, οὐχὶ μόνον φθεγγόμενος. Ἐρώτ. ιγʹ. «Προσέχετε, φησὶ, τὴν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς.» Διὰ τί ἐπὶ μὲν τῆς ἐλεημοσύνης προσέθηκεν εἰπὼν, ἐπὶ δὲ τῆς προσευχῆς καὶ τῆς νηστείας οὐδαμῶς;

Ἀπόκ. Ἐπειδὴ τὴν ἐλεημοσύνην μὲν ἀδύνατον πάντη λαθεῖν, εὐχὴν δὲ καὶ νηστείαν δυνατόν. Ἐρώτ. ιδʹ. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Διὰ τί ἀφεὶς τὸν Πατέρα, περὶ τοῦ Υἱοῦ διαλέγεται; Ἀπόκ. Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ᾽ ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνοεῖτο.

Καὶ εἰκότως τὴν περὶ αὐτοῦ γνῶσιν ἐκ προοιμίων ἐσπούδασε διδάξαι τοὺς οὐκ εἰδότας αὐτόν. Ἐρώτ. ιεʹ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Διὰ τί οὐκ εἶπεν ἐν Θεῷ; Ἀπόκ. Πρῶτον μὲν τὴν καθ᾽ ὑπόστασιν αὐτοῦ ἀϊδιότητα ἐμφαίνων ἡμῖν· εἶτα καὶ σαφέστερον αὐτῷ προϊὼν, ἀπεκάλυψεν ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. «Ἐν τῷ κόσμῳ ἦν·» οὐχ ὡς τοῦ κόσμου σύγχρονος. Διὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο.» Ἐρώτ. ιϛʹ. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐλόγησε τοὺς ἄρτους.» Διὰ τί ἀνέβλεψε, καὶ οὕτως εὐλόγησεν;

Ἀπόκ. Πρῶτον μὲν ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι· δεύτερον δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτεσθαι τραπέζης ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τροφὴν ἡμῖν παρέχοντι. Ἐρώτ. ιζʹ. Διὰ τί ἐν ἐρήμῳ τὸ τῶν ἄρτων θαῦμα ποιεῖ, καὶ πεντακισχιλίους τρέφει;

Ἀπόκ. Ἵνα μεθ᾽ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν. Ἐρώτ. ιηʹ. Καὶ ἦραν ἐκ τῶν περισσευμάτων κλασμάτων. Διὰ τί οὐχ ὁλόκληροι ἄρτοι, ἀλλὰ κλάσματα ἐπερίσσευσαν.

Ἀπόκ. Ἵνα δείξῃ, ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα πλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγενημένον, καὶ ἵνα μή τις φαντασίαν νομίσῃ εἶναι τοῦτο. Ἐρώτ. ιθʹ. «Δώδεκα κοφίνους.» Διὰ τί δώδεκα κοφίνους ἐπλήρωσαν;