Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὰ εὐαγγέλια

Μέγας Αθανάσιος

Ερμηνεία διαφόρων παραβολών και ειδική ανάλυση για τον πλούσιο και τον Λάζαρο

Προσεγγίσεις σε μεμονωμένα χωρία, όπως η συνάντηση με τη Σαμαρείτιδα, και εκτενής ερμηνευτική ανάλυση της παραβολής του πλουσίου και του Λαζάρου σχετικά με τη στάση του Αβραάμ και τη μετά θάνατον κατάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ἀπόκ. Ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν. Ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Ἐρώτ. κζʹ. «Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν ζητεῖς παρ᾽ ἐμοῦ πιεῖν ὕδωρ, Σαμαρείτιδος οὔσης;» Πόθεν αὐτὸν γνωρίσασα, Ἰουδαῖον εἶναι, φησὶ πρὸς αὐτόν· «Πῶς σὺ Ἰουδαῖος ὤν;» Ἀπόκ. Ἀπὸ τοῦ σχήματος, ἴσως καὶ τῆς διαλέξεως.

Ἐρώτ. κηʹ. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Διὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Παναγία Ἀπόκ. Ἐπειδὴ Θεὸς ὑπάρχων ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνομάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός.

Ἐρώτ. κθʹ. «Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» Διὰ τί ἐν τῇ φάτνῃ ἀνεκλίθη; Ἀπόκ. Ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτηνοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν παράσχῃ σύνεσιν. Ἐρώτ. λʹ. «Ἄνθρωπος κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε.» Τίς ὁ ἄνθρωπος, καὶ τίς ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταί;

Ἀπόκ. Ἄνθρωπος μὲν ὁ Ἀδάμ· Ἱερουσαλὴμ δὲ ὁ παράδεισος· Ἱεριχὼ δὲ οὗτος ὁ κόσμος· καὶ λῃσταὶ οἱ δαίμονες. Ἐρώτ. λαʹ. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις ἰδὼν αὐτὸν ἀντιπαρῆλθε· καὶ λευΐτης ὁμοίως. Σαμαρείτης δὲ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ. Τί ἦν τὸ, «κατὰ συγκυρίαν;» καὶ τίς ὁ ἱερεύς; καὶ τίς ὁ λευΐτης; καὶ τίς ὁ Σαμαρείτης;

Ἀπόκ. Τὸ μὲν «κατὰ συγκυρίαν» δηλοῖ· τὸ ἐκ θείας οἰκονομίας· ἱερεὺς δέ ἐστιν ὁ νόμος· λευΐτης δὲ οἱ ἀπὸ τῆς λευϊτικῆς ἱερωσύνης διδάσκαλοι· Σαμαρείτης δὲ ὁ Χριστός. Ἐρώτ. λβʹ. Καὶ διὰ τί λέγεται Σαμαρείτης ὁ Χριστός· Ἀπόκ. Διὰ τὸ τοὺς Ἰουδαίους αὐτὸν οὕτως ἀποκαλεῖν ὅτι «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις.» Ἐρώτ. λγʹ. «Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ.» Διὰ τί ἀποθνήσκει πρῶτον ὁ Λάζαρος παρὰ τὸν πλούσιον;

Ἀπόκ. Ἵνα μηδεμιᾶς ἀπολογίας πρόφασις ὑπολείπηται τοῦ πλουσίου, ὡς μέλλοντος εὐποιεῖν εἰς αὐτόν. Ἐρώτ. λδʹ. «Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ὁ πλούσιος, ὁρᾷ τὸν Λάζαρον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ.» Διὰ τί οὐκ ἀλλαχοῦ, ἀλλ᾽ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ὁρᾷ τὸν Λάζαρον;

Ἀπόκ. Ἐπειδὴ, ὥσπερ τὸν Ἀδὰμ ἐκβαλὼν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καταντικρὺ τοῦτον κατῴκισεν, ἵνα ἡ συνεχὴς ὄψις, ἀνανευοῦσα τὸ πάθος, ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὲ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα μειζόνως κατατρύχηται.

Ἐρώτ. λεʹ. Καὶ διὰ τί οὐκ ἐν ἄλλῳ δικαίῳ τὸν Λάζαρον ὁρᾷ ὁ πλούσιος, ἀλλ᾽ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν᾽ οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ᾽ ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς παροδίτας ἐξενοδόχει· οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα.

Ἐρώτ. λϛʹ. «Πάτερ Ἀβραὰμ, ἐλέησόν με.» Διὰ τί οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν ὁ πλούσιος, ἀλλὰ πρὸς τὸν Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ ᾐσχύνετο καὶ ἠρυθρία· ἐνόμιζε γὰρ αὐτὸν μνησικακεῖν δι᾽ ὧν ἔπραξεν εἰς αὐτόν.