Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν

Μέγας Αθανάσιος

Θεολογικά ζητήματα εκ των Επιστολών: Βάπτισμα, σταυρός και πνευματικός αγώνας

Ερμηνεία αποστολικών χωρίων για τη δύναμη του σταυρού, τα είδη του βαπτίσματος, την κρίση των έργων και την ανακαίνιση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

ΕΞ ΕΠΙΣΤΟΛΩΝ ΠΑΥΛΟΥ. Ἐρώτ. ϟαʹ. «Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται.» Ἑρμηνεία. Ἐπαινεῖ πάντας τοὺς ἐργαζομένους τὸ ἀγαθόν. Ἕλληνα δὲ οὐ τὸν εἰδωλολάτρην λέγει, ἀλλὰ τὸν θεοσεβῆ, μὴ πιστεύοντα δὲ τὸν Χριστὸν, μήτε νόμον κρατοῦντα τὸν παλαιόν· ἀλλὰ χωρὶς νόμου ὑπάρχει. Ὀνομάζει δὲ καὶ σέβεται τὸν Θεὸν, καὶ φυλάττει καὶ ἀρετήν. Ὁ τοιοῦτος ἐὰν καὶ πταίσῃ, ἐλαφρότερον μέλλει κολάζεσθαι ὑπὲρ τὸν Ἰουδαῖον, ὅτι ὁ Ἰουδαῖος παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· «Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται·» τὴν ἐλαφροτέραν κόλασιν ὑπολάμβανε· τὸ δὲ, «Ὅσοι ἐν νόμῳ ἥμαρτον,» τὴν χείρονα κόλασιν καὶ τιμωρίαν.

Κείμενον ϟβʹ. «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Ἀπόκ. Σύμφυτοι γεγόναμεν, ἤγουν μέτοχοι· ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν, ταφὲν ἐν τῇ γῇ, ἔφυσε σωτηρίαν τῷ κόσμῳ· οὕτω καὶ τὸ ἡμῶν σῶμα, ταφὲν ἐν τῷ βαπτίσματι, ἔφυσε δικαιοσύνην ἡμῖν αὐτοῖς.

Τὸ δὲ ὁμοίωμα οὕτως ἔχει· ὥσπερ ὁ Χριστὸς ἀπέθανε, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι θνήσκοντες ἀνιστάμεθα. Τὸ γὰρ καταδῦσαι τὸ παίδιον ἐν τῇ κολυμβήθρᾳ τρίτον καὶ ἀναδῦσαι, τοῦτο δηλοῖ τὸν θάνατον καὶ τὴν τριήμερον ἀνάστασιν τοῦ Χριστοῦ.

Ἐρώτ. ϟγʹ. Τί ἐστι· «Τὸ γὰρ ἀδύνατον διὰ τοῦ νόμου, ἐν ᾧ ἠσθένει, διὰ τῆς σαρκὸς, ὁ Θεὸς,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Ἠσθένει, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον. Οὐ γὰρ ἠδύνατο ὁ ἄνθρωπος τὴν τυραννίδα καὶ τὴν πύρωσιν ὑποφέρειν τῆς σαρκός. Διὰ τοῦτο ἔπεμψεν ὁ Θεὸς τὸν μονογενῆ Υἱὸν αὐτοῦ, ἵνα διὰ τῆς σαρκὸς αὐτοῦ κατακρίνῃ τὴν ἁμαρτίαν. Τὸ δὲ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ εἶπεν, ἐν σαρκὶ ἁμαρτίας, ἀλλ᾽ ἐν ὁμοιώματι. Ὡμοιώθη γὰρ κατὰ πάντα ἡ ἀνθρωπίνη σὰρξ τοῦ Χριστοῦ τῇ ἀνθρωπίνῃ σαρκὶ, καθ᾽ ὃ τέλειος ἄνθρωπος ἦν. Ἁμαρτωλὸς δὲ οὐκ ἐγένετο ἡ σὰρξ αὐτοῦ, καθάπερ ἡ ἡμετέρα σάρξ. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.» Ἐρώτ. ϟδʹ. Τί λέγει· «Δότε τόπον τῇ ὀργῇ;» Ἀπόκ. Τῷ λυπήσαντί σε καὶ θλίψαντι, ἢ ἀδικήσαντι, συγχώρησον σὺ αὐτῷ, ἀνάθου δὲ τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως, κἀκεῖνος οἰκονομήσει τὰ δέοντα. Τὸ δὲ, «Μακάριος ὁ μὴ κρίνων ἐν ᾧ δοκιμάζει,» τοῦτο δηλοῖ· ὅταν ποιεῖς τι οἰκονομικῶς πρὸς σωτηρίαν τοῦ ἀδελφοῦ σου, καὶ πάντες μέμφονται, τὸ δὲ σὸν συνειδὸς οὐ κατακρίνει σε, μακάριος εἶ.

Ἐρώτ. ϟεʹ. Τί λέγει· «Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον;» Ἀπόκ. Ἐὰν εἴπωμεν, φησὶν, Ἰουδαίῳ· Πίστευσον· λέγει, Ἀναστήσατε νεκροὺς, ἰάσασθε μαινῶντας.

Ἐὰν δὲ εἴπωμεν Ἕλληνι, ἀπαιτεῖ ἡμῖν ῥητορικὸν λόγον. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ὅστις ἐστὶ καὶ δύναμις τῶν σημείων, καὶ πέλαγος τῆς σοφίας. Ἀλλ᾽ ἐκεῖνοι σκανδαλίζονται, καὶ μωρὸν ἡγοῦνται τὸ κήρυγμα, ἀκούοντες Θεὸν ἐσταυρωμένον· καὶ οὐ θαῦμα, καὶ γὰρ οἱ ἀσθενοῦντες τοὺς ὀφθαλμοὺς, οὐ δύνανται βλέπειν τὸν ἥλιον καθαρῶς· οὕτω καὶ αὐτοί. Τὸ δὲ, ὅτι «Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ,» λέγει τὸν σταυρόν. Καὶ γὰρ οἱ σοφοὶ καὶ φιλόσοφοι καὶ οἱ δυνατοὶ εἰς μάταια ἠσχολήθησαν, καὶ ἐφιλοπόνησαν, καὶ οὐδὲν ἀγαθὸν κατώρθωσαν. Ὁ δὲ σταυρὸς, ὃν ἐνόμιζον ἐκεῖνοι μωρίαν, τὸν κόσμον ἔσωσε· καὶ διὰ τοῦτο σοφώτερον πάντων ἐστὶν, ὅτι μεγάλα εἰργάσατο ἀγαθά.

Ἐρώτ. ϟϛʹ. Καὶ, «Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν,» οὕτω λέγει. Ἀπόκ. Ἀσθενὲς τοῦ Θεοῦ λέγει τῶν ἀποστόλων τὸ φρόνημα, ὅτι ἄνθρωποι ἰδιῶται καὶ ἀγράμματοι ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἐσαγήνευσαν, καὶ βασιλεῖς, καὶ ἄρχοντας, καὶ σοφοὺς, καὶ δυνάστας ἐνίκησαν.

Κείμενον ϟζʹ. «Σοφίαν δὲ λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην.» Ἀπόκ. Ὁρᾷς, πῶς καλεῖ αὐτὸς σοφίαν, ἣν ἔλεγε πρῶτον μωρίαν. Καὶ γὰρ μυστήριον πρῶτον οἰκονομίαν λέγει, ὅτι οὔτε ἄγγελος, οὔτε κτιστὴ δύναμις ἄλλη ἐγίνωσκε τὸ μυστήριον καὶ τὴν οἰκονομίαν ταύτην, ὅτι μέλλει ὁ Θεὸς ἐπὶ τῆς γῆς σαρκωθῆναι.

Ὅταν δὲ γέγονε, τότε πάντες ἐγνώκασι, καθὼς λέγει ὁ Ἀπόστολος· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις.» Λέγει δὲ ἀλλαχοῦ πάλιν μυστήριον τὰ ἐξαίρετα ἔργα τοῦ Θεοῦ, οἷον τὴν γέννησιν, τὴν φάτνην, τὸ βάπτισμα, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· «Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον.» Τοῦτο δὲ λέγει διὰ τὴν ἑορτὴν τοῦ βαπτίσματος· καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.

Ἐρώτ. ϟηʹ. Τί λέγει· «Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός;» Ἀπόκ. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται τὴν βασιλείαν τῶν οὐρανῶν· σωθήσεται δὲ αὐτὸς ὡς διὰ πυρός. Πῶς δὲ σωθήσεται; τουτέστι, σῶος καὶ ἀκέραιος μένει ἐν τῷ πυρὶ, καὶ οὐκ ὄψεται θάνατον, ἀλλὰ τὸ ἔργον αὐτοῦ μόνον κατακαήσεται καὶ χαωθήσεται. Αὐτὸς δὲ ἀκέραιος μένει εἰς αἰῶνα αἰῶνος κολαζόμενος, καὶ οὐ διαλυθήσεται.

Ἐρώτ. ϟθʹ. Τί λέγει· «Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ;» Ἀπόκ. Τοῦτο λέγει διὰ τοὺς πονηροὺς καὶ σκολιοὺς ἀνθρώπους. Ὅτι, ὥσπερ ἡ παλαιὰ ζύμη μικρὰ μὲν ἔστι, πολὺ δὲ ἄλευρον ποιεῖ ζυμωθῆναι· οὕτω καὶ ὁ κακοποιὸς ἄνθρωπος, τρέφων ἐν ἑαυτῷ τὴν κακίαν, μεταδίδωσι καὶ τοῖς ἄλλοις, καὶ γίνεται σκάνδαλον, καὶ καταβλάπτει πολλούς. Διὰ τοῦτο πάλιν λέγει· «Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέοι·» τουτέστιν· Ἐκδιώξατε τὸν πονηρὸν καὶ σκολιὸν ἐξ ὑμῶν, ἢ φύγετε ἀπ᾽ αὐτοῦ· ἐπειδὴ πᾶσα κακία μολύνει τὸν ἄνθρωπον. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ, φεύγων τοὺς πονηροὺς, ἔλεγεν· «Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων.» Διὰ τί δὲ ταῦτα ἐποίει; Ἐπειδὴ πάλιν λέγει ἀλλαχοῦ· «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψῃς.» Καὶ γὰρ οἷός ἐστιν ὁ συνοικῶν μετὰ σοῦ, τοιοῦτον ἀπεργάσεται εἶναί σε.

Ἐρώτ. ρʹ. Τί λέγει· «Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει;» Ἀπόκ. Κοίλιαν τὴν γαστριμαργίαν λέγει, οὐχὶ τὴν γαστέρα. Καὶ γὰρ τὰ βρώματα πρὸς τὴν γαστριμαργίαν ἔχει, φησὶ, τὴν φιλίαν, καὶ αὐτὴ πρὸς αὐτὰ, καὶ οὐ δύναται ὁ γαστρίμαργος δουλεύειν τῷ Θεῷ, ἀλλὰ δουλεύειν τὴν ἑαυτοῦ γαστέρα κραιπαλῶν, καὶ γαστριμαργῶν. Διὸ κατήργησεν αὐτὴν λέγων· «Ὁ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει·» τουτέστι τὰ βρώματα καὶ τὴν γαστριμαργίαν· οὐ γὰρ τὴν γαστέρα κατήργησε· μὴ γένοιτο! Ἄκουε γὰρ αὐτοῦ λέγοντος· «Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ.» Ὥστε οὐ κατήργησε τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν, οὐδὲ τὴν σύμμετρον τροφὴν, ἀλλὰ τὴν ἀμετρίαν· ἐπειδὴ ἐξ αὐτῶν τίκτεται ἡ πορνεία.

Διὰ τοῦτο λέγει, ὅτι Τὸ σῶμα οὐκ ἐδόθη ἐξουσιάζεσθαι ὑπὸ τῆς γαστριμαργίας, ἵνα περιπίπτῃ εἰς πορνείαν, ἀλλ᾽ ἵνα δουλεύῃ τῷ Κυρίῳ· καθὼς λέγει πάλιν ἀλλαχοῦ ὄπισθεν, ὅτι «Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος.» Τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι πάντα τὰ βρώματα, ἅπερ ἔκτισεν ὁ Θεὸς εἰς τροφὴν τοῦ ἀνθρώπου, καλά εἰσι, καὶ ἁρμόζει μοι ἐκ πάντων ἐσθίειν καὶ τρέφεσθαι· ἀλλ᾽ οὐ γενήσομαι δοῦλος τῶν βρωμάτων· οὐδὲ ἐξουσιάσει μου ἡ γαστριμαργία· οὐ συμφέρει μοι· οὐδὲ γὰρ ἀγαθὸν οἰκοδομεῖ ἐν ἐμοί. Διὰ τοῦτο, μόνον τοῖς ἀναγκαίοις ἀρκούμενοι, τὰ περισσὰ διαπτύσσομεν, ὡς οὐκ ὠφέλιμα, ἀλλὰ καὶ βλαβερὰ συνεστῶτά μοι, ἐπιθυμίας ἀτόπους γεννῶντα τοῖς κεκτημένοις αὐτά.

Ἐρώτ. ραʹ. Τί λέγει· «Καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσθησαν;» Ἀπόκ. Σημεῖον ἦν τοῦ βαπτίσματος τὸ διαπεράσαι τὸν Ἰσραηλίτην λαὸν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ὥσπερ γὰρ ἐκεῖνοι περάσαντες ἔφυγον τῶν ἐχθρῶν τὴν ἐπιβουλὴν, καὶ ἐν τῇ ἐρήμῳ τῷ μάννα ἐτρέφοντο· οὕτω δὴ καὶ οἱ βαπτιζόμενοι λυτροῦνται τοῦ νοητοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων δαιμόνων, καὶ τρέφονται τῷ ἐπουρανίῳ ἄρτῳ τοῦ ἁγίου Πνεύματος.

Ἐπεὶ δὲ περὶ τοῦ βαπτίσματος ὁ λόγος, εἴπωμεν σαφέστερον περὶ αὐτοῦ.

Περὶ τοῦ ἁγίου βαπτίσματος. Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας· δεύτερον τὸ τοῦ Μωσέως, ὅτε τὴν Ἐρυθρὰν διεπέρασε· τυπικὸν γὰρ ἦν· ὥσπερ γὰρ ἐκεῖ ἡ θάλασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον.

Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆλθον τῆς Αἰγύπτου οἱ Ἑβραῖοι μετὰ Μωσέως, ἀπέστειλεν νέφος, ὥσπερ στῦλον πυρὸς, καὶ ἐφώτιζεν αὐτοὺς τὴν νύκτα, ὥστε περιπατεῖν αὐτοὺς καὶ τὴν νύκτα, ἵνα μὴ φθάσωσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ὄπισθεν δὲ αὐτῶν περιεπάτει νεφέλη, καὶ ἐπεσκίαζεν αὐτοὺς, ἵνα μὴ ὁρῶσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Καὶ τοῦτό ἐστι τὸ δεύτερον βάπτισμα. Τρίτον δὲ τὸ νομικὸν, ὅπερ εἶχον οἱ Ἑβραῖοι. Πᾶς γὰρ ἀκάθαρτος ἐλούετο ὕδατι, ἐπλύνετο τὰ ἱμάτια αὐτοῦ, καὶ οὕτως εἰσήρχετο εἰς τὴν παρεμβολήν. Τέταρτον βάπτισμα τὸ τοῦ Ἰωάννου, εἰσαγωγικὸν μὲν, οὔπω δὲ ὅλον πνευματικὸν, ἀλλ᾽ εἰς μετάνοιαν μόνον. Πέμπτον τὸ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ καὶ αὐτὸς ἐβαπτίσατο. Τοῦτο δὲ ὅλον πνευματικόν· τοῦτο καὶ ἡμεῖς βαπτιζόμεθα.

Ἕκτον τὸ διὰ δακρύων, ὄντως ἐπίπονον, ὡς ὁ λούων καθ᾽ ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ, καὶ μετανοῶν καὶ θρηνῶν ἐφ᾽ οἷς ἥμαρτεν. Ἕβδομον βάπτισμα τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὅπερ καὶ αὐτὸς ὁ Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Ὄγδοον τὸ τελευταῖον οὐ σωτήριον, ἀλλὰ καυστικὸν, καὶ κολάζον ἀτελεύτητα καὶ αἰωνίως τοὺς ἁμαρτωλούς.

Ἐρώτ. ρβʹ. Τί λέγει· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται;» Ἀπόκ. Ὅτι πᾶς ὁ τὴν ἑαυτοῦ σάρκα τρέφων εἰς κόρον, οὐ δύναται βασιλείας Θεοῦ κληρονομῆσαι. Ἐρώτ. ργʹ. Τί λέγει· «Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα, Μαρὰν ἀθά;» Ἀπόκ. Τουτέστι· Χωρίσατε αὐτὸν ἀπὸ τῆς Ἐκκλησίας καὶ τῶν πιστῶν, καὶ ἔστω κεχωρισμένος ἀπὸ τοῦ λαοῦ ὁ μὴ πιστεύων. Ὁ γὰρ Κύριος ἦλθε· τοῦτο γὰρ ἑρμηνεύει τὸ Μαρὰν ἀθά.

Ἐρώτ. ρδʹ. «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεται;» Ἀπόκ. Τουτέστιν· Εἴ τις εἰς Χριστὸν ἐπίστευσεν, εἰς ἑτέραν ἦλθε διαγωγήν. Ἄνωθεν γὰρ ἐγεννήθη διὰ τοῦ Πνεύματος, καὶ ζῇ οὐ τὴν ἐν ἁμαρτίαις, ἀλλὰ τὴν ἐν πνεύματι ζωήν.

Ἐρώτ. ρεʹ. «Τρὶς ἐναυάγησα.» Ἀπόκ. Μυστικῶς αἰνιττόμενος λέγει. Τρίτον γὰρ ἐναυάγησεν ἡ ἀνθρωπότης· πρῶτον διὰ τῆς παραβάσεως· δεύτερον ἐν τῷ κατακλυσμῷ τοῦ Νῶε· τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, εἰς εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως ἐλθὼν ὁ τῶν ψυχῶν κυβερνήτης Χριστὸς, καὶ στήσας τὸ ἱστίον τοῦ σταυροῦ, ἀχείμαστον ἡμῶν τὸν πλοῦν εἰς οὐρανὸν ᾠκοδόμησεν.

Ἐρώτ. ρϛʹ. «Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα;» Ἀπόκ. Νυχθήμερον λέγει τὴν πρὸ τῆς Χριστοῦ παρουσίας ἐν σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ τοῦ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν.

Ἑτέρα. Τινὲς δέ φασιν, ὅτι ἐν μέσῳ πελάγους πλέων· οἱ δὲ, ὅτι νηχόμενος καὶ κολυμβῶν, ἔνθα οὔτε γῆν οὔτε ὄρος ἦν ἰδεῖν. Κείμενον ρζʹ. «Ἐδόθη μοι σκώλωψ τῇ σαρκὶ, ἄγγελος Σατὰν, ἵνα με κολαφίζῃ.» Ἑρμην. Σατὰν ὁ ἀντικείμενος λέγεται. Ἄγγελον τοίνυν Σατὰν λέγει Ἀλέξανδρον τὸν χαλκέα, καὶ Ὑμέναιον καὶ Φιλητὸν, οἵτινες ἐπείραζον αὐτὸν, καὶ ἀντέκειντο λέγοντες, ὅτι ἀνάστασις ἐγένετο· καὶ κρατοῦντες αὐτὸν, ἔβαλον εἰς δεσμωτήρια, καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξαντο.

Κείμενον ρηʹ. «Ἀρκεῖ σοι ἡ χάρις μου.» Ἀπόκ. Τοῦτ᾽ ἔστιν· Ἀρκεῖ σοι ἡ χάρις μου, ὅτι νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θεραπεύεις, καὶ ἄλλα τῶν σημείων ποιεῖς. Ἐλαυνόμενοι δὲ καὶ διωκόμενοι νικᾶτε τοὺς διώκοντας.

Ἐρώτ. ρθʹ. Τί λέγει· «Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ;» Ἀπόκ. Τὸ ἐξελθεῖν ἀπὸ τοῦ βίου καὶ φροντίδων αὐτοῦ, καὶ νεκρὸν γενέσθαι τοῖς πάθεσι, καὶ ταῖς ἐπιθυμίαις καὶ νηστεύειν, καὶ ἀγρυπνεῖν, καὶ κακοπαθεῖν ἐν τῇ ἀσκήσει, ὡς καὶ ἀλλαχοῦ λέγει· «Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Ἐρώτ. ριʹ. Τί λέγει· «Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας;» Ἀπόκ. Τουτέστιν, ἡ ἔχθρα, ἣν εἴχομεν πρὸς τὸν Θεὸν οἱ ἄνθρωποι διὰ τὰς ἡμῶν ἁμαρτίας. Σαρκωθεὶς οὖν ὁ Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρτίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνοποίησε τὰ πάντα, καὶ υἱοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τὸ καθ᾽ ἡμῶν χειρόγραφον ἐπὶ τοῦ σταυροῦ.

Τί δὲ ἦν τὸ χειρόγραφον, ἄκουσον· Ὅτε παρέβη τὴν ἐντολὴν ὁ Ἀδὰμ, καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου διὰ τῆς χειρὸς αὐτοῦ, καὶ ἔφαγεν, ἐγράφη χειρὶ αὐτοῦ ἡ ἁμαρτία, καὶ κατεῖχεν αὐτὸ τὸ ἔγγραφον ὁ διάβολος. Ὅτε δὲ ἦλθεν ἐπὶ τοῦ ξύλου ὁ Χριστὸς, τουτέστιν ἐν τῷ σταυρῷ, καὶ ἐτρώθη τοῖς ἥλοις τὰς χεῖρας, τότε προσήλωσεν αὐτὸ ἐν τῷ σταυρῷ καὶ ἐξήλειψεν. Αὐτὸς γὰρ ὁ διάβολος ὁ κρατῶν τὸ χειρόγραφον τῆς παραβάσεως τοῦ Ἀδὰμ, αὐτὸς ἔσχισεν, ἐπειδὴ ὑπὸ Χριστοῦ ἐδεσμεύθη ἐπὶ τοῦ σταυροῦ.

Ἐρώτ. ριαʹ. Τί λέγει· «Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός;» Ἀπόκ. Καθεύδοντα λέγει τὸν ἐν ἁμαρτίαις κείμενον. Καὶ γὰρ ὁ ἐν ἁμαρτίαις ζῶν νεκρὸς λέγεται εἶναι. Καὶ ὥσπερ ὁ νεκρὸς ἀκίνητός ἐστιν, οὕτω καὶ ὁ ταῖς ἁμαρτίαις νενεκρωμένος πρὸς τὸ ἀγαθὸν ἀκίνητος μένει.

Κείμενον ριβʹ. «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ.» Ἀπόκ. Λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ ἀμέτοχος τοῦ Πνεύματος οὐ δυνατός ἐστι πρὸς τὰς ἀντικειμένας δυνάμεις. «Καὶ γὰρ οὐκ ἔστιν ἡ πάλη, φησὶ, πρὸς αἷμα καὶ σάρκα·» ἤγουν, οὐ πρὸς ἀνθρώπους ἐστὶν ὁ πόλεμος, «ἀλλὰ πρὸς τὰς ἀρχάς.» Ἀρχὰς δὲ λέγει τοὺς δαίμονας, ἐπειδὴ ἐν τῷ κόσμῳ τούτῳ ἄρχουσιν, ἀλλὰ τῶν ἔργων τοῦ σκότους. Τὸ δὲ «ἐν τοῖς ἐπουρανίοις,» ἐπειδὴ οὐ διὰ μικρὸν ἔργον πολεμοῦσιν ἡμᾶς οἱ δαίμονες, ἀλλὰ διὰ οὐράνια ἀγαθά.

Ἐπειδὴ γὰρ ἀγωνιζόμεθα διὰ τὴν ἐν οὐρανοῖς βασιλείαν, πολεμοῦσιν ἡμᾶς χαλεπῶς. Διὰ τοῦτο ἁρμόζει πάντοτε γρηγορεῖν, καὶ νικᾷν αὐτοὺς τῇ δυνάμει καὶ χάριτι τοῦ Χριστοῦ. Θυρεὸν δὲ τῆς πίστεως τὴν πίστιν λέγει τὴν εἰλικρινῆ καὶ διάπυρον.

Ἐρώτ. ριγʹ. Τί λέγει· «Ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον;» Ἀπόκ. Παλαιὸν ἄνθρωπον τὸν πρῶτον λέγει, τὸν ἀπὸ τῆς πτώσεως τοῦ Ἀδὰμ γεγεννημένον, ἢ τὴν πονηρίαν τὴν ἐξ αὐτοῦ καὶ πᾶσαν κακίαν· νέον δὲ ἄνθρωπον τὴν κατὰ Χριστὸν πολιτείαν, ἤτοι ἐνάρετον καὶ ἀγαθὴν πολιτείαν.