Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν

Μέγας Αθανάσιος

Εσχατολογία: Ανάσταση των νεκρών και τελική κρίση

Αναφορά στη Δευτέρα Παρουσία του Κυρίου, την ελπίδα των κεκοιμημένων, τη συγκέντρωση των πιστών στις νεφέλες και τον ρόλο του Χριστού ως τελικού κριτή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Ἐρώτ. ριδʹ. Τί λέγει· «Ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα;» Ἀπόκ. Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἐκείνοις ἁρμόζει λυπεῖσθαι. Πρόσεχε δὲ, πῶς ἐπὶ Χριστοῦ εἶπεν, ὅτι ἀπέθανε καὶ ἀνέστη. Ἐπὶ δὲ τοῦ κοινοῦ λαοῦ, εἶπε, «τῶν κεκοιμωμένων,» ἵνα δείξῃ, ὅτι οἱ κοιμώμενοι ἀναστήσονται.

Ἐρώτ. ριεʹ. Τί λέγει· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ;» Ἀπόκ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς, βουληθεὶς καταβῆναι ἐπὶ τῆς γῆς καὶ σαρκωθῆναι, οὐκ ἐφοβήθη καταβῆναι τοῦ ἀξιώματος.

Οὐ γὰρ εἶχεν ἐξ ἁρπαγῆς τὴν θεότητα, ὥσπερ τις ἔχει πρᾶγμα ἐξ ἁρπαγῆς, καὶ φοβεῖται ἀπολέσαι αὐτό. Οὐ τοιοῦτος ἦν ὁ Χριστὸς, μὴ γένοιτο! ἀλλὰ Θεὸς ὢν τέλειος, ἠθέλησε καὶ ἄνθρωπος γενέσθαι. Ἐρώτ. ριϛʹ. «Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου.» Ἀπόκ. Τὸν λόγον τοῦ Κυρίου, ὃν εἴρηκεν, ὅτι ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται. «Τοῦτο λέγομεν καὶ ἡμεῖς· ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας.» Ζῶντές εἰσιν οἱ εὑρισκόμενοι τότε ἐν τῇ ἀναστάσει.

Καὶ γὰρ εὑρεθήσονται ἄνθρωποι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ὄψονται θάνατον, πλὴν οὐ μὴ φθάσωσι τοὺς κοιμηθέντας. Πρῶτοι γὰρ ἀναστήσονται οἱ τελευτήσαντες, καὶ μετὰ ταῦτα οἱ ζῶντες ἀλλαγήσονται, καὶ ἁρπαγήσονται ἐν τῷ ἅμα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Πῶς δὲ γενήσεται ἡ ἁρπαγὴ, ἄκουσον.

Καθὼς ὁ Κύριος ἐν κελεύσματι, τουτέστιν ἐν κελεύσει, καὶ οἱ ἄγγελοι κραυγάζουσιν· Ἐγείρεσθε, ἦλθεν ὁ Νυμφίος· τότε καταβήσεται ἀπ᾽ οὐρανοῦ. Καὶ πρῶτον ἐγερθήσονται οἱ νεκροί· μετὰ δὲ ταῦτα καὶ οἱ ζῶντες ἀλλαγήσονται, καὶ γενήσονται ἄφθαρτοι. Καὶ μετὰ τοῦτο πάντες οἱ ἅγιοι καὶ ἄξιοι ἁρπαγήσονται ὑπὸ νεφελῶν, καὶ δέξονται τὸν Κύριον ἡμῶν ἐρχόμενον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· «Καὶ ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα.» Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός ἐστι τῶν δικαίων. Οἱ δὲ ἁμαρτωλοὶ περιμένουσιν αὐτὸν καταβῆναι.

Τοῦτο δὲ γίνεται, ὥσπερ ἐπὶ βασιλέως ἀπερχομένου ἐν πόλει τινί· οἱ μὲν πρῶτοι καὶ ἔνδοξοι τῆς πόλεως ἐξέρχονται εἰς ἀπάντησιν αὐτοῦ· οἱ δὲ πένητες καὶ εὐτελεῖς προσκαρτεροῦσιν, ἕως οὗ παραγίνεται εἰς τὴν πόλιν. Οὕτω μοι νόει καὶ ἐπὶ τοῦ Χριστοῦ, ὅτι, κατερχομένου αὐτοῦ ἐκ τοῦ οὐρανοῦ, πάντες οἱ δίκαιοι καὶ ἀγαθοὶ ἁρπαγήσονται εἰς τὸν οὐρανὸν, τοῦ ἀπαντῆσαι τὸν Κύριον ἡμῶν Ἰησοῦν κατερχόμενον· οἱ δὲ ἁμαρτωλοὶ ἵστανται ἐπὶ τῆς γῆς ἐκδεχόμενοι.

Κείμενον ριζʹ. «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Ἑρμην. Εἰ γὰρ ἐπιγείῳ βασιλεῖ ὁ μέλλων στρατεύεσθαι οὐκ ἀρέσει, ἐὰν μὴ ἀφήσῃ πάσας τὰς τοῦ βίου φροντίδας· πόσῳ μᾶλλον μέλλων στρατευθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ;

Κείμενον ριηʹ. «Ἐὰν δὲ καὶ ἀθλητὴς οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Ἑρμην. Ἐὰν γάρ τις στρατεύηται, καὶ εἰς πόλεμον εἰσέρχηται, οὐδὲ οὕτω στεφανοῦται, ἐὰν μὴ συμπλακῇ μετὰ τοῦ ἀντιπάλου, καὶ κρούσῃ μετὰ τοῦ ξίφους, καὶ ἀποκτείνῃ αὐτόν. Τοῦτο γάρ ἐστι τὸ νομίμως ἀθλῆσαι.

Κείμενον ριθʹ. «Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τὸν καρπὸν μεταλαμβάνειν.» Ἑρμην. Τοῦτο περὶ τῶν πνευματικῶν διδασκάλων εἴρηκεν· ὅτι τὸν κοπιῶντα καὶ ἀγωνιζόμενον διδάσκαλον ὑπὲρ αὐτοῦ καὶ τῆς τῶν μαθητῶν ὠφελείας ἁρμόζει πρῶτον παρὰ Θεοῦ λαμβάνειν τοὺς μισθοὺς, ἔπειτα τοὺς μαθητάς. Καὶ γὰρ ὁ γεωργὸς, ὅταν εἰσοδιάσῃ τὸν καρπὸν αὐτοῦ, πρῶτον ἐκεῖνος θησαυρίζει ἐκ τῶν καρπῶν αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ οὕτω παρέχει εἴτε ἐλεημοσύνην εἴτε τοῖς χρεώσταις αὐτοῦ.

Ἕτερον εἰς τὸ αὐτό. Καὶ ἄλλως· Πᾶς ὁ θέλων κοπιᾷν εἰς τὸ ἔργον τοῦ Θεοῦ, καὶ διδάσκειν καὶ ὠφελεῖν ἄλλους, ἁρμόζει πρῶτον ἐκεῖνον τὸν διδάσκαλον, ἵνα ἐργάζηται τὰς ἀρετὰς, καὶ λάβῃ παρὰ Θεοῦ τὰ χαρίσματα, καὶ κτήσασθαι τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, καὶ τοὺς θησαυροὺς τῆς γνώσεως τῶν ἀγαθῶν τοῦ Θεοῦ· καὶ τότε δυνήσεται καὶ ἄλλοις μεταδοῦναι τῶν δωρεῶν. Καὶ γὰρ πᾶς ὁ θέλων ἀλεῖψαί τινα ἔλαιον ἐν ταῖς χερσὶν αὐτοῦ, εἰ μὴ ἔχει, πῶς ἄλλοις μεταδίδωσι ὅπερ αὐτὸς οὐ κέκτηται; Τοιουτοτρόπως μοι νόει καὶ ἐπὶ τοῦ διδασκάλου, καθὼς εἴρηται.

Ἐρώτ. ρκʹ. «Νόει ἃ λέγω.» Ἀπόκ. Ἐπειδὴ ἐν παραβολαῖς αὐτῷ ἔγραψε πάντα. διὰ τοῦτο λέγει· Πρόσεχε. Καὶ οὐχ ὑπέκλινον τῇ ὑποταγῇ τοῦ Μωσέως. Προσέταξεν ὁ Μωσῆς, καὶ ἀπέκτειναν αὐτοὺς τρεῖς χιλιάδας λαῶν. Καὶ τοῦτό ἐστιν ὃ λέγει ἡ Γραφή· «Ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ.» Κείμενον ρκαʹ. «Καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον.» Ἑρμην. Ὅσοι παρέβησαν καὶ παρήκουσαν ἐν τῷ παλαιῷ νόμῳ, ἔλαβον δικαίως τὴν τιμωρίαν. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ παρακούσας κατεκρίθη, καὶ Κάϊν ἁμαρτήσας ἐπικατάρατος γέγονε, καὶ οἱ ἐπὶ τοῦ Νῶε κακῶς ἐργαζόμενοι κατεκλύσθησαν· καὶ οἱ ἐν Σοδόμοις ἀσέμνως βιοῦντες δεινῶς ἐποντίσθησαν· καὶ οἱ Ἰουδαῖοι, πολλάκις ἐπαναστάντες τοῖς προφήταις, πληγὰς παρὰ Θεοῦ καὶ μάστιγας καὶ τιμωρίας ἐδέξαντο.

Νῦν οὖν τοῦτο λέγει· ὅτι, ἐπειδὴ ἐν τῇ Παλαιᾷ ὅσοι ἠθέτησαν τὸ πρόσταγμα τοῦ Κυρίου, καὶ παρήκουσαν τὰ δι᾽ ἀγγέλων λαλούμενα καὶ προφητῶν, ἔλαβον δικαίως τὴν τιμωρίαν, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐπεσπάσαντο, πῶς ἡμεῖς ἐκφύγωμεν, ἐὰν ἀμελήσωμεν τῆς τοιαύτης σωτηρίας, ὅπου οὔτε δι᾽ ἀγγέλων οὔτε διὰ προφητῶν ἐλαλήθη ἡμῖν, ἀλλὰ δι᾽ αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ; Καὶ γὰρ ἐν τῇ Παλαιᾷ τοῦ νόμου διάκονος γέγονεν ὁ Μωσῆς· τῆς δὲ Νέας ὁ Χριστός. Πολὺ οὖν ταῦτα κρείσσω τῆς παλαιᾶς νομοθεσίας ὅτι ἐκεῖ δοῦλος ἐγένετο ὑπηρέτης τοῦ νόμου· ἐνταῦθα δὲ ὁ δεσπότης Χριστός. Καὶ ὀφείλομεν τὰ προστεταγμένα ποιεῖν ἀδιστάκτως, ἵνα μὴ καὶ χείρους τῶν παλαιῶν ἀποδῶμεν τὰς εὐθύνας.

Κείμενον ρκβʹ. «Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν.» Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας παρουσίας, ὅταν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦ δὲ «Περὶ ἧς λαλοῦμεν,» ἤτοι περὶ ἐκείνης ἧς ἀγωνιζόμεθα, καὶ σπουδάζομεν πάντες σωθῆναι.

Ταύτην τὴν ἡμέραν, λέγει ὁ Ἀπόστολος, οὐκ ἔδωκεν ὁ Θεὸς ἐξουσίαν τοῖς ἀγγέλοις κρῖναι τὸν κόσμον, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ αὐτοῦ. Καὶ ἐπεὶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἔχει τὴν ἐξουσίαν πᾶσαν κρῖναι τὸν κόσμον, τί μέλλονται παθεῖν οἱ παρακούσαντες τὰ προστάγματα αὐτοῦ; Εἰ γὰρ οἱ παρακούσαντες τὸν παλαιὸν νόμον τὸν δι᾽ ἀγγέλων δοθέντα, τοσαῦτα ἔπαθον, καίπερ οὐδὲ κριτῶν ὄντων τοῦ κόσμου τῶν ἀγγέλων· τί ἂν πάθωσιν οἱ τὸν δεσπότην παρακούσαντες;