Ἔργον
Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν
Το μυστήριο της θείας οικονομίας και η κληρονομία των αγίων
Κατάληξη του έργου με αναφορές στην ενανθρώπηση, τη σταυρική θυσία, την αληθινή σκηνή και τον αγώνα των μαρτύρων της πίστεως.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Το μυστήριο της θείας οικονομίας και η κληρονομία των αγίων
Κατάληξη του έργου με αναφορές στην ενανθρώπηση, τη σταυρική θυσία, την αληθινή σκηνή και τον αγώνα των μαρτύρων της πίστεως.
Κείμενον ρκγʹ. «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ;» Ἑρμην. Ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν Χριστὸν λέγει, καθώς ἐστι κατὰ πάντα ὁμοούσιος τῷ Πατρὶ, ὡς τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Κείμενον ρκδʹ. «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους.» Ἑρμην. Βραχὺ ἐλάττωμα λέγει, ὅτι ἐποίησεν ὁ Χριστὸς ἐν τῷ ᾅδῃ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Κείμενον ρκεʹ. «Τὸν δὲ βραχὺ παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ἐν τῷ θανάτῳ.» Ἑρμην. Δόξα γὰρ καὶ τιμὴ τοῦ Χριστοῦ σταυρός· ἐπειδὴ μυρία ἀγαθὰ διὰ τοῦ σταυροῦ ἐγένετο· ὅτι θάνατος καταπεπάτηται, καὶ κατάρα ἐξωστράκισται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἁμαρτία ἠφάνισται, ἡ παράβασις κατήργηται, ἡ φύσις τῶν ἀνθρώπων τῆς δουλείας τῶν παθῶν ἠλευθέρωται, διάβολος ἐδεσμεύθη, σωτηρία ἐφυτεύθη, ἀνάστασις ἐγνωρίσθη, κακία ἀπηλάθη, ζωὴ ἐπήγασεν, εἰδωλολατρεία ἐλύθη· τὸ δὲ θαυμαστότερον, ὅτι καὶ αὐτοὶ οἱ ἀρχαῖοι καὶ παλαιοὶ προφῆται ἐβαπτίσθησαν, ἐκ τοῦ ῥεύσαντος αἵματος καὶ ὕδατος ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Καὶ πῶς, ἄκουσον.
Ἐπειδὴ ἐκ τεσσάρων στοιχείων συνίσταται τὸ σῶμα τοῦ ἀνθρώπου, πάλιν μετὰ θάνατον εἰς αὐτὰ ἀναλύεται. Οὕτω δὴ γέγονε καὶ ἐπὶ τοῦ Χριστοῦ· ὅτι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὃ ἔῤῥευσεν ἡ ἁγία αὐτοῦ πλευρὰ, ἀνελύθη, ὅπου ἀνελύθη καὶ τῶν προφητῶν, ἤγουν εἰς τὰ στοιχεῖα, καὶ εὑρὼν αὐτὰ ἐβάπτισεν. Εἰ δὲ λέγει τις, ὅτι καὶ τὰ τῶν ἀπίστων σώματα ἐβάπτισε· λέγομεν, Οὐχί· ἀλλ᾽ ὥσπερ τὸ ὕδωρ προπατῶν, ὅσα μὲν εὑρίσκει χλωρὰ φυτὰ, ἀρδεύει καὶ ποτίζει, ὅσα δὲ ξηρὰ οὐκ ὠφελεῖ αὐτά· οὕτω νόει καὶ ἐπὶ τούτου.
Κείμενον ρκϛʹ. «Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα·» ἐπειδὴ ἀκμὴν οὐκ ἦν τὸ κήρυγμα εἰς τὴν οἰκουμένην κηρυχθέν; Ἑρμην. Ἔπρεπε γὰρ αὐτῷ, δῆλον ὅτι τῷ Θεῷ καὶ Πατρὶ, δι᾽ οὗ τὰ πάντα ἐγένετο καὶ συνέστη, τὸν ἀρχηγὸν τῆς ζωῆς, ἤτοι τὸν Χριστὸν, πολλοὺς υἱοὺς εἰς δόξαν οὐρανῶν φέροντα καὶ βασιλείαν· υἱοὺς δὲ λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους. Ἔπρεπε, φησὶν, αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἤτοι τὸν Χριστὸν, διὰ παθημάτων τέλειον ἀναδεῖξαι καὶ ἔνδοξον.
Ἐρώτ. ρκζʹ. Τί λέγει· «Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος; Ἀπόκ. Σκηνὴν λέγει τὸν οὐρανὸν, ὃν οὐκ ἔκτισεν ἄνθρωπος, ὥσπερ τοὺς ἐπὶ γῆς ναοὺς τῶν ἐκκλησιῶν. Ἀχειροποίητός ἐστιν, ὡς τῷ τοῦ Θεοῦ ῥήματι κατεσκευασμένος.
Κείμενον ρκηʹ. »Οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείαν. Ἑρμην. Ἀβραὰμ, Μωσῆς, Ἰησοῦς τοῦ Ναυῆ· «εἰργάσαντο δικαιοσύνην,» Ἀβραὰμ, Φινεὲς, καὶ Δαβίδ· «ἐπέτυχον ἐπαγγελιῶν,» Ἰησοῦς τοῦ Ναυῆ καὶ Χαλέβ· «ἔφραξαν στόματα λεόντων,» Δανιὴλ ἐν τῷ λάκκῳ· «ἔσβεσαν δύναμιν πυρὸς,» οἱ τρεῖς παῖδες ἐν καμίνῳ, «Ἔφυγον στόματα μαχαίρας,» Ἡλίας καὶ Δαβίδ. «Ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας,» ὡς Ἐζεκίας. «Ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ,» ὡς Σαμψὼν ἐν μιᾷ σιαγόνι ὄνου χιλίους ἀλλοφύλους κατέστρεψεν. «Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν,» Σουναμῖτις καὶ Σαραφθία· «Ἄλλοι δὲ ἐτυμπανίσθησαν,» Ἰάκωβον λέγει τὸν ἀδελφὸν τοῦ Κυρίου, καὶ τοὺς λοιποὺς, ὅσοι ἀπεκεφαλίσθησαν· τυμπανισμὸς γὰρ ὁ ἀποκεφαλισμὸς λέγεται· «Ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον,» Ἡσαΐας, Ἱερεμίας, καὶ Μιχαίας. «Ἐλιθάσθησαν,» Στέφανος καὶ Ναβουθέ. «Ἐπρίσθησαν,» ὁ Ἡσαΐας· ξυλίνῳ πρίονι ἔπρισαν αὐτὸν οἱ Ἰουδαῖοι. «Ἐπειράσθησαν,» ὡς ὁ Ἰώβ. «Ἐν φόνῳ μαχαίρας ἀπέθανον,» Ἰάκωβος, Ζαχαρίας, καὶ οἱ λοιποί. «Καὶ οὗτοι πάντες, μαρτυρηθέντες διὰ τῆς πίστεως, οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν.»
Ἤγουν οὗτοι πάντες οἱ ἅγιοι μαρτυρηθέντες, ὅτι εὐηρέστησαν τῷ Θεῷ, οὔπω ἀπέλαυσαν τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἀγαθῶν, ἀλλὰ περιμένουσι τὴν δευτέραν παρουσίαν, ἵνα στεφανωθῶσιν ἅπαντες ἐν μιᾷ καιροῦ ῥοπῇ. Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ Ἀπόστολος, ὅτι «Τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προσβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι.» Χωρὶς γὰρ πάντων τῶν ἁγίων οἱ ἥμισυ οὐκ ἀπολαμβάνουσι τὰ ἐπηγγελμένα ἀγαθά.
Τὴν μὲν γὰρ ἐλπίδα καὶ τὸν ἀῤῥαβῶνα ἔσχον, καὶ κεχωρισμένοι εἰσὶν ἐκ τῶν ἁμαρτωλῶν. Τὸ δὲ τέλειον οὔπω εἴληφον, κρεῖσσον γάρ ἐστι τοῦτο· ἵνα εἰσελεύσονται πάντες εἰς τὴν βασιλείαν ἐν ἑνὶ καιρῷ, καὶ ἐξ ἴσου ἀπολάβωσι πάντες οἱ ἅγιοι τὰ ἀγαθὰ τοῦ Θεοῦ.
Κείμενον ρκθʹ. «Τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων.» Ἑρμην. Νέφος μαρτύρων αὐτοὺς ἐκάλεσεν, ἐπειδὴ δροσίζουσιν ἡμᾶς τοὺς ἐν ἁμαρτίαις συνεχομένους, καὶ φλογιζομένους, καὶ ἐν τῇ σκιᾷ τῶν πρεσβειῶν αὐτῶν περισκέπουσιν.
Κείμενον ρλʹ. «Ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.» Ἑρμην. Ὄγκον τὸ πλῆθος λέγει. Λέγει δὲ οὕτως· ὅτι, Ἐπειδὴ ἔχομεν τοσοῦτον πλῆθος τῶν ἁγίων μαρτύρων, ὥσπερ νέφος δροσίζον ἡμᾶς, θαῤῥοῦντες εἰς τὴν πρεσβείαν τῶν εὐχῶν αὐτῶν, μιμησώμεθα καὶ ἡμεῖς ἐκείνων τὰς ἀρετὰς, καὶ τὸν ὄγκον τῶν ἁμαρτημάτων ἅπαντα ἀποῤῥίψαντες, καὶ τὴν εὐπερίστατον ἁμαρτίαν καταλιπόντες, δι᾽ ὑπομονῆς καὶ μακροθυμίας τρέχωμεν τὸν ἀγῶνα τῆς ἀρετῆς. Εὐπερίστατον δὲ εἶπε τὴν ἁμαρτίαν, ἐπειδὴ μόνιμον στάσιν οὐκ ἔχει, ἀλλὰ ταχέως τρέπεται καὶ καταλύεται. Καὶ γὰρ ἡ ἁμαρτία ῥίζαν οὐκ ἔχει, ἀλλ᾽ οὐδὲ καρπόν.
Ἀφανίζεται δὲ ταχέως καὶ καταλύεται ὑπὸ τοῦ ξίφους τῆς μετανοίας κοπτομένη. Ἀξίνη γάρ ἐστιν ἡ μετάνοια, ἐκκόπτουσα πᾶν κακόν. Μετάνοια δέ ἐστιν οὐχ ἡ τῶν γονάτων κλίσις, ἀλλ᾽ ἡ ἀποχὴ τοῦ κακοῦ, καὶ τὸ πονεῖν, καὶ θρηνεῖν καὶ δέεσθαι τοῦ Θεοῦ ὑπὲρ τῆς τῶν προημαρτηκότων ἀφέσεως. Διὰ γὰρ τοῦτο λέγεται μετάνοια, ὅτι μετατίθησι τὸν νοῦν ἀπὸ τοῦ κακοῦ πρὸς τὸ ἀγαθόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.