Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν

Μέγας Αθανάσιος

Ερμηνεία ευαγγελικών παραβολών και διδασκαλιών

Θεολογική και αλληγορική εξήγηση παραβολών και διδασκαλιών του Ευαγγελίου, με αναφορές στη βασιλεία των ουρανών, την Εκκλησία και την προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΡΗΣΕΙΣ ΚΑΙ ΕΡΜΗΝΕΙΑΙ ΠΑΡΑΒΟΛΩΝ ΤΟΥ ΑΓΙΟΥ ΕΥΑΓΓΕΛΙΟΥ. Ἐρώτησις αʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον κεράμιον ὕδατος βαστάζοντα.» Τίς ἡ πόλις; Ἐκκλησία. Τί τὸ κεράμιον τοῦ ὕδατος;

Τὸ ἅγιον βάπτισμα. Τίς ὁ ἄνθρωπος; Ὁ Πρόδρομος. Τί τὸ ἀνώγεον; Ἡ βασιλεία τῶν οὐρανῶν. Ἐρώτ. βʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.» Τίς ὁ βασιλεύς; Ὁ Θεός. Τίς ὁ ὀφειλέτης τῶν μυρίων ταλάντων; Ὁ ἄνθρωπος ὁ ἐν πολλαῖς ἁμαρτίαις τῆς τοῦ Θεοῦ μακροθυμίας ἀπολαβών. Τίς ὁ τὰ ἑκατὸν δηνάρια; Ὁ ὑποχείριος τοῦ χρεωστοῦντος τὰ μυρία τάλαντα· καὶ αὐτὸς μὲν ἔτυχε μακροθυμίας, οὗτος δὲ ἐφάνη ὠμὸς καὶ σκληρὸς πρὸς τὸν ὁμόδουλον αὐτοῦ.

Ἑτέρα παραβολὴ γʹ. «Ἄνθρωπός τις εἶχε δύο τέκνα, καὶ εἶπε τῷ ἑνί· Ἄπελθε εἰς τὸν ἀμπελῶνα· καὶ εἶπεν· Οὐχ ὑπάγω, καὶ ἀπῆλθε. Καὶ προσελθὼν εἶπε καὶ τῷ ἑτέρῳ· καὶ εἶπεν· Ὑπάγω, καὶ οὐκ ἀπῆλθεν.» Τίς ὁ ἄνθρωπος; Ὁ Θεός. Τίς ὁ εἰπὼν, Ὑπάγω, καὶ οὐκ ἀπῆλθεν; οἱ Ἰουδαῖοι. Τίς ὁ εἰπὼν, Οὐχ ὑπάγω, καὶ ἀπῆλθεν; Ὁ ἐξ ἐθνῶν λαός.

Ἄλλη παραβ. δʹ. «Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα.» Τίς ὁ ἄνθρωπος; Ὁ Ἰούδας, καὶ οἱ κατ᾽ αὐτὸν πλεονέκται καὶ φιλάργυροι. Ἑτέρα εʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένην.» Τίς ἡ κώμη; Ὁ κόσμος. Ὄνος δὲ οἱ Ἰουδαῖοι· πῶλος οἱ Χριστιανοί. Ὁ δήσας; Νόμος ὁ Μωσαϊκός. Ὁ λύσας; ὁ Χριστός. Πῶλος γάρ ἐστι τῶν ἐθνῶν ἡ ἀλογία καὶ ἡ ἀγνωσία.

Ἄλλη ϛʹ. «Ἀπέλθατε εἰς τὴν ἀπέναντι κώμην πρὸς τὸν δεῖνα, καὶ εἴπατε αὐτῷ· Ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» Τίς ἡ πόλις; Ὁ ᾅδης. Ὁ δεῖνα; Ὁ Ἀδάμ· ἔμελλε γὰρ ἐγεῖραι αὐτὸν ἐκ νεκρῶν.

Ἑτέρα ἐρώτ. ζʹ. «Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται.» Ἀπόκ. Ῥίζα ἐστὶν ἡ πίστις· τὸ δένδρον, ὁ ἄνθρωπος· ἡ ἀξίνη, τὸ τοῦ ἀνθρώπου τέλος. Ἑτέρα ηʹ. «Ἄνθρωπός τις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν.» Τίς ὁ ἄνθρωπος; Ὁ ἅγιος Πέτρος· πέτρα, ὁ Χριστός· οἰκία, ἡ πίστις· ἄνεμος ὁ διάβολος. Ὁ δὲ ἐπὶ τὴν ἄμμον οἰκοδομήσας Ἰούδας· ἄμμος γάρ ἐστιν ἡ ἀκαρπία.

Ἄλλη θʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ.» Τίς ὁ βασιλεύς; ὁ Θεός. Τίς ὁ υἱός; ὁ Χριστός. Τίνες οἱ κεκλημένοι; προφῆται καὶ ἀπόστολοι. Τίνες οἱ ἀπαιτήσαντες; οἱ Ἰουδαῖοι. Τίνες οἱ παραγενόμενοι; οἱ ἐξ ἐθνῶν. Τίς ὁ μὴ ἔχων ἔνδυμα γάμου; ὁ Ἰούδας, καὶ οἱ κατ᾽ αὐτὸν ἀναξίως ἐπιπηδῶντες εἰς τὰ ἅγια.

Ἄλλη ιʹ. «Εἶπεν ὁ Κύριος πρὸς τὸν Πέτρον· Ἄπελθε εἰς τὴν θάλασσαν, καὶ βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα. Τοῦτον δὸς ἀντὶ ἐμοῦ καὶ σοῦ.» Τίς ἡ θάλασσα; ὁ κόσμος. Τί τὸ ἄγκιστρον; ὁ λόγος τοῦ Θεοῦ. Ἰχθὺς ὁ Χριστός.

Στατὴρ ὁ σταυρὸς τοῦ Κυρίου, ἐν ᾧ ἔμελλε κἀκεῖνος σταυρωθῆναι, καὶ ὁ Πέτρος. Ἑτέρα ιαʹ. «Ἄνθρωπός τις εἶχε δύο υἱοὺς, καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· Πάτερ, δός μοι.» Τίς ὁ ἄνθρωπος; ὁ Θεός. Οἱ δύο υἱοί; οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Νεώτερος υἱὸς ὁ τὴν γνώμην ἄστατον ἔχων. Τὸ ἐπιβάλλον μέρος, τὰ λόγια τοῦ Θεοῦ καὶ αἱ ἐντολαὶ αὐτοῦ.

Ἄλλη ιβʹ. «Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, τοῦ λαβεῖν βασιλείαν.» Ἄνθρωπος, ὁ Θεός· χώρα μακρὰ ἡ ἐπὶ γῆς παρουσία αὐτοῦ· βασιλεία ἡ δευτέρα παρουσία· οἱ δοῦλοι οἱ προφῆται, οἱ ἀπόστολοι, καὶ οἱ μάρτυρες. Ἡ δὲ μνᾶ ἐστιν ἡ χάρις, ἣν ἔλαβεν Ἰούδας, ὁμοίως καὶ τὸ τάλαντον.

Ἄλλη ιγʹ. «Ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκεν.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἡ ληνὸς τὸ βάπτισμα· ὁ πύργος ἡ πίστις· οἱ γεωργοὶ οἱ Ἰουδαῖοι· οἱ δοῦλοι προφῆται, ἀπόστολοι, καὶ μάρτυρες. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύξαι, καὶ ἀπέκτειναν αὐτούς· ὡσαύτως καὶ τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, καὶ ἐπήρθη ἐξ αὐτῶν ἡ βασιλεία, καὶ ἐδόθη Ῥωμαίοις, τοῖς ποιοῦσι τοὺς καρποὺς αὐτῆς. Αὐτοὶ δὲ κακοὶ κακῶς ἀπώλοντο διὰ τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν.

Ἄλλη ιδʹ. «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· ὁ περιπεσὼν εἰς τὴν ἄκανθαν ὁ Ἰούδας· ἀπελθὼν γὰρ ἀπήγξατο, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγον αὐτόν· τὸ δὲ ἐπὶ τὴν γῆν τὴν ἀγαθὴν οἱ προφῆται καὶ ἀπόστολοι.

Ἄλλη ιεʹ. «Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν.» Ἄνθρωπος ὁ Ἀδάμ· Ἱερουσαλὴμ ὁ παράδεισος· Ἱεριχὼ ὁ κόσμος· λῃσταὶ οἱ πονηροὶ λογισμοὶ καὶ ἡ παράβασις· ἱερεὺς οἱ προφῆται· Λευΐτης ὁ Μωσαϊκὸς νόμος· Σαμαρείτης ὁ Χριστός· ἔλαιον καὶ οἶνος τὸ τίμιον σῶμα καὶ αἷμα, καὶ τὸ ἅγιον βάπτισμα· τὸ δὲ πανδοχεῖον ἡ Ἐκκλησία· ὁ πανδοχεὺς ὁ ἅγιος Παῦλος· τὰ δύο δηνάρια, ἡ Παλαιὰ καὶ ἡ Νέα Διαθήκη.

Ἄλλη ιϛʹ. «Ἄνθρωπός τις ἐξῆλθε πρωῒ μισθώσασθαι ἐργάτας.» Ἄνθρωπος ὁ Θεός· ἀμπελὼν ὁ κόσμος· ἐργάται οἱ ἀπόστολοι. Οἱ δὲ περὶ τὴν ἑνδεκάτην ὥραν ἐλθόντες Ματθίας ἐστὶν, ὃς καὶ κατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.

Ἑτέρα ιζʹ. «Γυνή τις εἶχε δραχμὴν, καὶ ἀπώλεσεν αὐτήν.» Τίς ἡ γυνή; ἡ Ἐκκλησία. Τίς ἡ δραχμή; ὁ Ἀδάμ. Ἄλλη ιηʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ.» Τίς ὁ θησαυρός; ὁ Χριστός. Τίνες οἱ ἀγοράσαντες; ὁ Ἰωσὴφ καὶ Νικόδημος, μᾶλλον δὲ ἡ ἁγία Θεοτόκος.

Ἐρώτ. ιθʹ. «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία.» Τίς ζύμη; ἡ πίστις. Τὰ δὲ τρία ἀλεύρου σάτα; ἡ τριήμερος τοῦ Σωτῆρος ἀνάστασις. Ἐρώτ. κʹ. Διὰ τί γεννήματα ἐχιδνῶν τοὺς Ἰουδαίους ὁ Βαπτιστὴς καλεῖ;

Ἀπόκ. Ἐπειδὴ τὸ θηρίον τοῦτο τρώγει τὴν γαστέρα τῆς μητρὸς αὐτοῦ, καὶ οὕτως ἐξέρχεται· ὥσπερ καὶ οὗτοι ἐποίησαν, πατραλοῖαι γενόμενοι, καὶ τοὺς διδασκάλους αὐτῶν καὶ τοὺς προφήτας φθόνῳ καταναλίσκοντες.

Καὶ γὰρ τὸν Μωσέα ἐλίθασαν, τὸν δὲ Ἡσαΐαν μετὰ ξυλίνου πρίονος ἐδιχοτόμησαν πρίσαντες αὐτόν. Ἐρώτ. καʹ. Τίνος χάριν, παραδοθέντος τοῦ Ἰωάννου, ἀνεχώρησεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν; Ἀπόκ. Ἡμᾶς παιδεύων φεύγειν τοὺς πειρασμοὺς, ἀλλὰ τοὺς ἐμπεσόντας στῆναι γενναίως.

Ἐρώτ. κβʹ. Τί ἥμαρτεν ἡ συκῆ, ὅτι ἐξήρανεν αὐτὴν ὁ Χριστός; καὶ διὰ ποίαν ὑπόθεσιν; καὶ τίνα τρόπον; Ἀπόκ. Ἐπεὶ ἔμελλεν ὁ Κύριος τὸ πάθος ὑφίστασθαι, ἵνα μὴ νομίσωσιν οἱ μαθηταὶ, ὅτι ἀδυναμίαν ἔχει καὶ ἀσθένειαν, καὶ διὰ τοῦτο πάσχει, ἐν τῷ ἀψύχῳ δείκνυσι τὴν δύναμιν ἑαυτοῦ· ἵνα δείξῃ, ὅτι ἠδύνατο πάντας ξηρᾶναι τοὺς ἀντιλέγοντας. Ἀλλ᾽ ἐπειδὴ οὐκ ἦλθε κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, ὡς αὐτὸς ἔφησε, τὴν μὲν δύναμιν ἐνδείκνυται ἐπὶ τῆς ἀψύχου συκῆς, τὴν φιλανθρωπίαν δὲ ταμιεύεται τοῖς ἀνθρώποις ἀμέτρῳ ἀνεξικακίᾳ. Λέγεται δὲ καὶ ἡ ἁμαρτία συκῆ, ἣν κατηράσατο καὶ ἐξήρανε Χριστὸς ὁ Θεὸς ἡμῶν. Ἔστι δὲ καὶ τοῦτο, διότι ἔλαβε τῆς συκῆς τὰ φύλλα ὁ Ἀδὰμ, καὶ ἐσκέπασε τὴν ἁμαρτίαν τῆς αἰσχύνης μετὰ τὴν παράβασιν· καταλύσας τὸ ἁμάρτημα τῆς παραβάσεως, καὶ προσηλώσας καὶ ἐξαλείψας ἐν τῷ σταυρῷ, ἐξήρανε τὸ κάλυμμα τῆς ἁμαρτίας, ὡς τὰ φύλλα τῆς συκῆς ἃ περιεβέβλητο ὁ Ἀδὰμ μετὰ τὴν παρακοήν.

Ἐρώτ. κγʹ. Τί λέγει, ὅτι «Πέντε ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ;» Ἀπόκ. Ἡ γυνὴ ἔσχεν ἄνδρας κατὰ τὸν νόμον τῶν Σαμαρειτῶν· ἐτελεύτησαν, μετ᾽ ἐκείνους ἐπόρνευσεν· οὐδεὶς γὰρ πρὸς αὐτὴν ὡς νόμιμον γυναῖκα προσεγγίζειν ἠβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τὴν ἐπιθυμίαν, λαθραίως εἶχε τὸν πορνεύοντα μετ᾽ αὐτῆς, καὶ οὐκ ἦν οὔτε περιφανὴς οὔτε νόμιμος.

Εἶχε δὲ αὐτὸν ἄνδρα κρυπτῶς. Ἐρώτ. κδʹ. Τίνες εἰσὶν ἀληθινοὶ προσκυνηταὶ, οἵτινες μήτε ἐν τῷ ὄρει ἐκείνῳ, μήτε ἐν Ἱερουσαλὴμ, ἀλλ᾽ ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν Θεόν; Ἀπόκ. Οὗτοί εἰσιν οἱ ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς κατοικοῦντες, οἵτινες, χωρὶς συνάξεως ἐκκλησιαστικῆς δι᾽ ἔργων ἀγαθῶν θείῳ πνεύματι φωτιζόμενοι, ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦσι τὸν Θεὸν καὶ Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, ἀμέμπτως βιοῦντες καὶ τῷ Θεῷ εὐσεβοφρόνως λατρεύοντες, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι τῶν ἀρετῶν διαλάμποντες, καὶ οὐκ ἔχουσι χρείαν ἐκκλησίας ἢ τόπου, ἀλλ᾽ αὐτοὶ ἑαυτοὺς ναοὺς ποιοῦντες ταῖς ἀγαθαῖς ἐργασίαις, ἐν παντὶ τόπῳ καὶ πανταχοῦ εὐαρεστοῦσι τὸ Θεῖον, ἀδιαλείπτως καὶ εἰλικρινῶς αὐτὸν θεραπεύοντες πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῶν.

Ἐρώτ. κεʹ. Τί λέγει· «Ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς, ἐπὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς;» Ἀπόκ. Τουτέστι περὶ παντὸς πράγματος, οὗ ἐὰν συμφωνήσῃ ἡ ψυχὴ μετὰ τοῦ σώματος, εὐσεβοῦς καὶ ἐναρέτου ζητήματος, ὁ Θεὸς ἐν μέσῳ αὐτῶν γίνεται, ὥσπερ τῷ Ἡλίᾳ ἐν τῷ ὄρει, καὶ Δανιὴλ ἐν τῷ λάκκῳ προσομιλήσας, καὶ τὰ αἰτήματα αὐτῶν πληρώσας.

Ἐρώτ. κϛʹ. Τί λέγει· «Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου, ἕως οὗ εἶ ἐν τῇ ὁδῷ μετ᾽ αὐτοῦ?» Ἀπόκ. Ἀντίδικόν ἐστι τὸ σῶμα τῇ ψυχῇ. Ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ὥς φησι Παῦλος. Ὑπωπιάζομεν γὰρ καὶ δουλαγωγοῦμεν τὸ σῶμα, εὐνοοῦντες διὰ νηστείας καὶ ἀγρυπνίας καὶ τῆς λοιπῆς κακοπαθείας, ἵνα μηκέτι ἐξανίσταται τῆς ψυχῆς διὰ παθῶν τῆς ἀτιμίας. Ὁδὸν λέγει, τὸν μάταιον βίον τοῦτον καὶ πλάνον· ἂν γὰρ λυθῇ ἡ ψυχὴ τοῦ σώματος, καὶ ἐξέλθῃ τοῦ βίου τούτου καὶ τῆς ὁδοῦ, οὐκ ἔτι ἐργάζεσθαι ἀγαθὸν δύναται. Κοδράντης δὲ λέγεται καὶ αὐτὸ τὸ ἐγκατάλειμμα τοῦ ἐνθυμίου. Λέγεται δὲ καὶ ἡ συνείδησις ἀντίδικος· ἐλέγχει γὰρ ἡμᾶς ἐν τῇ καρδίᾳ κρυπτῶς, καὶ ἀναχαιτίζει ἀπὸ τοῦ κακοῦ, καὶ ἐὰν μὴ ἀκούσωμεν αὐτοῦ, ἔσχατον παραδίδωσιν ἡμᾶς ἐν τῷ κριτηρίῳ τοῦ Θεοῦ καὶ δώσομεν εὐθύνας ὑπέρ τε τῶν μεγάλων ἁμαρτημάτων, καὶ τῶν εὐτελῶν καὶ λίαν ἐλαχίστων.

Ἐρώτ. κζʹ. Τί ἐστιν· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως;» Ἀπόκ. Διὰ τὴν ἀνθρωπότητα λέγει, ὅτι «Πλούσιος ὢν ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» Μέγα δὲ καὶ κομῶν τοῖς φύλλοις διὰ τὴν θεότητα. Πετεινὰ δὲ τοῦ οὐρανοῦ ἐν τοῖς κλάδοις αὐτοῦ προφήτας καὶ ἀποστόλους, καὶ αὐτοὺς τοὺς εὐαγγελιστὰς καθεζομένους.

Ἐρώτ. κηʹ. Τί ἐστι τό· «Οὐ ποιήσετε σισόην ἐκ τῆς κόμης τῆς κεφαλῆς ὑμῶν;» Ἀπόκ. Τινὲς τὸν σισόην ἄλλως ἡρμήνευσαν· ἐγὼ δὲ οἶμαι τὴν ἀπόκαρσιν τὸν νόμον ἀπαγορεύειν. Εἰώθασι γὰρ οἱ Ἕλληνες μὴ ἀποκείρειν τῶν παίδων τὰς κορυφὰς, καὶ τοὺς μαλοὺς ἐᾷν, καὶ τούτους μετὰ χρόνον ἀνατιθέναι τοῖς δαίμοσιν.

Ἐρώτ. κθʹ. Διὰ τί ἐνεφύσησεν ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ λέγων· «Λάβετε Πνεῦμα ἅγιον;» Ἀπόκ. Ὥσπερ ἐπὶ τοῦ τυφλοῦ ἐποίησε πηλὸν, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα δείξῃ, ὅτι αὐτός ἐστιν ὁ πλάσας κατ᾽ ἀρχὰς τὸν ἄνθρωπον ἐκ τοῦ πηλοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ τοῖς μαθηταῖς ἐνεφύσησε, δεικνὺς, ὅτι αὐτός ἐστιν ὁ δοὺς πνοὴν καὶ ζωὴν τοῖς ἀνθρώποις διὰ τοῦ παλαιοῦ ἐμφυσήματος τοῦ πρὸς τὸν Ἀδάμ. Εἰπὼν δὲ αὐτοῖς· «Λάβετε Πνεῦμα ἅγιον·» ἔδωκεν αὐτοῖς ἐξουσίαν καὶ χάριν διὰ τοῦ ἐμφυσήματος πρὸς τὸ ἀφιέναι ἁμαρτίας. Διὰ τῆς ἐπιφοιτήσεως ἐν τῇ ἁγίᾳ Πεντηκοστῇ τὴν τοῦ βαπτίσματος καὶ τὴν τῶν σημείων ἐνέργειαν παρεῖχε.

Διό φησιν· «Ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ᾽ ὑμᾶς.» Πρὸ γὰρ τοῦ πάθους οὐκ ἐν Πνεύματι ἁγίῳ τὰς ἰάσεις ἐποίουν οἱ ἀπόστολοι, ἀλλὰ τῇ παρὰ τοῦ Χριστοῦ ἐξουσίᾳ καὶ προστάξει. «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη.» Δεδόξασται δὲ ἐγερθεὶς ἐκ νεκρῶν. Πνεῦμα δὲ ἅγιον ὀνομάζων οὐ τοῦ ἁγίου Πνεύματος τὴν ὑπόστασιν· αὐτὸ γὰρ ἦν τε ἀεὶ καὶ ἔστι καὶ ἔσται, ἀλλὰ τὸ τοῦ ἁγίου Πνεύματος χάρισμα, ὅπερ κατὰ τὴν δεκάτην ἡμέραν τῆς ἀναλήψεως, πεντηκοστὴν δὲ τῆς ἀναστάσεως, ἐπὶ τοὺς Χριστοῦ μαθητὰς κατεφοίτησεν.

Ἐρώτ. λʹ. Τίς ἐστιν ὁ κριτὴς τῆς ἀδικίας, ὁ μήτε τὸν Θεὸν φοβούμενος, μήτε ἄνθρωπον ἐντρεπόμενος; Ἀπόκ. Ὁ Θεός· οὔτε γὰρ Θεὸν ἔχει, ὃν φοβηθήσεται, οὔτε ἄνθρωπον ἐντραπήσεται. «Χήρα δέ τις ἦν ἐν τῇ πόλει.» Τίς δὲ ἡ χήρα ἐκείνη; ἡ παντὸς ἀνθρώπου ψυχὴ, ἥ ποτε τὸν διάβολον ἄνδρα ἔχουσα, καὶ ἀποῤῥίψασα αὐτὸν, τὸν δὲ Χριστὸν ἐνστερνισαμένη, χήρα τυγχάνει, καὶ δέεται καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα, τὸν κριτὴν παρακαλοῦσα καὶ ὀδυρομένη καὶ λέγουσα· «Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.» Ἐρώτ. λαʹ. Τίς δέ ἐστιν ὁ ἀντίδικος;

Ἀπόκ. Ὁ διάβολος, ὁ «ὡς λέων ὠρυόμενος περιπατῶν, ζητῶν τίνα καταπίῃ.» Ἐρώτ. λβʹ. Τί δὲ εἶπεν ὁ κριτής· «Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, ἀλλ᾽ οὖν ἐκδικήσω αὐτὴν, ἵνα μὴ ἐρχομένη ὑπωπιάζῃ με.» Καὶ ἐπιφέρει ὁ Κύριος λέγων· «Ἀκούσατε, τί λέγει ὁ κριτὴς τῆς ἀδικίας,» ὁ Θεός· ἐπειδὴ κρίνει καὶ κατακρίνει τοὺς ἀδίκους. «Δικαίῳ γὰρ νόμος οὐ κεῖται.» Ἐρώτ. λγʹ. Πῶς νοητέον, ὅτι «Ὁ ἔχων ἱμάτιον, πωλησάτω αὐτὸ, καὶ ἀγορασάτω μάχαιραν;» Ἀπόκ. Τοῦτο εἶπε γνωρίσαι θέλων ὁ Κύριος τοῖς ἀποστόλοις τὴν προδοσίαν αὐτοῦ, καὶ τὴν ἔφοδον τῶν Ἰουδαίων. Οὔτε οὖν τελείως παρεσιώπησεν, ἵνα μὴ τῇ ἀθρόᾳ ἐφόδῳ ταραχθῶσιν, οὔτε πάλιν τελείως ἐγνώρισεν, ἵνα μὴ δειλίᾳ τινὶ κατασχεθῶσιν.

Ἐρώτ. λδʹ· Πῶς ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν; Ἀπόκ. Ὁ μὲν φιλῶν τὴν ψυχὴν αὐτοῦ ἐστιν ὁ τὰς ἀτόπους ἐπιθυμίας αὐτοῦ ποιῶν· ὁ δὲ μισῶν αὐτήν ἐστιν ὁ μὴ εἴκων αὐτῇ τὰ βλάπτοντα κελευούσῃ· ὁ δὲ θέλων αὐτὴν ἀπολέσαι ἐστὶ παρὰ τὸ δέον ἐκ τῶν ἐπερχομένων αὐτῇ κινδύνων καὶ θλίψεων καὶ πειρασμῶν διαφυγεῖν ἐφιέμενος. Ὥσπερ οὖν καὶ τὴν ὑπὲρ αὐτοῦ ἐν τοῖς κινδύνοις γινομένην ἀπώλειαν σωτηρίαν ὠνόμασεν· οὕτως εὑρήσει αὐτὴν εἰς ζωὴν τὴν αἰώνιον.

Ἐρώτ. λεʹ. Τί ἐστιν· «Ἐὰν ὁ δεξιός σου ὀφθαλμὸς, ἢ ἡ χείρ σου σκανδαλίζει σε, ἔκκοψον, καὶ βάλε ἀπὸ σοῦ;» Ἀπόκ. Οὐ περὶ τῶν μελῶν τοῦ σώματος τοῦτο εἴρηκεν ὁ Κύριος· ἄπαγε! ἀλλὰ περὶ φίλων καὶ συγγενῶν· μέλη γὰρ ἀλλήλων ἐσμέν. Ἐὰν οὖν, φησὶν, ἔχῃς φίλον καὶ συγγενῆ ἀναγκαῖόν σοι ὄντα, ὡς δεξιὸν ὀφθαλμὸν ἢ χεῖρα· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἰὼβ, ὅτι «Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν·» καὶ ἴδοις ἑαυτὸν βλαπτόμενον τὴν ψυχὴν ὑπ᾽ αὐτοῦ, ἔκκοψον αὐτὸν ἀπὸ σοῦ· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, μάλιστα ἐὰν ὑποκρίσεώς τινος καὶ δόλου μετέχωσιν.

Τοῦ Χρυσοστόμου λϛʹ. Συκῆν εἶχέ τις ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθε ζητῶν ἐν αὐτῇ καρπὸν, καὶ οὐχ εὗρεν. Ἀπόκ. Συκῆν ἔθος τῇ Γραφῇ καλεῖν τὴν ἐν ἁμαρτίαις ψυχήν· ἀμπελῶνα δὲ τὴν τῶν πιστῶν Ἐκκλησίαν· ἀμπελουργοὺς δὲ τοὺς ἀγγέλους. Ἐπεὶ οὖν ἐν τῇ Ἐκκλησίᾳ ἀναξίαις βιοῦντες τῆς πίστεως, οὐκ ἀμπελὼν, ἀλλὰ συκῆ ὀνομάζονται. Ἐκ νέας μὲν ἡλικίας, ὡς εἰκὸς, ἐν αὐτῇ φυτευθέντες διὰ τοῦ βαπτίσματος, μέχρι δὲ γήρους τὸν τρόπον μεταβαλλόμενοι· εἰκότως μακρόθυμος ὁ Θεὸς λέγει τῷ ἀμπελουργῷ, ἤτοι τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας· «Ἰδοὺ τρία ἔτη ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν· ἵνα τί καὶ τὴν γῆν καταργεῖ;

Ὁ δέ φησι· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως οὗ σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια.» Τρία οὖν ἔτη εἰσὶν ἐν ἀνθρώποις, ἐν οἷς ἔρχεται ζητῶν καρπὸν ὁ Θεὸς, αἱ τρεῖς μεθηλικιώσεις τοῦ ἀνθρώπου, ἢ ὡς παιδία, νεώτεροι, καὶ πρεσβύτεροι.

Πολλοὶ γὰρ, ἐν αὐτῷ τῷ γήρᾳ μετανοήσαντες, διὰ θλίψεών τε σκαφέντες, καὶ διὰ πειρασμῶν δεξάμενοι κόπρια, τὴν ἀρετὴν ἐκαρποφόρησαν. Κυρίλλου λζʹ. Διὰ τί ἡ Ἐκκλησία καλεῖται Ἐκκλησία, καὶ διὰ τί καθολική;

Ἀπόκ. Ἐκκλησία μὲν, διὰ τὸ πάντας ἐκκαλεῖσθαι· καθολικὴ δὲ, διότι καθόλου τοῦ κόσμου κεχυμένη ὑπάρχει. Ἐρώτησις ληʹ. Πόθεν λέγεται αἵρεσις; Ἀπόκ. Ἀπὸ τοῦ αἱρεῖσθαί τι ἴδιον καὶ τοῦτο ἐξακολουθεῖν. Κείμενον λθʹ. «Εὔχεσθε, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν ἐν χειμῶνι, ἢ ἐν σαββάτῳ.» Ἑρμηνεία. Σημειωτέον, ὅτι ὁ Θεὸς χειμῶνα οὐκ ἐποίησε. Γέγραπται γάρ· «Θέρος καὶ ἔαρ σὺ ἔπλασας αὐτά.» Φυγεῖν δὲ λέγει, ὁπόταν ἡ ψυχὴ ἐκ τοῦ σώματος χωρίζεται. Χειμῶνα δὲ τὰς ἁμαρτίας καλεῖ· σάββατον δὲ τὴν ἀμέλειαν· καὶ οὐαὶ τὴν ἐν ἁμαρτίᾳ καὶ ἀθυμίᾳ καὶ ἀμελείᾳ ψυχήν.