Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν

Μέγας Αθανάσιος

Τα Πάθη, η Ανάσταση του Κυρίου και η χάρις του Αγίου Πνεύματος

Ερωταποκρίσεις σχετικά με τα σημεία της Σταυρώσεως, τις εμφανίσεις του αναστημένου Χριστού, το μυστήριο της ενσαρκώσεως και τη βλασφημία κατά του Αγίου Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

Ἕτερον κείμενον μʹ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες.» Ἑρμηνεία. Λίθος ὁ Χριστὸς, ὅστις ἀπεδοκιμάσθη ὑπὸ τῶν γραμματέων καὶ Φαρισαίων καὶ πρεσβυτέρων τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ ἐγένετο κεφαλὴ τῆς Ἐκκλησίας τῶν ἐθνῶν. Ὃ λέγεται διὰ τὸ συγκρατεῖν ἐν τῇ πίστει εἰς μίαν ὁμόνοιαν τὰ ἔθνη. Ἐπειδὴ γὰρ τὰ ἀπόγονα τῶν Ἑλλήνων καὶ τῶν Ἰουδαίων πεπιστεύκασι τῷ Χριστῷ, διὰ τοῦτο γωνίᾳ ἀπεικάσθη καὶ ὁ Χριστὸς, ὅτι τοὺς γόνους ἐκείνων συνῆψεν ἐν τῇ πίστει. Λέγεται δὲ καὶ κατὰ ἄλλον τινὰ τρόπον ὁ Χριστὸς λίθος ἀκρογωνιαῖος, ἐπειδὴ, ὅτε κτίζεται οἰκία, προστιθέασιν οἱ οἰκοδομοῦντες ἐν τῇ γωνίᾳ τοῦ τοίχους λίθον ἀκρογωνιαῖον, ἤτοι τὸν ἔχοντα γωνίαν ἐν τῇ ἄκρᾳ αὐτοῦ. Πεσὼν δὲ ὁ τοιοῦτος ἐν τῇ ἄκρᾳ τοῦ τοίχους, συνάπτει καὶ κρατεῖ τὰ δύο τοίχη ἐν τῷ ἅμα. Κατὰ οὖν τοιοῦτον τρόπον λέγεται καὶ ὁ Χριστὸς λίθος ἀκρογωνιαῖος, ὅτι συνῆψε τοὺς δύο λαοὺς ἐν τῷ ἅμα, τόν τε λαὸν τῶν Ἰουδαίων καὶ τὸν ἐξ ἐθνῶν· καὶ διὰ τοῦτο λίθος ἀκρογωνιαῖος ὠνόμασται.

Ἐρώτ. Τί ἐστιν ὃ εἴρηκεν ὁ Χριστὸς τῷ Πέτρῳ ...; Hic desunt quaedam. τοῦντες οἱ ὄχλοι, καὶ μέσον αὐτῶν ἔχοντες τὸν Χριστὸν ἤρχοντο κρυπτῶς ὄπισθεν αὐτοῦ τινες, καὶ ἔκρουον αὐτὸν, ἢ ἠρώτων αὐτὸν ἄλλοι δοκιμάζοντες, Εἰπὲ ἡμῖν, ἆρα τίς ἔτυψέ σε ἐκ τοῦ λαοῦ κρυφίως; καὶ ἐὰν οἶδας, προφήτευσον καὶ εἰπέ· δεῖξον ἡμῖν ἐκ τοῦ ὄχλου τὸν τύψαντά σε, καὶ γνωσόμεθα, ὅτι προφήτης εἶ σύ.

Ἐρώτ. μαʹ. Τί ἐστι· «Καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα;» Καὶ γὰρ πάντες οἱ θνήσκοντες πρῶτον τελευτῶσι, καὶ οὕτω τὰς ἑαυτῶν κεφαλὰς κλίνουσιν. Ἀπόκ. Ἐπειδὴ πάντα ἐτέλεσεν ὁ Κύριος τὰ γεγραμμένα, τὴν σάρκωσιν, τὴν γέννησιν, τὴν βάπτισιν, τὴν τῶν σημείων ἐπίδειξιν, τῆς διδασκαλίας τὴν ἐνέργειαν, τῶν μαθητῶν τὴν οἰκείωσιν, τὰ ἀνθρώπινα πάντα, τὸ πάθος, τὴν σταύρωσιν, τοὺς ἐμπαιγμοὺς, τὰς τρώσεις τῶν ἥλων, μετὰ τὸ πληρῶσαι ταῦτα, ἅπερ ἔδει παθεῖν· ἐλείπετο μόνον ὁ θάνατος. Καὶ φοβούμενος οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ· διὰ τοῦτο ἔκλινεν ὁ Χριστὸς τὴν κεφαλὴν, κράζων αὐτόν. Ἕως γὰρ μὴ ἔκλινε τὴν κεφαλὴν, οὐκ ἐτόλμα προσεγγίσαι αὐτῷ. Διὰ τοῦτό φησιν ὁ εὐαγγελιστής· «Καὶ κλίνας τὴν κεφαλὴν παρέδωκε τὸ πνεῦμα.» Ἐρώτ. μβʹ. Τίνος χάριν ἐκραύγασεν ὁ Χριστὸς ἐπὶ τοῦ σταυροῦ φωνῇ μεγάλῃ;

Ἀπόκ. Ἵνα δείξῃ τὴν δύναμιν αὐτοῦ, καὶ ἐκφοβήσῃ τοὺς Ἰουδαίους, καὶ πρὸς πίστιν εἰσαγάγῃ. Καὶ γὰρ ἡ φωνὴ αὕτη τὰς πέτρας διέσχισε, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ καὶ ἔῤῥηξε, τὴν γῆν τε ἔσεισε, καὶ τὰ μνημεῖα ἀνέῳξε. Καὶ οὐδὲ οὕτως συνῆκαν οἱ ἀγνώμονες Ἰουδαῖοι.

Ἐρώτ. μγʹ. Πῶς εἶδεν ἡ Μαρία τὸν Κύριον, καὶ ποίῳ τρόπῳ; Καὶ γὰρ ἵστατο κλαίουσα ἐν τῷ μνημείῳ ἔμπροσθεν τῶν ἀγγέλων σκυθρωπῷ τῷ ἤθει, καὶ κατηφεῖ τῇ θέᾳ. Πῶς οὖν εἶδεν αὐτὸν ὄπισθεν αὐτῆς περιπατοῦντα καὶ ἐρχόμενον;

Ἀπόκ. Ἔχει δὲ οὕτως, ὅτι ἐκαθέζοντο οἱ ἄγγελοι ἔμπροσθεν αὐτῆς, καὶ ἔβλεπον τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς· ἐκείνη δὲ ὀπίσω αὐτῆς οὐχ ἑώρα· οἱ δὲ ἄγγελοι καθεζόμενοι ἐξεναντίας αὐτῆς ἐθεώρουν τὸν Χριστὸν ἐρχόμενον ὀπίσω αὐτῆς, καὶ εὐθέως ἀνέστησαν. Ἰδοῦσα δὲ ἡ γυνὴ τοὺς ἀγγέλους ἀποπηδήσαντας ἐξεπλάγη, καὶ αὖθις ἐστράφη εἰς τὰ ὀπίσω ἰδεῖν τί ἐθεάσαντο οἱ ἄγγελοι, καὶ εἶδεν ἐρχόμενον τὸν Ἰησοῦν. Αὕτη ἐστὶν αἰτία τοῦ ἰδεῖν τὴν Μαρίαν τὸν Κύριον στραφεῖσαν εἰς τὰ ὀπίσω.

Ἐρώτ. μδʹ. Διὰ τί ὁ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἐζήτησε μετὰ τὴν ἀνάστασιν φαγεῖν, οὐχ εὑρέθη δὲ ἕτερον μέρος, ἀλλ᾽ ἢ μόνον ἰχθύος ὀπτοῦ μέρος, καὶ ἀπὸ μελισσίου κηρίον; Ἀπόκ. Τινὲς τὸ ἀπὸ μελισσίου κηρίον ἅλας ἡρμήνευσαν εἶναι· φλυάρων μυθολογία ταῦτα τὰ ῥήματα.

Τὸ γὰρ ἀπὸ μελισσίου κηρίον καὶ ἰχθύος ὀπτοῦ μέρος ταῦτά εἰσιν οἷα λέγει ἡ Γραφή. Ἔχει δὲ παράδοξόν τινα ἑρμηνείαν καὶ βαθυτάτην καὶ ἀναγωγικωτάτην ἀκρίβειαν. Ὁ νοῦς τῆς ἀναγνώσεως ταύτῃ ἐστὶν οὗτος· ὁ μὲν ἰχθὺς παρεικάζεται εἰς τὴν σκληρὰν διαγωγὴν τῶν ἀσκητῶν, τῶν δαμασάντων τὴν σάρκα νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς λοιπαῖς κακοπαθείαις, καὶ σταυρωσάντων ἑαυτοὺς τῷ κόσμῳ καὶ ταῖς ἡδοναῖς, καὶ ὑγρότησι καὶ ταῖς τροφαῖς τοῦ βίου ἀποταξαμένων, καὶ τῇ ξηρότητι ἑαυτοὺς δαμασάντων, καὶ τῇ ἀσκητικῇ ὁδῷ πορευομένων, καθὼς ἐνετείλατο ὁ Χριστός· «Ὁ θέλων τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτὴν,» ἐν νηστείαις δηλονότι καὶ ἀγρυπνίαις, καὶ ταῖς λοιπαῖς κακοπαθείαις. Πῶς δὲ παρεικάζεται ὁ ἰχθὺς εἰς τὴν ἄσκησιν, ἢ τὴν κακοπάθειαν, ἄκουσον. Ἄνθρωπος ὅμοιός ἐστι τοῦ ἰχθύος· ὥσπερ γὰρ ὁ ἰχθὺς, ἕως ἐστὶν ἐν τῇ θαλάσσῃ, ἔχει πᾶσαν τὴν ὑγρότητα, καὶ ζῇ μετὰ τοῦ αἵματος αὐτοῦ καὶ πάσης ἰλύος ὅταν δὲ κρατηθῇ ἔξω τοῦ ὕδατος, νεκροῦται· τιθέμενος δὲ ἐν τῷ πυρὶ ὀπτοῦται καὶ ξηραίνεται, καὶ ἀπόλλυσι πᾶσαν αὐτοῦ τὴν ἀκαθαρσίαν· τοιούτῳ τρόπῳ ἐστὶ καὶ ὁ ἄνθρωπος· ἕως ἐστὶ μέσον τοῦ βίου, ζῇ ἐμπαθῶς πρὸς τὰς ἡδονὰς καὶ ἀκολάστους ἐπιθυμίας.

Ὅταν δὲ ἀποστῇ τοῦ κόσμου, καὶ βιώσῃ ἐν ἀσκήσει καὶ σκληραγωγίᾳ ἐν τῇ ἐρήμῳ, ὑπὸ πυρὸς τοῦ ἁγίου Πνεύματος θερμαινόμενος, τότε ξηραίνεται ἐκ τῶν παθῶν, καὶ καθαίρεται ἀπὸ πάσης ἀκαθαρσίας, καὶ γίνεται τῷ Θεῷ θυσία εὐάρεστος διὰ τῶν ἀρετῶν. Ὥσπερ ὁ ἰχθὺς γίνεται ἐπιτήδειος εἰς τροφὴν ὀπτηθεὶς ἐπ᾽ ἀνθράκων· οὕτως καὶ ὁ ἄνθρωπος, διὰ τῆς θέρμης τοῦ ἁγίου Πνεύματος καθαρθεὶς, γίνεται θυσία εὐπρόσδεκτος τῷ Κυρίῳ.

Τὸ δὲ ἀπὸ μελισσίου κηρίον ἐστὶ πάλιν τοιαύτην ἔχον τὴν ἑρμηνείαν. Ζητητέον τοίνυν πῶς οὐκ ἦν τὸ μέλι χωρὶς κηρίου. Ἔστι δὲ καὶ κηρίον χωρὶς μέλιτος· καὶ ἔστι καὶ μέλι χωρὶς κηρίου· ἐκεῖ δὲ εὑρέθησαν τὰ ἀμφότερα· κατὰ τίνα δὲ τρόπον, ἄκουσον.

Τὸ μὲν μέλι διὰ τὴν γλυκύτητα τοῦ ἁγίου Πνεύματος, ἣν ἔμελλεν ἐκχέειν πρὸς τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστούς· τὸ δὲ κηρίον διὰ τὴν σφραγῖδα, ἣν παρέχει τοῖς πιστοῖς πᾶσι διὰ τοῦ βαπτίσματος. Καὶ γὰρ ὁ θησαυρὸς, ὅσον ἐστὶ βεβυσμένος διὰ κηρίου, τοσοῦτόν ἐστιν ἀσφαλέστερος. Τοιούτῳ τρόπῳ οὖν καὶ ὁ τῆς θείας χάριτος πλοῦτος ἐν τῷ ἀνθρώπῳ ὑπάρχει ἄσυλος, ἔχων τὴν σφραγῖδα τοῦ ἁγίου βαπτίσματος, καὶ τὸ σημεῖον τοῦ σταυροῦ, καὶ τὴν πίστιν εἰς Χριστόν.

Περὶ δόξης. Ἐρώτ. μεʹ. Γίνωσκε δὲ, ὅτι ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς, μετὰ τὸ σαρκωθῆναι ἐκ Πνεύματος ἁγίου καὶ ἐκ τῆς ἀεὶ παρθένου Μαρίας, καὶ ἐνανθρωπῆσαι, καὶ πάντα ἀνθρώπινα ἀναλαβέσθαι χωρὶς ἁμαρτίας καὶ ἀσθενείας, καὶ μετὰ τὸ θαυματουργῆσαι καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι κατὰ τὰς Γραφὰς, ὕστερον ἀνελήφθη, καὶ ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ. Δεξιὰν δὲ ἀκούων τοῦ Θεοῦ, μὴ τόπους καὶ σχήματα δόξης περίγραφε. Δεξιὰ γὰρ καὶ ἀριστερὰ τῶν περιγραφομένων ἐστίν· ὁ δὲ Θεὸς ἄπλαστος καὶ ἀόριστος καὶ ἀσχημάτιστος, καὶ ἀπερίγραπτός ἐστι. Δεξιὰν δὲ τοῦ Θεοῦ ὅταν ἀκούσῃς, τὴν δόξαν καὶ τὴν τιμὴν τοῦ Θεοῦ εἶναι νόει. Καὶ ὁ μὲν Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, καθὼς εἴρηται, μετὰ τὸ πληρῶσαι πᾶσαν οἰκονομίαν, ὕστερον ἀνελήφθη· τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατελθὸν ἐπὶ τοὺς ἁγίους μαθητὰς τῇ ἁγία Πεντηκοστῇ, καὶ ἐκχυθὲν ἐπὶ πᾶσαν σάρκα, οὐκ ἀνελήφθη, ἀλλὰ κατὰ γενεὰν καὶ γενεὰν διέρχεται εἰς πάντας, καὶ καθὼς ἕνα ἕκαστον εὕροι τῶν ἀνθρώπων, κατασκηνοῖ ἐπ᾽ αὐτὸν κατὰ τὴν ἀναλογίαν τῆς ἑκάστου καθάρσεως, ὑπὲρ μέλι γλυκάζον ἐν τῇ ψυχῇ.

Ἐρώτ. μϛʹ. Τί ἐστιν ὃ εἶπεν ὁ Χριστὸς, ὅτι «Ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ ἁγίου Πνεύματος, οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι;» Ἑρμηνεία. Τοῦτο εἴρηκεν ὁ Χριστὸς, ἐπειδὴ διπλοῦς κατ᾽ οὐσίαν, Θεὸς καὶ ἄνθρωπος, πᾶς ὅστις ἀθετήσει βλασφημῶν εἰς τὴν σάρκα αὐτοῦ, ἀφεθήσεται αὐτῷ μετανοήσαντι, τῷ δὲ βλασφημήσαντι εἰς τὴν ...

Caetera desiderantur ... μφαῖνον τὸ τρίτον πρόσωπον ὅμοιον ἀνθρώπῳ τὸν κατὰ ἄνθρωπον αὐτοῦ παρουσίαν φανερώτατα γράφον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ πετομένῳ, τὴν τοῦ Πνεύματος ἐπὶ τὴν Ἐκκλησίαν ἐφιπταμένην, δόσιν σαφηνίζον, καὶ τὰ Εὐαγγέλια τούτοις σύμφωνα, ἐν οἷς συγκαθέζεται ὁ Χριστός. Τὸ μὲν γὰρ κατὰ Ἰωάννην τὴν ἀπὸ τοῦ Πατρὸς αὐτοῦ ἡγεμονικὴν καὶ ἔνδοξον αὐτοῦ γενεὰν ἐκδιηγεῖται λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος·» διὸ καὶ ἀετὸς μετωνόμασται, ὡς τὰ ὕψη ... κενεμβατήσας, κἀκεῖθεν τὰ ἀπόῤῥητα μυηθεὶς, καὶ τὰ κρυπτὰ τῆς θεολογίας ... ἀνιμησάμενος, καὶ τὴν ἄῤῥητον καὶ ἀκατάληπτον γέννησιν τοῦ Υἱοῦ τοῦ Θεοῦ συγγραψάμενος.

Τὸ δὲ κατὰ Λουκᾶν ἄρχεται ἀπὸ τοῦ Ζαχαρίου τοῦ ἱερέως· τὸ δὲ κατὰ Ματθαῖον τὴν κατὰ ἄνθρωπον αὐτοῦ γέννησιν γράφεις «Βίβλος γενέσεως.» Τὸ δὲ κατὰ Μάρκον· «Ἀρχὴ τοῦ Εὐαγγελίου.» Διὰ τοῦτο καὶ τέσσαρες καθολικαὶ διαθῆκαι τοῖς ἀνθρώποις ἐδόθησαν μία μὲν κατὰ τὸν κατακλυσμὸν τοῦ Νῶε ἐπὶ τοῦ τόξου· δευτέρα ἐπὶ τοῦ Ἀβραὰμ ἐπὶ τοῦ σημείου τῆς περιτομῆς· τρίτη ἡ διὰ τοῦ Μωσέως ἐν τῇ νομοθεσίᾳ· τετάρτη ἡ διὰ τοῦ ἁγίου Εὐαγγελίου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ χάρις καὶ δωρεά.