Ἔργον
Μέγας Αθανάσιος – Ζητήματα εἰς τὴν θείαν γραφήν
Τυπολογία και προφητείες των Πατριαρχών της Παλαιάς Διαθήκης
Αλληγορική και τυπολογική προσέγγιση του βίου του Αβραάμ, του Ισαάκ και του Ιακώβ, με ιδιαίτερη έμφαση στις χριστολογικές προτυπώσεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τυπολογία και προφητείες των Πατριαρχών της Παλαιάς Διαθήκης
Αλληγορική και τυπολογική προσέγγιση του βίου του Αβραάμ, του Ισαάκ και του Ιακώβ, με ιδιαίτερη έμφαση στις χριστολογικές προτυπώσεις.
Ἐρώτ. ξεʹ. Τίνας υἱοὺς Θεοῦ κέκληκεν ὁ Μωσῆς, εἰπών· «Ἰδόντες δὲ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας;» Ἀπόκ. Ἐκ μὲν τοῦ Ἀδὰμ ἐγεννήθη ὁ Σήθ· τρίτος γὰρ ἦν ἀπὸ τοῦ Ἄβελ· ἐκ δὲ τοῦ Σὴθ ὁ Ἐνώς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸν Κύριον καὶ Θεόν. Ὅθεν οἱ ἐκ τούτου γεννηθέντες παῖδες υἱοὶ Θεοῦ ἐχρημάτισαν, ὥσπερ καὶ ἡμεῖς ἐκ τῆς τοῦ δεσπότου Χριστοῦ προσηγορίας Χριστιανοὶ καλούμεθα. Καὶ γὰρ κεχώριστο τοῦ Σὴθ τὸ γένος, καὶ οὐκ ἐμίγνυτο τοῖς ἐκ τοῦ Κάϊν διὰ τὴν ἐπενεχθεῖσαν αὐτῷ παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀράν. Ὕστερον καὶ εὐειδεῖς θεασάμενοι τὰς θυγατέρας τῆς τοῦ Κάϊν συγγενείας, καὶ καταθελχθέντες, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας, καὶ διέφθειραν τὴν οἰκείαν συγγένειαν.
Ἐρώτ. ξϛʹ. Τί ὃ λέγει· «Ἀναβλέψας Ἀβραὰμ, εἶδε· καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων αὐτοῦ ἐν φυτῷ Σαβέκ;» Ἀπόκ. Φυτὸν Σαβὲκ ὁ τίμιός ἐστι σταυρός· κατὰ δὲ Ἑβραίους δοκεῖ τὸ Σαβὲκ ἀφέσεως καὶ συγχωρήσεως.
Ὁ δὲ ἐν τῷ Σαβὲκ τῷ φυτῷ κατεχόμενος κριὸς, ὅστις καὶ εἰς θυσίαν προσήχθη ἀντὶ Ἰσαὰκ, τὸν Χριστὸν προετύπου, τὸν προσενεχθέντα ὑπὲρ ἡμῶν ἄμωμον ἱερεῖον, καὶ ἐν τῷ σταυρῷ θάνατον ὑποστάντα ἕνεκεν ἡμῶν. «Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν,» φησὶν Ἡσαΐας, «καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν.» Ὥσπερ ὁ κριὸς ἐκεῖνος οὖν προσήχθη ἀντὶ Ἰσαὰκ, οὕτω καὶ ὁ Χριστὸς προσήχθη ὑπὲρ ἡμῶν ἁπάντων.
Ἐρώτ. ξζʹ. Τί λέγει ὁ Ἰσαὰκ, ὅτι «Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρης, ὃν εὐλογήσαι Κύριος, καὶ δῴη σοι Κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη,» καὶ τὰ ἑξῆς.
Ἀπόκ. Ἀγρός ἐστιν ὁ κόσμος· δρόσος δὲ οὐρανοῦ ἡ θεότης· πιότης δὲ τῆς γῆς ἡ ἀνθρωπότης. Ὥσπερ τοίνυν ἡ δρόσος μὲν ἀοράτως κάτεισι, κάτω δὲ συνισταμένη γίνεται δήλη· οὕτως ἀόρατος ὢν ὁ Θεὸς Λόγος, διὰ τῆς σαρκὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Καὶ ὁ σῖτος δὲ καὶ ὁ οἶνος τῶν θείων μυστηρίων αἰνίγματα. Δουλεύουσι πάντα τὰ ἔθνη τῷ Χριστῷ.
Ἐρώτ. ξηʹ. Τί δηλοῖ, ὅτι ἔλαβεν ὁ Ἰακὼβ τρεῖς ῥάβδους, χλωρὰν στυρακίνην, καὶ καρυΐνην, καὶ πλατανίαν, καὶ ἐλέπτυνεν αὐτάς; Ἀπόκ. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς εἰσιν αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς, τὸ λογικὸν, καὶ τὸ ἐπιθυμητικὸν, καὶ τὸ θυμητικόν· ἤτοι αἱ τρεῖς θεωρίαι, τῶν σωμάτων, τῶν ἀσωμάτων, καὶ τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυΐνης, ἡ θεωρητικὴ δὲ διὰ τῆς στυρακίνης· διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνίξατο.
Ἐρώτ. ξθʹ. Τίνος χάριν ὁ Ἰακὼβ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παραβεβληκυῖαν, καὶ εἶπε· «Παρεμβολὴ Θεοῦ αὕτη;» Ἀπόκ. Διὰ τοῦτο ἡ παρεμβολὴ τῶν ἀγγέλων φαίνεται τῷ Ἰακὼβ, ἵνα θαρσήσῃ, καὶ μὴ φοβηθῇ τὸν ἀδελφὸν αὐτοῦ Ἠσαῦ. Ἐβούλετο γὰρ ὁ Ἠσαῦ ἀποκτεῖναι αὐτὸν, καὶ διὰ τοῦτο ἐπάλαισε καὶ μετ᾽ ἀγγέλου, καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· «Ἐμὲ νενίκηκας, καὶ ἄνθρωπον δέδοικας;» ἔγνω δὲ ὅτι τὸν Θεὸν ἔχει βοηθόν.
Ἐρώτ. οʹ. Τί ἐστι· «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Τοῦτο ἁρμόττει ἐπὶ τοῦ Χριστοῦ. Ὥσπερ γὰρ ὁ λέων καὶ καθεύδων φοβερός ἐστιν, οὕτως ὁ δεσποτικὸς θάνατος φοβερὸς καὶ τῷ θανάτῳ καὶ τῷ διαβόλῳ. Λέοντα δὲ αὐτὸν ἐκάλεσε καὶ σκύμνον λέοντος ὡς βασιλέα καὶ ὡς βασιλέως υἱόν. Τὸ δὲ, «Τίς ἐγερεῖ αὐτόν;» τὴν ἄφατον αὐτοῦ δείκνυσι δύναμιν.
Αὐτὸς γὰρ ἑαυτὸν ἀνέστησε κατὰ τὴν αὐτοῦ πρόῤῥησιν· φησὶ γάρ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἐρώτ. οαʹ. Τί ἐστι· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ;» Ἀπόκ. Ἄμπελον μὲν τὴν Ἱερουσαλὴμ λέγει· πῶλον δὲ τὸν ἐξ ἐθνῶν λαὸν, ὡς ἀδάμαστον. Τοῦτο γὰρ καὶ ὁ Κύριος ᾐνίξατο, ἀποστείλας τοὺς μαθητὰς πρὸς τὸ λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, ἐφ᾽ ᾧ οὐδεὶς ἀνθρώπων ἐκάθισεν. Οὔτε πατριάρχης, οὔτε νομοθέτης, οὔτε προφήτης τῶν ἐθνῶν ἐφρόντισε σωτηρίας· ἀπόστολοι προσταχθέντες ἔλυσαν τὴν τῶν ἀνθρώπων φύσιν, δεδεμένην ταῖς ἁμαρτίαις.
Ἐρώτ. οβʹ. Τί ἐστιν ὃ λέγει· «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ,» καὶ τὰ ἑξῆς; Ἀπόκ. Τὰ κατὰ τοῦ πάθους τοῦ Χριστοῦ λέγει· καὶ τὸ μὲν σῶμα στολὴν ὀνομάζει, τὸ δὲ αἷμα οἶνον· ἐπειδὴ καὶ τὸν μυστικὸν οἶνον αἷμα κέκληκεν ὁ δεσπότης.
Τὸ δὲ, Χαρωποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, τὴν μετὰ τὸ πάθος εὐφροσύνην δηλοῖ. Ἐρώτ. ογʹ. Τίς Θεὸν πρῶτος ὠνόμασεν ἐπὶ τῆς γῆς; Ἀπόκ. Ὁ διάβολος εἰπὼν τῇ Εὔᾳ· «Τί ὅτι εἶπεν ὁ Θεὸς μὴ φαγεῖν ἀπὸ τοῦ ξύλου;» Ἐρώτ. οδʹ. Τί μέλλουσι γενέσθαι τὰ στοιχεῖα, ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ τὰ ἄστρα ἐν τῇ δευτέρᾳ παρουσίᾳ;
Ἀπόκ. Δοθήσεται αὐτοῖς τόπος κατοικίας ἐν ἑνὶ μέρει, πλὴν οὐκ εἰς τέλος ἀφανισθήσονται. Ἐρώτ. οεʹ. Διὰ τί τῷ μὲν Κάϊν κατηράσατο ὁ Θεὸς, λέγων· «Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς·» ἐπὶ δὲ τοῦ Ἀδὰμ τῇ γῇ ἐπέθετο τὴν κατάραν εἰπών· «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου;» Ἀπόκ. Ὅτι ὁ μὲν Κάϊν ἠρνήσατο τὸν Θεὸν, κρύψας τὸ ἁμάρτημα· διὸ καὶ μείζονα τὴν καταδίκην εἰργάσατο· ὁ δὲ Ἀδὰμ ὁμολογήσας, τὴν πολλὴν ἐξ αὐτοῦ ἀπώσατο τιμωρίαν· ὁ γὰρ τὰ ἑαυτοῦ πταίσματα ἐξομολογησάμενος ἐπιτυγχάνει ἀφέσεως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.