Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Εγκράτεια, σιωπή, αντιμετώπιση κατηγοριών και επίκληση του θείου ονόματος

Οδηγίες για τον έλεγχο της γλώσσας και της λαιμαργίας, τη διάκριση μεταξύ ωφέλιμης ομιλίας και σιωπής, την αποφυγή της κενοδοξίας και την αντιμετώπιση των εμπαθών λογισμών διά της προσευχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 6 από 22

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἀλλὰ συμβαίνει ἐκεῖνον νομίζοντα ἐκ τῆς σιωπῆς ὅτι κατεδέξατο τὸν ἔπαινον σκανδαλισθῆναι. Τί οὖν δεῖ ποιῆσαι; Ἀπόκρισις Ἰωάννου· Περὶ τῶν ἀδήλων ὀφείλει ὁ ἀγωνιζόμενος ἐᾶσαι τὸν Θεὸν πληροφορῆσαι τὸν ἀκούοντα. Πόθεν γὰρ οἶδεν ὅτι οὐ μᾶλλον ᾠκοδομήθη ἐπὶ τῇ σιωπῇ αὐτοῦ ὡς μὴ καταδεξαμένου τὸν ἔπαινον, αὐτὸς δὲ νομίζει ὅτι ἐσκανδαλίσθη;

Ἐὰν δὲ αὐτὸς φανερώσῃ τοῦτο, τότε μετὰ ταπεινοφροσύνης ὀφείλει αὐτὸν πληροφορῆσαι λέγων· Συγχώρησόν μοι ἀδελφέ, ὅτι οὐδὲν ἀγαθὸν ἐμαυτῷ σύνοιδα, καὶ διὰ τοῦτο οὐχ εὗρόν τί σοι ἀποκρίνασθαι. Ἀλλὰ διὰ τὸν Κύριον, εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Συμβαίνει δέ τινα ἁμαρτωλὸν ὄντα ἐν ταπεινοφροσύνῃ εἰπεῖν τὴν ἀλήθειαν καὶ οὐ κατὰ κενοδοξίαν. Ἆρα οὐδὲ οὗτος ὀφείλει ἀποκρίνασθαι; Ἀπόκρισις Ἰωάννου· Οὐδὲ οὗτος ὀφείλει ἀποκρίνασθαι, κἂν γὰρ αὐτὸς πρὸς ὥραν ταπεινοφρονῇ, ἀλλ’ ὁ ἀκούων ἔχει αὐτὸν ταπεινόφρονα, καὶ βάρος αὐτῷ ἐστιν. Ὁ γὰρ Κύριος εἶπεν· «Οὐαὶ ὑμῖν, ὅταν εἴπωσιν οἱ ἄνθρωποι καλῶς ὑμᾶς.» Περὶ τῶν ἁμαρτωλῶν λέγει τῶν ἐπαινουμένων καὶ τὸ ἔργον οὐκ ἐχόντων.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Καὶ πῶς εὑρίσκομέν τινας τῶν ἀκάκων, ἡνίκα ἐπαινοῦνται ἀποκρινομένους ἐν μετριότητι; Ἀπόκρισις· Οἱ Πατέρες φθάσαντες τὸ μέτρον ὃ εἶπεν ὁ Κύριος ὅτι «Ὅταν ποιήσητε ταῦτα πάντα, εἴπατε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.» Καὶ μετὰ ἀληθείας οὕτως ἔχοντας ἑαυτούς, ὡς ἔχουσιν ἀποκρίνονται. Κἂν παρ’ ἄλλου ταῦτα ἀκούσωσιν, οὐ δυσχεραίνουσιν, ἀλλὰ καὶ εὐλογοῦσιν αὐτόν, ὡς λέγοντα τὴν ἀλήθειαν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐάν τις εὐεργετηθῇ παρά τινος καὶ ὑπερεύχηται αὐτοῦ καταλέγων αὑτοῦ τὰς εὐεργεσίας, ἆρα κἂν οὕτως ὀφείλει ἐκεῖνος αὐτῷ ἀποκρίνασθαι ἢ οὔ; Ἀπόκρισις· Ἡ σιωπὴ καλὴ μέν ἐστιν ἐν πᾶσιν. Ἀλλ’ ἵνα μὴ δόξῃ ὡς ἀποβάλλειν τὴν εὐχήν, ὀφείλει μετὰ ταπεινώσεως εἰπεῖν·

Συγχώρησόν μοι ἀββᾶ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ διὰ τὸν Κύριον, ἔχων ἐν τῇ καρδίᾳ αὑτοῦ ὅτι οὐδὲν αὐτὸς ἐποίησεν. Ὁ εὐεργετῶν γὰρ πάντας ὁ Κύριός ἐστιν. Καὶ ἵνα δέηται τοῦ Θεοῦ μὴ κατακριθῆναι ἐν τοῖς λεγομένοις.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Εὖξαι ὑπὲρ ἐμοῦ Πάτερ, ἵνα ῥυσθῶ ἀπὸ τῆς γλώσσης καὶ ἀπὸ τῆς παρρησίας καὶ τῆς κοιλίας. Ἀπόκρισις· Περὶ τῆς γλώσσης καὶ τῆς παρρησίας καὶ τῆς κοιλίας, ὡς παρεκάλεσας εὔξασθαι, οὕτως καὶ σὺ ποίησον τὴν δύναμίν σου ἐγκρατεύσασθαι. Ἄνευ γὰρ καρδίας κόπου καὶ νήψεως καὶ πένθους, οὐ δουλαγωγοῦνται. Μνημονεύων ὅτι «πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Πάντων δὲ τῶν παθῶν κατακυριεύει ἡ ταπείνωσις καὶ διὰ κόπου τις κτᾶται αὐτήν. Ὁ Θεὸς δώῃ σοι δύναμιν ἀδελφέ, μετὰ διακρίσεως καὶ φόβου Θεοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Εἰ διὰ τοῦ πένθους κτᾶταί τις ταῦτα, καθὼς εἶπας, πῶς εἰσερχόμενος καὶ ἐξερχόμενος μεταξὺ τῶν ἀνθρώπων, καὶ φροντίζων διακονίας καὶ ὑπηρετῶν δύναμαι φυλάξαι τὸ πένθος; Καὶ εἰ ἔστι πένθος καρδίας ἄνευ δακρύων;

Ἀπόκρισις Ἰωάννου· Οὐ τὸ πένθος διὰ τῶν δακρύων, ἀλλὰ τὰ δάκρυα διὰ τοῦ πένθους γίνεται. Ὁ μεταξὺ δὲ τῶν ἀνθρώπων, ἐὰν κόπτῃ τὸ ἴδιον θέλημα καὶ μὴ προσέχῃ πταίσμασιν ἀλλοτρίοις, οὗτος κτᾶται τὸ πένθος. Ἐκ τούτου γὰρ συνάγονται οἱ λογισμοὶ αὐτοῦ, καὶ οὗτοι συναγόμενοι, γεννῶσι τὴν κατὰ Θεὸν λύπην, καὶ ἡ λύπη τὰ δάκρυα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ βάλλω τὸν λόγον μου εἰς τὸν ἀββᾶν, αἰσθάνομαί τινας θλιβομένους ἐπὶ τούτῳ. Τί οὖν ποιήσω; Μὴ βλάπτωμαι καθήμενος καὶ χλευάζει με ὁ λογισμὸς δῆθεν τῷ σκοπῷ προσέχων;

Εἶτα κἂν ὁ σκοπός μου διὰ τῆς σκέπης ὑμῶν μὴ ᾖ κατὰ πάθος, ἆρα δύναμαι ὅλον τὸ πρᾶγμα ἀβλαβῶς παρελθεῖν, ἐγὼ ὁ ἀσθενὴς μὴ μισῶν τὰ πάθη μου; Διὰ τοῦτο παρακαλῶ, εἰ δοκιμάζεις, ἵνα μὴ μεσάζω ἔξωθεν τοῦ νοσοκομείου, μήπως ἕνεκεν τούτου καὶ εἰς ζῆλον προκόψῃ τὸ πρᾶγμα καὶ σαλεύσῃ με. Εἰ δὲ οὕτως ὠφελοῦμαι, εἰς τὰς χεῖράς σού ἐστιν ἡ ψυχή μου, ὡς κελεύεις δήλωσόν μοι Πάτερ.

Ἀπόκρισις· Ἐὰν καθαρᾷ καρδίᾳ καὶ διὰ ὠφέλειαν ἄνευ πάθους καὶ κενοδοξίας λέγῃς, μὴ ψηφίσῃς ῥήματα ἀνθρώπων. Ἀγώνισαι συμβοηθουσῶν τῶν εὐχῶν τῶν ἁγίων ἕως οὗ φθάσῃς ἀβλαβῶς ὅλον ποιῆσαι τὸ πρᾶγμα. Τὸ μεσάσαι ἄνευ πάθους, ὡς εἶπον, καλόν ἐστιν, οὐ πᾶσι γὰρ δίδοται τὸ λαλῆσαι τῷ ἀββᾶ, οὐδὲ συμφέρει. Ἐὰν κατὰ Θεὸν λαλῇς, ἀφ’ ἑαυτοῦ οὔτε λαλεῖς οὔτε ποιεῖς τὸ ἀγαθόν, ἀλλ’ ὁ Θεός ἐστιν ἐν πᾶσι, καὶ τὸ ἀγαθὸν τοῦ Θεοῦ ζῆλον οὐ γεννᾷ. Ἀλλ’ εἰ καὶ φαίνεται πρὸς μικρόν, ταχὺ σβέννυται.

Εἰς τὰς χεῖρας τοῦ Θεοῦ ἐστιν ἡ ψυχὴ πάντων ἡμῶν, καὶ αὐτός ἐστιν ὁ σκεπάζων ἡμᾶς καὶ ἐνδυναμῶν τοῦ ποιῆσαι τὸ συμφέρον ἡμῖν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν οὖν ὀνομάσω τὸ συμφέρον τισίν, ἆρα κἂν μὴ ἐρωτηθῶ ὀφείλω λέγειν;

Ἐὰν δὲ καὶ μείζων μού ἐστιν ἢ κληρικός, εἴπω τῷ ἀββᾷ ἢ σιωπήσω; Ἐὰν δὲ καὶ ἐρωτηθῶ, τί ἆρα λέγω; Ἐὰν δὲ καὶ συμφέρῃ τὸ καὶ ἀπ’ ἐμαυτοῦ λέγειν, πῶς λαλήσω, ἵνα μήτε ὡς μετὰ σχήματος εὑρεθῶ, δῆθεν ταπεινολογῶν, μήτε μετὰ αὐθεντίας ὡς διδάσκων. Συγχώρησόν μοι διὰ τὸν Θεόν.

Ἀπόκρισις· Εἶπον οἱ Πατέρες ὅτι «Ὁ λαλῶν διὰ τὸν Θεὸν καλόν ἐστι, καὶ ὁ σιωπῶν διὰ τὸν Θεὸν καλόν ἐστιν.» Ὁ λόγος δὲ τῶν Πατέρων τοῦτ’ ἔστι· Ὁ λαλῶν, ὡς εἶπόν σοι, ἄνευ πάθους, καλόν ἐστιν, ὅτι διὰ τὸν Θεὸν λαλεῖ. Καὶ ὁ βλέπων ὅτι κατὰ πάθος μέλλει λέγειν καὶ σιωπῶν, καλόν ἐστιν, ὅτι διὰ τὸν Θεὸν ἐσιώπησεν. Ἐὰν κατὰ Θεὸν μέλλῃς λέγειν, μὴ μεριμνᾷς τί λαλήσεις, ἐπεὶ καταργεῖς τὴν ἐντολήν. Ἀλλὰ ῥίψον εἰς τὸν Θεὸν τὸ πρᾶγμα καὶ δίδει εἰς τὸ στόμα σου τί λαλῆσαι πρὸς τὸ συμφέρον. Οἶδεν ὁ Θεὸς περιζῶσαι ἡμᾶς τοὺς ἀσθενεῖς δύναμιν, καὶ αὐτὸς ἐνδυναμώσει σε ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Εἰ ἐν τοῖς καλοῖς ἢ καὶ μέσοις δεῖ κόπτειν τὸ θέλημα τῷ ἀββᾷ, καὶ ἐν οἷς παράβασις δοκεῖ φθάνειν ἐντολῆς Θεοῦ; Καὶ ὑπὲρ τὴν κατάστασίν μου δὲ εἰ εὑρεθῇ ἐπιταγή, εἰ ὀφείλω παραιτήσασθαι, ἵνα μὴ λύπη καὶ ταραχὴ ἔλθῃ μοι; Ἔτι δέ, ἐάν τις χρείαν ἔχων πρὸς τὸν ἀββᾶν αἰτήσηταί με συμβαλέσθαι αὐτῷ εἰς τὸ πρᾶγμα καὶ ἀνάσχωμαι, μὴ φέρει μοι τιμήν, ὡς ὅτι ὅλως ψηφίζομαι;

Ἀπόκρισις· Ἀδελφέ, ὁ θέλων μοναχὸς εἶναι, οὐκ ὀφείλει ὅλως θέλημα ἔχειν ἔν τινι πράγματι. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ Χριστὸς εἶπεν· «Ἦλθον εἰς τὸν κόσμον οὐ τὸ ἐμὸν θέλημα ποιῆσαι.» Ὁ θέλων γὰρ τόδε ποιεῖν καὶ τόδε παραιτεῖσθαι, ἢ διακριτικώτερον δεικνύει τοῦ ἐπιτάσσοντος αὐτῷ, ἢ ὑπὸ δαιμόνων χλευάζεται. Ὥστε οὖν ἐν πᾶσιν ὀφείλεις ὑπακούειν, κἂν δόξῃ σοι τὸ πρᾶγμα ἁμαρτίαν ἔχειν. Ὁ γὰρ ἐπιτάσσων σοι ἀββᾶς σου αὐτὸς βαστάζει σου τὸ κρῖμα, ὡς ἀπαιτούμενος λόγον ὑπὲρ σοῦ. Ἐὰν δὲ φαίνηταί σοι βαρὺ τὸ ἐπιτασσόμενον, ἐρώτησον αὐτὸν καὶ τῇ διακρίσει αὐτοῦ ἄφες τὸ πρᾶγμα. Ἐὰν δὲ ἀδελφοὶ ὦσιν οἱ ἐπιτάξαντές σοι καὶ βλέπῃς ὅτι βλάβην ἔχει τὸ πρᾶγμα ἢ ὑπὲρ τὴν δύναμίν σού ἐστιν, πάλιν ἐρώτησον τὸν ἀββᾶν καὶ ὃ λέγει σοι ποίησον. Ἐὰν γὰρ θέλῃς τὰ πράγματα διακρίνειν, θλίψεις ἑαυτῷ ἐπισπᾶσαι. Ἀνάθου πάντα τῷ ἀββᾷ σου καὶ ὃ διακρίνει ποίησον· Αὐτὸς γὰρ οἶδε τί ποιεῖ καὶ πῶς φροντίζει σου τῆς ψυχῆς. Καὶ ἀναπαύῃ, πιστεύων ὅτι, εἴ τι λέγει σοι, κατὰ Θεόν ἐστι, καὶ λύπην καὶ ταραχὴν οὐ φέρει. «Πᾶν γὰρ δένδρον καλὸν καλοὺς καρποὺς ποιεῖ.» Περὶ δὲ τοῦ δεηθῆναί σού τινας πρὸς τὸν ἀββᾶν, ἐάν ἐστι χρεία, ποίησον ὡς ἐντολὴν πληρῶν, ἣν ἤκουσας ποιῆσαι. Ἐὰν γὰρ καθίσῃ σε ὁ ἀββᾶς εἰς τὸ θυρωρεῖον λέγων· Μήνυσόν μοι πάντα ἄνθρωπον ἐρχόμενον, μὴ ἀφ’ ἑαυτοῦ ψηφίζῃς ἢ κέλευσιν πληροῖς τοῦ ἐπιτάξαντός σοι;

Ἐὰν εἴπῃ σοι ὁ ἀββᾶς λέγειν αὐτῷ ἢ μὴ λέγειν, σὺ πρᾶγμα οὐκ ἔχεις. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν ἀδελφὸς ἐρωτήσῃ με περὶ λόγου ἢ πράγματος οἱουδήποτε καὶ οἶδα αὐτό, ἀποκριθῶ αὐτῷ ἢ οὔ; Ἐὰν δὲ μηδὲν ἐρωτηθῶ, ἴδω δὲ πρᾶγμα μὴ καλῶς γενόμενον, ἆρα ἀναμνήσω τὸν ποιοῦντα ἢ οὔ;

Ἀπόκρισις· Ὅλα τὰ ῥήματα τῆς ἐρωτήσεως ταύτης, μίαν ἔχουσι δύναμιν ἀποκρίσεως· Φύλαξον τοῦ μὴ εἰπεῖν κατὰ κενοδοξίαν, ἀλλὰ μετὰ ταπεινώσεως καὶ φόβου Θεοῦ. Καὶ περὶ πάντων ὧν ἠρώτησας, εἰπὲ χρείας γενομένης καὶ ὑπόμνησον, ἐν τῷ κοινοβίῳ σου μέντοι καὶ οὐκ ἀλλαχοῦ —καὶ γὰρ οἱ τοῦ κοινοβίου ὡς ἓν σῶμά εἰσιν—ἵνα μὴ εὑρεθῇς ὡς διδάσκαλος. Ἐὰν δὲ ἀλλαχοῦ εὑρεθῇς, ἀφ’ ἑαυτοῦ μηδὲν εἴπῃς. Εἰ δὲ ἐρωτηθῇς, εἰπὲ μετὰ ταπεινώσεως. Ὁ Θεὸς συνετίσει σε ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ ἐδήλωσάς μοι, ἐὰν ἐρωτηθῶ περὶ πράγματος ἢ καὶ ἴδω, ἵνα μετὰ ταπεινώσεως λέγω, τί ἔστι τὸ μετὰ ταπεινώσεως; Καὶ ἐὰν ἴδω τὴν καρδίαν μου ἡδυνομένην τῇ κενοδοξίᾳ ἐν τῷ λέγειν, ἢ εἰ καὶ μὴ τότε ἡδύνομαι, προκατανοῶ δὲ ὅτι μέλλει μοι γίνεσθαι ὕστερον, ἆρα σιωπήσω ἢ οὔ;

Ἀπόκρισις· Τὸ εἰπεῖν τίποτε μετὰ ταπεινώσεώς ἐστι, τὸ μὴ λέγειν ὡς διδάσκοντα, ἀλλ’ ὡς ἀκούσαντα παρὰ τοῦ ἀββᾶ ἢ τῶν Πατέρων. Ἐὰν δὲ ἔχῃ ὠφέλειαν τὸ πρᾶγμα τῷ εἰπεῖν τῷ ἀδελφῷ καὶ πολεμεῖ ἡ κενοδοξία τοῦ ἡδυνθῆναι, πρόσεχε σεαυτῷ ὅτι ἐμποδίσαι θέλει ὠφεληθῆναι τὸν ἀδελφόν, καὶ ἐὰν ἀκούσῃς αὐτῆς, οὐδέποτε ὠφελεῖται διὰ σοῦ ὁ ἀδελφός.

Ἀλλ’ ἐπιτίμησον τῇ κενοδοξίᾳ καὶ καταφρόνησον αὐτῆς, καὶ μεθ’ ὃ λέγεις, μετανόησον τῷ Θεῷ λέγων· Συγχώρησόν μοι ὅτι κενοδόξως ἐλάλησα. Καὶ περὶ τοῦ ὑστέρου ὁμοίως. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Πῶς Πάτερ, ἐπέτρεψάς μοι, ἐὰν ἴδω πρᾶγμα καὶ πρὶν ἐρωτηθῶ, ἵνα λέγω, τῶν Πατέρων λεγόντων πρὸ ἐρωτήσεως μὴ ἀποκρίνεσθαι καὶ τοῦ ἀββᾶ Νισθερὼ διὰ τοῦτο θαυμασθέντος, ὅτι ἐν κοινοβίῳ ὢν εἶπεν ὅτι «Ἐγὼ καὶ ὁ ὄνος ἕν ἐσμεν.» Εἰπὲ δέ μοι Πάτερ, καὶ τὸ προσέχειν τοῖς λογισμοῖς τί ἐστι καὶ εἰ ἐν καιρῷ δεῖ τακτῷ τοῦτο ποιεῖν καὶ ποίῳ τούτῳ.

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, πρὸς τὸ μέτρον τοῦ ἀνθρώπου λέγουσιν οἱ Γέροντες. Ἔστιν οὖν καιρὸς ἐν ᾧ τῷ μέτρῳ ἔχει ὁ ἄνθρωπος ὑπηρετῆσαι, καὶ ἐν τούτῳ ἔργα ὀφείλει δεῖξαι διακονίας. Καὶ ἔστι καιρὸς ὅταν ὁ αὐτὸς ἔρχεται εἰς τὸ ὑπηρετηθῆναι, καὶ ἄλλα ἐστὶ τὰ μέτρα τούτου. Τὰ γὰρ τέλεια τοῖς τελείοις εἴρηται, τὰ δὲ ἄλλα τοῖς ὑπὸ τὸν νόμον οὖσιν· Ὑπὸ παιδαγωγῶν γὰρ ἀκμὴν ἐξετάζονται.

Ὅταν γὰρ νεκροῦσαι ἀπὸ τοῦ κόσμου κατὰ τὸν ἀββᾶν Νισθερώ, δύνασαι εἰπεῖν ὅτι Ὄνος εἰμί. Μὴ ὑψηλοφρονήσῃς, ἐπεὶ βλάπτῃ εἰς τοῦτο. Ἔταξαν οἱ Πατέρες καιροὺς προσέχειν τοῖς λογισμοῖς, ἐν τῷ λέγειν ἑαυτοὺς κατὰ πρωΐ·

Ποίησον λόγον πρὸς ἑαυτὸν πῶς παρῆλθες τῇ νυκτί, καὶ κατὰ ὀψὲ πῶς παρῆλθες τῇ ἡμέρᾳ. Καὶ ἐν τῷ μεταξὺ δέ, ὅτε ὁ λογισμὸς βαρεῖται, πρόσχες. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐάν τις τῶν Γερόντων ὑπὲρ ἐμὲ ἐρωτήσῃ με περὶ πράγματος, ὀφείλω λέγειν ὅπερ νομίζω συμφέρειν;

Ἀπόκρισις Ἰωάννου· Σὸν οὐκ ἔστι εἰπεῖν τίποτε, οὐκ οἶδας γὰρ τὸ θέλημα τοῦ Θεοῦ, εἰ οὕτω συμφέρει. Ἀλλ’ ἐὰν ἐρωτήσῃ σέ τις αὐτῶν, εἰπὲ αὐτῷ· Συγχώρησον ὅτι κἀγὼ οὐκ οἶδα. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν ἀδελφὸς ποιῇ πρᾶγμα μέσον, ἐγὼ δὲ διὰ θέλημα ἐμὸν θλίβωμαι ἐν αὐτῷ, τί ποιήσω; Σιωπήσω καὶ μὴ ἀναπαύσω τὴν καρδίαν μου, ἢ εἴτω ὡς μετὰ ἀγάπης καὶ μὴ μείνω ταρασσόμενος; Ἐὰν δὲ ἄλλους θλίβῃ τὸ πρᾶγμα καὶ οὐκ ἐμέ, εἴπω διὰ τοὺς ἄλλους; Ἢ μήτε δοκεῖ τοῦτο ἐργολάβημα;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν ᾖ πρᾶγμα μὴ ἔχον ἁμαρτίαν, ἀλλὰ μέσον καὶ λαλήσῃς διὰ τὸ ἀναπαῦσαί σου τὴν καρδίαν, ἥττημά σοί ἐστιν, ὅτι ἀπὸ ἀσθενείας οὐκ ἠδυνήθης βαστάξαι. Ἀλλὰ μέμψαι οὖν σεαυτὸν καὶ σιώπα. Ἐὰν δὲ ἄλλους θλίβῃ, εἰπὲ τῷ ἀββᾷ σου, καὶ ἢ αὐτὸς λέγει αὐτῷ ἢ λέγει σοι τί εἰπεῖν, καὶ σὺ ἀμεριμνεῖς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν διὰ μὲν τοὺς ἄλλους λέγω τῷ ἀββᾷ, ὑπονοῶ δὲ ὅτι ταράσσεται ὁ ἀδελφός, τί ποιήσω; Ἐὰν δὲ καὶ τοὺς ἄλλους κἀμὲ θλίβῃ, εἴπω διὰ τοὺς ἄλλους ἢ σιωπήσω διὰ τὸ μὴ πληροφορῆσαι ἐμαυτόν; Ἐὰν δὲ ὑπονοῶ ὅτι οὐ λυπεῖται, εἴπω καὶ δι’ ἐμαυτὸν ἢ βιάσομαι τοῦτο;

Ἀπόκρισις Ἰωάννου· Περὶ τῆς ταραχῆς τοῦ ἀδελφοῦ, ἐὰν εἴπῃς τῷ ἀββᾷ, σὺ πρᾶγμα οὐκ ἔχεις. Ὅταν χρεία ἐστὶν εἰπεῖν δι’ ἄλλους καὶ μέλει σοι, εἰπὲ δι’ αὐτούς. Διὰ σεαυτὸν δὲ μόνον βίασαι μὴ εἰπεῖν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἀλλ’ ὁ λογισμός μου λέγει μοι ὅτι Ἐὰν ταραχθῇ ὁ ἀδελφός μου κατ’ ἐμοῦ, ἐχθρός μου γίνεται, ἔχων ὅτι κατελάλησα αὐτοῦ πρὸς τὸν ἀββᾶν.

Ἀπόκρισις Ἰωάννου· Οὗτος ὁ λογισμὸς πονηρός ἐστι, θέλων ἐμποδίσαι τῇ διορθώσει τοῦ ἀδελφοῦ. Μὴ οὖν κωλύσῃς τὸ εἰπεῖν, κατὰ Θεὸν μέντοι. Καὶ γὰρ κατὰ τῶν ἰατρῶν οἱ θεραπευόμενοι ἄρρωστοι φθέγγονται, ἀλλ’ ἐκεῖνοι οὐ φροντίζουσιν, εἰδότες ὅτι ὕστερον εὐχαριστοῦσιν αὐτῷ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν οὖν βλέπω τὸν λογισμόν μου, ὅτι οὐ διὰ τὴν ὠφέλειαν τοῦ ἀδελφοῦ θέλω εἰπεῖν, ἀλλὰ σκοπῷ τοῦ διαβαλεῖν αὐτόν, εἴπω ἢ σιωπήσω; Ἀπόκρισις Ἰωάννου· Νουθέτησον τὸν λογισμὸν κατὰ Θεὸν εἰπεῖν ἀλλὰ μὴ κατὰ διαβολήν. Ἐὰν δὲ νικᾶται τῇ καταλαλιᾷ, καὶ οὕτως εἰπέ, ὁμολογῶν τῷ ἀββᾷ τὴν σὴν καταλαλιάν, ἵνα ἀμφότεροι θεραπευθῆτε, ὁ μὲν τοῦ πταίσματος, σὺ δὲ τῆς καταλαλιᾶς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν μὴ συγχωρῇ μοι ὁ λογισμὸς ὁμολογῆσαι τῷ ἀββᾷ, ὅτι σκοπῷ τοῦ καταλαλῆσαι τοῦ ἀδελφοῦ λέγω, τί ποιήσω; Εἴπω ἢ οὔ; Ἀπόκρισις· Μηδὲν εἴπῃς αὐτῷ, καὶ ὁ Κύριος φροντίζει. Οὐ χρεία γάρ σε μετὰ βλάβης ψυχῆς εἰπεῖν, καὶ ὁ Θεὸς ὡς θέλει φροντίζει τῆς διορθώσεως τοῦ ἀδελφοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ συμβαίνει ὅτι ποιῶ πρᾶγμα, ὡς νομίζω μετὰ λόγου, καὶ διορθοῦταί μέ τις εἰς αὐτό, ἐγὼ δὲ ὅσα ἂν εἴπω ἀπολογούμενος, λέγω ἀπὸ κενοδοξίας καὶ τί ὀφείλω εἰπεῖν; Ἀπόκρισις·

Ἐὰν οὐκ ἔχῃ ἀνάγκην ἡ ἀπολογία, σιώπα, ἐὰν δὲ ἔχῃ λογισμὸν τὸ πρᾶγμα τοῦ ἀδελφοῦ σου, ἀντίλεξον τῇ κενοδοξίᾳ καὶ θεράπευσον αὐτόν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν πρᾶγμα ποιῶ τῶν μέσων καὶ οἶδα ὅτι ἐὰν καταλάβῃ με ὁ ἀδελφὸς ποιοῦντα αὐτό, σκανδαλίζεται εἰς ἐμέ, πολεμοῦμαι δὲ καὶ ὑπὸ κενοδοξίας κρύψαι αὐτό, αἰσχύνομαι γὰρ ἐὰν ἴδῃ με.

Ἆρα ὀφείλω διὰ τὴν κενοδοξίαν μὴ κρύψαι ἢ κρύψαι διὰ τὸ σκάνδαλον; Εἰ δὲ καὶ μὴ οἶδα ἀκριβῶς εἰ σκανδαλίζεται, ἀλλ’ ὑπονοῶ, τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Ἐὰν καταγινώσκῃ σου ἡ καρδία ὅτι σκανδαλίζεται ὁ ἀδελφός σου, σκέπασον καὶ μὴ δώσῃς αὐτῷ λογισμόν.

Ἐὰν δὲ ἀκριβῶς οὐκ οἶδας, ἀλλ’ ὑπονοῇς, μὴ φροντίσῃς τούτου. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν εἴπω τινὶ ῥῆμα κεντοῦν αὐτὸν καὶ μὴ νοήσῃ τὸν λόγον, ἆρα ὀφείλω μετανοῆσαι αὐτῷ ἢ σιωπῆσαι καὶ μὴ δοῦναι αὐτῷ λογισμόν;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν μὴ νοήσῃ ὁ ἀδελφὸς ὅτι ἐκέντησας αὐτόν, σιώπα, καὶ οὐ ταράσσεις αὐτόν. Ἀλλὰ σπούδασον τῷ Θεῷ βαλεῖν μετάνοιαν ὑπὲρ τούτου. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐάν τις ἴδῃ ἀδελφὸν σφαλέντα, καὶ εἴπῃ τῷ ἀββᾷ, αὐτὸς καθ’ οὗ ἐρρέθη, πῶς ὀφείλει διακεῖσθαι πρὸς τὸν εἰπόντα κατ’ αὐτοῦ;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν πιστὸς καὶ κατὰ Θεὸν ζῶν ᾖ, εἰ καὶ κατ’ ἔχθραν εἶπεν ὁ εἰπὼν κατ’ αὐτοῦ, ὀφείλει λογίσασθαι ὅτι Θέλων ὁ ἀδελφὸς ὠφελῆσαί με ταῦτα εἶπε, καὶ πληροῦται εἰς αὐτὸν τὸ εἰρημένον, ὅτι «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ αὑτοῦ ἐκβάλλει τὰ ἀγαθά.» Καὶ ταῦτα ἐνθυμούμενος πλειότερον ὀφείλει αὐτὸν ἀγαπᾶν ἤπερ μισεῖν.

Καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενος, εὑρίσκεται προκόπτων κατὰ Θεόν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ αἰσθάνομαι ὡς ἀπὸ κενοδοξίας ὅτι ὅταν βάλλω μετάνοιαν ἐπί τινων, ἐρυθριῶ μικρόν. Ἆρα ὀφείλω ἐπιτηδεύειν ἐπί τινων βάλλειν μετάνοιαν; ἢ ὡς ἂν φθάσῃ;

Ἀπόκρισις Ἰωάννου· Τὸ ἐπί τινων ἢ κατ’ ἰδίαν βάλλειν μετάνοιαν, μὴ σκόπει, ἀλλ’ ὡς ἂν φθάσῃ ποίησον. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἆρα δὲ καὶ τοῖς μικροτέροις μου ὀφείλω βάλλειν μετάνοιαν ἢ λόγῳ θεραπεύειν αὐτούς, ἵνα μὴ ἐκ τοῦ ἐναντίου κενοδοξία ὑπεισέλθῃ;

Ἀπόκρισις Ἰωάννου· Καθὼς εὑρίσκονται ἄνθρωποι μεγάλοι καὶ ἔντιμοι χρεωστοῦντες μηδαμινοῖς καὶ ἐλαχίστοις, καὶ ἀνάγκην ἔχουσιν ἀποδοῦναι τὸ χρέος μὴ κενοδοξοῦντες—ἐχρεώστουν γάρ—οὕτω καὶ σὺ ἐὰν χρεωστῇς τινι μικροτέρῳ ἢ μειζοτέρῳ, βάλε αὐτῷ μετάνοιαν ἀκενοδόξως, εἰδὼς ὅτι χρεωστεῖς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν εἰσέλθῃ ἐμπαθὴς λογισμὸς εἰς τὴν καρδίαν μου, διὰ τίνος ὀφείλω αὐτὸν ἀποκρούσασθαι; Ἆρα διὰ τοῦ ἀντιλέξαι; ἢ καὶ διὰ τοῦ ἐπιτιμῆσαι, καὶ ὥσπερ ὀργισθῆναι αὐτῷ; ἢ διὰ τοῦ προσδραμεῖν τῷ Θεῷ καὶ ῥίψαι τὴν ἀδυναμίαν μου ἐνώπιον αὐτοῦ;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, τὰ πάθη θλίψεις εἰσὶ καὶ οὐκ ἀφώρισεν ὁ Κύριος, ἀλλ’ εἶπε· «Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με», ὥστε περὶ παντὸς πάθους, οὐκ ἔστιν ἄλλο ὠφελιμώτερον, εἰ μὴ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. Τὸ δὲ ἀντιλέξαι οὐκ ἔστι παντὸς ἀνθρώπου, ἀλλὰ τῶν δυνατῶν κατὰ Θεόν, οἷς ὑποτάσσονται οἱ δαίμονες. Ἐὰν γάρ τις τῶν μὴ δυναμένων ἀντιλέξῃ, ἐκμυκτηρίζουσιν αὐτὸν οἱ δαίμονες, ὡς ὄντα ὑπ’ αὐτοὺς καὶ ἀντιλέγοντα αὐτοῖς. Ὁμοίως καὶ τὸ ἐπιτιμῆσαι τῶν μεγάλων ἐστὶ καὶ ἐχόντων ἐξουσίαν. Τίνα δὲ εἰς τοὺς ἁγίους εὑρίσκεις, κατὰ τὸν ἅγιον Μιχαήλ, ἐπιτιμήσαντα τῷ διαβόλῳ; Καὶ τοῦτο ὅτι εἶχε τὴν ἐξουσίαν. Οὐκ ἔστιν ἡμῶν τῶν ἀσθενούντων, εἰ μὴ φυγεῖν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ. Οἱ δαίμονες γάρ εἰσι τὰ πάθη κατὰ τὴν Γραφὴν καὶ ἐξέρχονται. Καὶ τί θέλεις πλεῖον τούτων; Ὁ Θεὸς ἐνισχύσει σε καὶ ἐνδυναμώσει σε εἰς τὸν φόβον αὑτοῦ.