Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Αρχικές νουθεσίες περί πνευματικής καθοδήγησης, λογισμών και ασκητικής πολιτείας

Αποκρίσεις σχετικά με την υπακοή στους Γέροντες, την αντιμετώπιση των παθών και των νυκτερινών φαντασιώσεων, τη σημασία της ταπεινώσεως έναντι της σωματικής άσκησης και τη λειτουργία της μνήμης του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 1 από 22

Ἠρώτησέ τις τὸν ἀββᾶν Ἰωάννην περὶ πράγματος. Καὶ λαβὼν ἀπόκρισιν, ἔπεμψε περὶ τοῦ αὐτοῦ πράγματος ἐρωτῶν τὸν ἀββᾶν Βαρσανούφιον, μὴ εἰπὼν ὅτι ἤδη ἠρώτησε τὸν ἄλλον Γέροντα περὶ αὐτοῦ. Καὶ ἀπεκρίθη ὁ Γέρων λέγων· Καθὼς εἶπέ σοι ὁ ἀδελφὸς Ἰωάννης ποίησον. Καὶ πάλιν μετά τινα χρόνον συνέβη τὸν αὐτὸν ἀδελφὸν ἐρωτῆσαι τίποτε τὸν ἀββᾶν Ἰωάννην καὶ ἀκούσας τὴν ἀπόκρισιν, ἔπεμψεν ἐρωτῶν τὰ αὐτὰ τὸν ἀββᾶν Βαρσανούφιον. Ὁ δὲ Γέρων ἐδήλωσεν αὐτῷ λέγων· Ἀρκεῖ σοι λοιπόν, ὁ Θεὸς Βαρσανουφίου καὶ Ἰωάννου εἷς ἐστι.

Καὶ οὐκέτι προσέθηκεν ἐκεῖνος τοὺς δύο ἐρωτῆσαί ποτε περὶ τοῦ αὐτοῦ πράγματος, ἀρκούμενος τῇ τοῦ ἑνὸς ἀποκρίσει. Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, τί ποιήσω εἰς τὴν ταραχὴν τῶν λογισμῶν τῆς καρδίας μου καὶ εἰ ὀφείλω παντελῶς κόψαι τὸν οἶνον καὶ καθήμενος καθεύδειν. Καὶ εὖξαι περὶ τοῦ πάθους τοῦ ὀφθαλμοῦ μου καὶ εἰ δεῖ ἐπιδεῖξαι ἑαυτὸν ἰατρῷ. Καὶ παρακαλῶ σε δεηθῆναι τοῦ Θεοῦ δοῦναί μοι μικρὰν προκοπήν, καὶ τὸ μὴ χωρισθῆναί με τῶν ἁγίων ὑμῶν ἰχνῶν.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, ἐπειδὴ παρ’ ἐμοῦ τοῦ εὐτελοῦς τὰ κατὰ τοὺς λογισμούς σου ἐζήτησας ἀκοῦσαι, μὴ ἆρα ἀπήρεσέ σοι ἅπερ παρὰ τοῦ ἀδελφοῦ Ἰωάννου ἤκουσας; Ὅμως ταύτας δέχῃ τὰς ταραχὰς διὰ τὸ ἔχειν σε ἐλαφρὰν καρδίαν. Εἰ κατὰ τὸν τοῦ Σωτῆρος λόγον «πάντα δυνατὰ τῷ πιστεύοντι», ποῦ ἔστι σου ἡ πίστις; Περὶ οὖν τοῦ οἴνου οὐ χρὴ παντελῶς κόψαι, ἀλλὰ χρῶ ἐν ὀλίγῳ. Καὶ περὶ καθέδρας εἰς ὕπνον, καὶ εἰς ταπείνωσιν φέρει ὕστερον, ἀλλ’ ἀνάθου σεαυτὸν τῷ Θεῷ κατὰ φόβον αὐτοῦ. Περὶ δὲ τοῦ ὀφθαλμοῦ μὴ δειλιάσῃς, ἔχων τὸν φωτίζοντά σε Θεόν.

Κἂν δὲ εὐκαιρήσῃς τις ἔμπειρος καὶ δείξῃς αὐτῷ, οὐχ ἁμαρτάνεις, καὶ γὰρ καὶ τοῦτο ταπείνωσίς σοί ἐστι. Ταῦτά σοι παρ’ ἐμοῦ ὑπηγορεύθη, ἐγράφη δὲ διὰ τοῦ υἱοῦ μου. Ἐὰν οὖν μὴ πολεμηθῇς ἀκυρῶσαί μου τοὺς διὰ τοῦ Θεοῦ ῥηθέντας σοι λόγους, δέομαι τοῦ Θεοῦ ἀγαγεῖν σε εἰς μείζονα προκοπὴν καὶ τοῦ μὴ ἀποστῆναι ἢ χωρισθῆναι ἀφ’ ἡμῶν, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Συνετίσθητι οὖν ὑπὲρ πάντας τοὺς διδάσκοντάς σε σκανδάλους δαίμονας, καὶ πάντοτε εἰς τὸ ἀγαθὸν ἑλκύσεις ἀεὶ τὴν ψυχήν σου καὶ τοὺς λογισμούς σου. Καὶ μὴ θήσῃς μετ’ αὐτῶν διαθήκην, πανδεινότατοι γάρ εἰσι καὶ ἀλλόφυλοι. Καὶ κληρονομεῖς τὴν γῆν τῶν Ἰσραηλιτῶν. Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Παρακαλῶ σε, Πάτερ, εἰπέ μοι, εἰ ἐξ ὑμῶν ἐστιν ἡ πρώτη ἀπόκρισις. Ἐπειδὴ ὁ λογισμὸς εἶπέ μοι· Μὴ ἆρα ἐκ τοῦ ἀββᾶ ἐστιν ὀνόματί σου; Καὶ εἰπέ μοι πῶς θεραπευθῇ τὰ πάθη μου, καὶ δός μοι ἐντολὴν εἰς σωτηρίαν τῆς ψυχῆς μου καὶ αἴτησαί μοι ἄφεσιν ἁμαρτιῶν. Καὶ εἰ καλόν ἐστι, καθὼς λέγει μοι ὁ λογισμός, διὰ παντὸς καταδέξασθαι τὸ μαγειρεῖον.

Ἀπόκρισις Βαρσανουφίου· Ἄκουσον τέκνον, παντὶ πάθει ἔνι φάρμακον καὶ πάσῃ ἁμαρτίᾳ ἔνι μετάνοια. Εἰ ὅλως ἄπιστος εἶ, ὡς ἔφης, καὶ βούλῃ τῆς ἀπιστίας θεραπευθῆναι, τὸ φάρμακον τοῦτ’ ἔστιν ἡ πίστις, τὸ πιστεῦσαι ἀδιστάκτως τῷ ἀγαθῷ. Εἰ δὲ ἀπιστίαν μένεις ἔχων, βλέπε μὴ ἐκπέσῃς τοῦ μακαρισμοῦ ἐκείνου τοῦ «Τρὶς μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες», γέγραπται γάρ· «Πιστεύσατε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.» Ἰδὲ δευτέραν σοι ἀπόκρισιν ἀνέπεμψα ἀπιστήσαντι τὴν πρώτην. Εἰ ἐδέχου προφήτην εἰς ὄνομα προφήτου, μισθὸν ἂν ἔλαβες προφήτου, τοῦτ’ ἔστιν, εἰ ἐξ ἐμοῦ οὐκ ἦν ἡ πρώτη ἀπόκρισις, σὺ δὲ ἐδέξω ὡς ἐξ ἐμοῦ, ἐλάμβανες ἂν κατὰ τὴν πίστιν σου. Πιστὸς γὰρ ὁ εἰπών· «Δώῃ σοι ὁ Κύριος κατὰ τὴν καρδίαν σου.» Καὶ τὸ εἰπεῖν ὅτι θέλω στερεωθῆναι ἀπὸ σοῦ καὶ οὐκ ἀπὸ τοῦ ἀββᾶ, γέγονεν ἡ πρώτη ἀπόκρισις. Τί παρεπλησίασας σεαυτὸν τοῖς πειράσασι τὸν Κύριον καὶ λέγουσι· «Δεῖξον ἡμῖν σημεῖον;» Οὓς καὶ ἀπεσόβησεν ὡς πειραστὰς λέγων· «Σημεῖον οὐ δοθήσεται αὐτοῖς.» Καὶ οὐχὶ μᾶλλον προσήγγισας σεαυτὸν τῷ Ἄχαζ κελευσθέντι αἰτῆσαι σημεῖον καὶ παραιτησαμένῳ καὶ λέγοντι· «Οὐ μὴ αἰτήσω οὐδ’ οὐ μὴ πειράσω Κύριον τὸν Θεόν.» Εἰ ἀκούσας ἐπίστευσας ἁπλῶς, πολλῆς ἐτύγχανες ὠφελείας.

Ἀλλὰ διὰ τὸ μὴ πολεμῆσαί σοι πάλιν τὴν πίστιν, ἰδοὺ παρήγγειλα τῷ ἀββᾷ σταθῆναι ἐπὶ τὴν θύραν μου καὶ λαμπρᾷ τῇ φωνῇ βοῆσαι ἀναγινώσκων τὰ γραφέντα σοι παρ’ ἐμοῦ ῥήματα πρὸς αἰσχύνην τοῦ διαβόλου. Ἐὰν γὰρ ἀναγνῷ αὐτὰ κράζων, πῶς δύναταί σε πολεμῆσαι ὁ διάβολος λέγων· Οὐκ ἀκούω; Εἰ δὲ ἀκούω καὶ ἄλλος ἔγραψέ σοι ὡς ἠθέλησε, τί οὐκ ἐγκαλῶ αὐτῷ. Εἰ εἶχές με διορατικὸν καὶ κατὰ Θεὸν γινώσκοντα τὰ γινόμενα, εἶχες ἔχειν ὅτι οὐδεὶς ἐτόλμα ἀλλάξαι τὸν ἐμὸν λόγον καὶ οὐκ ἐγίνωσκον.

Ἀλλ’ ὅμως καὶ ἐμὲ κρυφίως ἐσμίκρυνέ σοι ὁ ἐχθρός, ποιήσας μέ σοι μὴ προγνῶναι τίποτε. Εἰ οὖν θέλεις παρ’ ἐμοῦ ἐντολὴν εἰς σωτηρίαν ζωῆς σου, κτῆσαι ἄκραν ταπείνωσιν καὶ ὑπακοὴν ἐν πᾶσιν. Αὗται γάρ εἰσιν ἐκριζώτριαι πάντων τῶν παθῶν καὶ φυτεύτριαι πάντων τῶν ἀγαθῶν. Καὶ μὴ δυσχεράνῃς ἀκοῦσαι τῶν τοῦ ἀββᾶ σου μαθημάτων, τῶν γὰρ ἐχθρῶν ἐστιν ὁ σπόρος οὗτος.

Ἐὰν δὲ ποιήσῃς τὴν δύναμίν σου «ἐργάσασθαι καὶ φυλάξαι», ἐλπίζω εἰς τὸν σαρκωθέντα καὶ σταυρωθέντα Χριστὸν ἁμαρτωλοὺς σῶσαι, ὅτι οὐ χρονίζεις τοῦ ποιῆσαι καρπὸν καλὸν καὶ ἀγαθόν. Περὶ δὲ ὧν λέγεις πραχθέντων, ἐὰν φυλάξῃς τὴν ἐμὴν ἐντολὴν τὴν ἐν Χριστῷ Ἰησοῦ, πίστευσον ἀδιστάκτως, ὅτι συνεχώρησέ σοι ὁ Κύριος αὐτὰ καὶ ὡς ἄρτι ἐγεννήθῃς ἐν τῇ μετανοίᾳ τοῦ Θεοῦ. Περὶ δὲ ἑνὸς ἑκάστου τῶν παθῶν, οὐ χρεία τοῦ γράψαι σοι, ἐν ἑνὶ γὰρ λόγῳ ἐσήμανά σοι τὸ τούτων φάρμακον. Ὁ Κύριος γάρ φησιν· «Ἐνοικήσω ἐν τοῖς ταπεινοῖς.» Τί οὖν; Νομίζεις ὅτι δύναται ὅλως τί τῆς κακίας τοῦ ἐχθροῦ οἰκῆσαι ὅπου βλέπει οἰκοῦντα τὸν Κύριον; Κατανόησον δὲ τοῦτο, ὅτι κακοῦργος οὐ δύναται φανῆναι ὅπου εἰσὶ τὰ πραιτώρια τῶν ἀρχόντων.

Περὶ δὲ τοῦ μαγειρείου, οὐκ ἀντέχεις ἔχειν αὐτὸ εἰς τέλος, μᾶλλον γὰρ φθόνον ἔχει τὸ πρᾶγμα, ἀλλ’ ὅταν κελευσθῇς, μὴ ὀκνήσῃς καὶ μὴ ἀντείπῃς, ἀλλὰ προθύμως ποίησον, ἐκ τούτου γάρ ἐστί σοι χάρις. Περὶ δὲ τῶν δύο παθῶν, τῆς τε λήθης καὶ ἀμελείας, προθύμως ἐρώτησον ἀδελφέ, καὶ σπουδαιότερον ἔργασαι.

Καὶ μὴ κατὰ τὰς προτέρας ἐρωτήσεις, ἃς τῇ λήθῃ καὶ τῇ ἀδελφῇ αὐτῆς τῇ ἀμελείᾳ παρέδωκας, ἀλλὰ ἀνανέωσον τὰς πνευματικάς σου ἐρωτήσεις διὰ τῆς χάριτος τῆς ἁγίας Τριάδος καὶ θέρμανόν σου ἐν φόβῳ Θεοῦ, ἐξυπνίζων αὐτὴν ἀπὸ τοῦ νοητοῦ ὕπνου τῶν εἰρημένων δύο δεινῶν παθῶν.

Καὶ θερμανθεῖσα λαμβάνει πόθον περὶ τῶν μελλόντων ἀγαθῶν. Καὶ λοιπὸν περὶ ταῦτα γίνεταί σου ἡ μελέτη καὶ ἀπ’ ἐκείνης τῆς μερίμνης ἀφίσταταί σου ὁ αἰσθητὸς ὕπνος. Καὶ τότε λέγεις κατὰ τὸν Δαβίδ· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Ἐρωτήσας οὖν περὶ τῶν δύο παθῶν συντόμως ἤκουσας περὶ ὅλων τῶν παθῶν, δίκην γὰρ φρυγάνων τυγχάνουσι καὶ κατακαίονται ὑπὸ τοῦ πνευματικοῦ πυρός. Ἐὰν γὰρ περὶ πολιτειῶν πνευματικῶν εἴπω σοι μὴ παρούσης τῆς ἐγρηγόρσεως τοῦ ἡγεμονικοῦ λογισμοῦ, εἰς μάτην λογίζονται τῷ ἀνθρώπῳ. Φιλοπόνησον οὖν καὶ φιλολόγησον ἐν τούτοις καὶ εὑρίσκεις τὴν βασιλικὴν ὁδὸν τοῦ ἀφόβως βαδίζειν ἐν Κυρίῳ. Ταῦτά σοι ἔγραψα καὶ πείσθητί μοι λέγοντι, ὅτι ἐὰν ἴδω σου τὴν ἐν Θεῷ σπουδήν, ὑπερεύχομαί σου πρὸς Κύριον ἀδιαλείπτως, τοῦ σῶσαί σε ἐκ θανάτου εἰς ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἀββᾶ, ὁ λογισμὸς φοβερίζει με ὅτι Ἐρωτᾷς καὶ οὐ ποιεῖς, καὶ μήποτε καταράσηταί σε ὁ Γέρων; Ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ ἵνα χαρίσηταί μοι ὁ Θεὸς τοῦ νοεῖν τὰ γραφόμενά μοι παρ’ ὑμῶν καὶ ποιεῖν αὐτά.

Ἀπόκρισις Βαρσανουφίου· Τέκνον, εἴ τις ἀκούει καὶ ποιεῖ, ἑαυτῷ ποιεῖ καὶ ἑαυτὸν ὠφελεῖ. Ἀλλ’ ἐπειδὴ εἶπας ὅτι φοβερίζουσί σε οἱ λογισμοὶ ἵνα μή σε καταράσωμαι, πῶς ἐνδέχεται φοβουμένῳ τὸν Θεὸν καταρᾶσθαί τινα, τοῦ Κυρίου λέγοντος· «Εὐλογεῖτε καὶ μὴ καταρᾶσθε;» Πρόσεχε δὲ ἀδελφέ, ὅτι θέλουσί σε πλανῆσαι εἰς τὰ μὴ πάνυ ἔχοντα ὠφέλειαν, κοιμηθῆναι καθήμενον ἢ μὴ βαλεῖν προσκεφαλάδιον, ἅτινα ἡδύοσμον καὶ ἄνηθον καὶ κύμινον τυγχάνουσι, καὶ ἀφιέναι τὰ βαρέα τοῦ νόμου, ἅτινά ἐστι τὸ σβέσαι τὴν ὀργήν, καὶ ξηράναι τὸν θυμὸν καὶ ὑποταγῆναι κατὰ πάντα. Ταῦτα δὲ σπείρουσιν εἰς σὲ ἵνα ποιήσωσιν ἀτονῆσαί σου τὸ σῶμα, καὶ ἔλθῃς εἰς πάθος, καὶ θέλῃς στρώματα τρυφερὰ καὶ ποικίλα ἐδέσματα. Ἀλλ’ ἀρκέσθητι ἑνὶ προσκεφαλαίῳ καὶ ἀνάκλινον ἑαυτὸν μετὰ φόβου Θεοῦ. Τὸ δὲ νοῆσαι τὰ παρ’ ἐμοῦ λεγόμενά σοι δεήθητι τοῦ Θεοῦ καὶ παρέχει σοι σύνεσιν ἀγαθήν, δοτὴρ γάρ ἐστι παντὸς ἀγαθοῦ δωρήματος. Τοῦτο δὲ ἔχε ἐν πίστει ὅτι ἐὰν ποιήσῃς σου τὴν δύναμιν εἰς ἃ ἤκουσας, δεκαπλασίονα ὑπὲρ σοῦ τὴν δύναμίν μου ποιήσω κἀγώ, ὅπως λάβῃς βοήθειαν παρὰ τοῦ φιλανθρώπου Θεοῦ.

Ἄρτυσον οὖν σου τὴν χύτραν ἀπὸ νοητῶν ἐδεσμάτων, ἅτινά ἐστι ταπείνωσις, ὑπακοή, πίστις, ἐλπίς, ἀγάπη. Ὁ γὰρ ἔχων ταῦτα, ἑστιάζει τὸν ἐπουράνιον βασιλέα Χριστόν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα·

Παρακαλῶ σε, Πάτερ, ἐπειδὴ ἀναγινώσκω τὸ ἑλληνιστὶ καὶ οὐ νοῶ τί λέγω, εὖξαι ἵνα ὁ Κύριος συνετίσῃ με εἰς τὴν ἀνάγνωσιν, καὶ εἰπέ μοι εἰ ὀφείλω μαθεῖν ἑλληνιστὶ τοὺς ψαλμούς. Ἀπόκρισις Βαρσανουφίου· Περὶ τῆς ἑλληνικῆς ἀναγνώσεως, ἐὰν κατὰ Θεὸν καὶ τὰ πρὸς ὠφέλειαν ψυχῆς ζητήσωμεν ἐν ταπεινώσει, ἔστιν ὁ παρέχων σύνεσιν ὁ Θεός. Καὶ ἐὰν ᾖ δόμα Θεοῦ, δῆλον ὅτι καὶ πρὸς σωτηρίαν γίνεται ψυχῆς. Αἱ γὰρ πλεῖσται τῶν βίβλων ἑλληνικῇ διαλέκτῳ εὑρίσκονται. Ἐὰν δὲ καὶ τοὺς ψαλμοὺς κοπιάσῃς τοῦ μαθεῖν τῇ τοιαύτῃ διαλέκτῳ, εἰς βοήθειάν σοι γίνεται τοῦτο τῶν ταύτης διαλέκτου ἀναγνωσμάτων. Εἴτε οὖν ἀναγνώσματα εἴτε μάθησις ψαλμῶν, ἀδιαλείπτως μνῄσκου τοῦ λέγοντος Θεοῦ· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Νόησον ἃ λέγω σοι καὶ ἐὰν κοπιάσῃς, χάριν εὑρίσκεται ἔχων σου ὁ κόπος εἰς ζωὴν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Δέομαί σου Δέσποτα, ἐπειδὴ ἥρπασέ με ὁ λογισμὸς τῆς βλασφημίας, συγχώρησόν μοι διὰ τὸν Κύριον, καὶ εὖξαι ὑπὲρ ἐμοῦ τοῦ διορθώσασθαι. Ἀπόκρισις· Εἰ ἠδυνάμην γεμίσαι δακρύων ταῦτα τὰ γράμματα καὶ πέμψαι σοι, τῷ ἑαυτὸν θλίψαντι, συνέφερεν ἄν. Καὶ τί ποιήσω ἀνθρώπῳ μὴ φιλοκαλήσαντι τὴν γῆν τῆς καρδίας αὑτοῦ πρὸς τὸ δέξασθαι τὰ προσπαρέντα ῥήματα παρ’ ἐμοῦ δι’ ἐγγράφων ἀποκρίσεων, πρὸς ἀνάκτησιν ψυχῆς ἀπὸ παλαιότητος εἰς ἀνακαίνισιν ζωῆς αἰωνίου; Εἰ γὰρ ἐδέξω μετὰ προθυμίας τοὺς ἐμοὺς λόγους, ἐγεύου ἂν τὴν παρ’ αὐτῶν γλυκασίαν, γλυκαίνουσαν ψυχὴν καὶ διώκουσαν τὴν δεινοτάτην πικρίαν τὴν ὑπὸ τῶν δαιμόνων σπαρεῖσαν εἰς σέ. Ἀπὸ γὰρ ἱκανοῦ χρόνου παρετάξατο πρὸς σὲ ὁ τῆς δυσφημίας δαίμων, ὁ ἀπόλλων τὰς αὐτὸν δεχομένας ψυχάς.

Καὶ ἐρεύνησον καὶ εὑρίσκεις ὅτι μηδὲ μίαν ἀξίαν λόγου εὑρὼν πρόφασιν, ἐπαγίδευσεν εἰς ψέλλιον θανατῶσαι. ᾯ μὴ δώῃ αὐτῷ ὁ Θεός μου χώραν πληρῶσαι αὑτοῦ τὸ ἴδιον θέλημα εἰς σέ. Ἐὰν μὴ ἀπελπίσωμεν, πάντοτε στήκει, ὁ τὴν μετάνοιαν δεχόμενος Θεός. Ἐὰν δὲ ἀπογνῶμεν ἑαυτῶν, αὐτοκατάκριτοι εὑρισκόμεθα, τὸ αἷμα ἡμῶν ἔχοντες ἐπάνω τῆς ἑαυτῶν κεφαλῆς ἕκαστος. Τοίνυν ἐξυπνίσθητι ἀπὸ τῆς πλάνης τῆς αἰχμαλωσίας, καὶ ἀνακάλεσαι τὰς αἰσθήσεις ἃς ᾐχμαλώτευσεν ἀπὸ σοῦ ὁ ἐχθρός, ἀπὸ τῶν τοῦ Χριστοῦ δι’ ἐμοῦ μαθημάτων· Πρῶτον προστάξαντός σε σβέσαι τὴν ὀργὴν καὶ τὸν θυμόν, εἰδὼς ὅτι φέρουσι τὸν ἄνθρωπον εἰς ἀπώλειαν τῆς κατὰ τοῦ Θεοῦ δυσφημίας.

Κτήσασθαι δὲ ταπείνωσιν, τὴν καύστραν τῶν δαιμόνων, ὑπακοὴν τὴν φέρουσαν τὸν υἱὸν τοῦ Θεοῦ οἰκῆσαι ἐν τῷ ἀνθρώπῳ, πίστιν τὴν σῴζουσαν τὸν ἄνθρωπον, ἐλπίδα μὴ καταισχύνουσαν, ἀγάπην τὴν μὴ ἐῶσαν τὸν ἄνθρωπον πεσεῖν ἀπὸ τοῦ Θεοῦ. Καὶ ἧττον φροντίσας τούτων, ἐπελέξω σεαυτῷ τὰ ἐναντία μᾶλλον, ὀργὴν καὶ θυμόν, καὶ τὸ τέλειον τῆς ἀπωλείας δυσφημίαν. Καὶ τοῦτο ἄκουσας ὅτι ἐὰν ποιήσῃς τὴν δύναμίν σου ἀποστῆναι μὲν τούτων τῶν παθῶν, προσκολλᾶσθαι δὲ τούτοις τοῖς ἀγαθοῖς, ὅτι δεκαπλασίονα κἀγὼ ποιῶ ὑπὲρ σοῦ τὴν δύναμίν μου. Καὶ μᾶλλον οὐ μέλλει σοι καταισχύνοντί μου τὰς πολιάς. Καὶ ὅμως διὰ τὴν ἀγαθότητα τοῦ Θεοῦ, ἵνα μάθῃς οἷός ἐστιν ἀγαθός, κοπίασον διορθώσασθαι. Καὶ ἐπειδὴ ἐντολὴν ἔχομεν συγχωρεῖν, συγκεχώρηταί σοι τὰ παρελθόντα, ἀπὸ δὲ τοῦ νῦν διόρθωσαι. Τεσσαράκοντα δὲ ἡμέρας ὑπὲρ τῶν χθεσινῶν μετανόησον τῷ Θεῷ, τρεῖς μετανοίας βάλλων καὶ λέγων·

Συγχώρησόν μοι τῷ βλασφημήσαντι κατὰ σοῦ τοῦ Θεοῦ μου, καὶ ὁμολόγησον αὐτῷ ἐν τῷ δυσφημήσαντι στόματι, τρίτον τῆς ἡμέρας λέγων· Δόξα σοι ὁ Θεός μου, καὶ εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ μὴ πάλιν ἔλθῃς εἰς αὐτά, «ἵνα μὴ χεῖρόν τί σοι γένηται.» Ἀπὸ γὰρ σκληρότητος καρδίας ἦλθες εἰς ὀργὴν καὶ ἀπὸ ὀργῆς εἰς τὸ ἀποστῆναι τῆς ἁγίας κοινωνίας. Καὶ ἀπὸ τοῦ τελείως κατακυριευθῆναι, ἔπεσας εἰς βόθρον τῆς δυσφημίας. Καὶ εἰ μὴ ἡ χεὶρ τοῦ φιλανθρώπου Θεοῦ καὶ αἱ εὐχαὶ τῶν ἁγίων προέφθασαν, εἰς τὴν ἀπώλειαν τῆς ἀπογνώσεως ἐξέρριπτό σου ἂν ἡ ψυχή. Λοιπὸν δι’ ἐμοῦ τοῦ ἐλαχίστου λέγει σοι ὁ Θεός· «Ἥμαρτες, μηκέτι προσθήσῃς.» Καὶ περὶ τῶν προτέρων σου δεήθητι, ἐλεήμων γάρ ἐστιν ὁ Θεός, καὶ θελόντων ἡμῶν συγχωρεῖ ἁμαρτίας. Ἐπὶ τούτοις δὲ μνῄσκου ὅτι «πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Εἰ ἀρέσκει σοι, ἔργασαι, εἰ δὲ μήγε, συγχώρησόν μοι κατὰ πάντα.

Τοῦ αὐτοῦ ἀδελφοῦ συγχώρησιν αἰτήσαντος, ἀπεκρίθη αὖθις ὁ μέγας Γέρων· Ὁ θάνατος καὶ ἡ ζωὴ ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν τυγχάνει. Ἐὰν οὖν μὴ πράξωμεν τὰ πρότερα ἡμῶν ἁμαρτήματα, ἔχομεν ἤδη ἀπὸ Θεοῦ τὴν αὐτῶν συγχώρησιν, ἐὰν μὴ πάλιν διστάζωμεν. Τὸ λοιπὸν ἀδελφέ μου, ἀσφάλισαι ἀπὸ τοῦ νῦν, ἵνα μὴ πληρωθῇ καὶ περὶ σοῦ «Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.» Ἀπὸ τῆς ἀπειθείας σου φύγε, τὴν δὲ ἀπιστίαν μακρὰν ποίησον ἀπὸ σοῦ, τῆς δὲ ἀνελπιστίας ἀλλοτριώθητι καὶ κολλήθητι τῷ Θεῷ ἀγαπῶν, πιστεύων, ἐλπίζων καὶ ἕξεις ἐν αὐτῷ ζωὴν αἰώνιον. Ἀμήν.

Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Πάτερ, εὖξαι ὑπὲρ ἐμοῦ ἵνα σκεπασθῶ ἐκ τῶν νυκτερινῶν φαντασιῶν, καὶ εἰ ἔστι δυνατόν, ἀξίωσόν με τῆς ὑμῶν προσκυνήσεως καὶ τοῦ ἀκοῦσαι τῆς ὑμῶν ἁγίας φωνῆς.

Πιστεύω γὰρ ὅτι ἐὰν τοῦτό μοι προσγένηται, πολλὴν ἐκ τούτου σκέπην εὑρίσκω. Ἀπόκρισις· Φησὶν ἡ Γραφὴ ὅτι «Ὁ ἐν ὀλίγῳ πιστός, καὶ ἐν πολλῷ πιστός ἐστιν.» Εἰ ἐπίστευές μοι ἀπόντι, καὶ παρόντι ἐπίστευες, καὶ γὰρ τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας ἐμακάρισεν ὁ Κύριος. Καὶ πολλάκις ἔγραψά σοι περὶ ἀπειθείας καὶ ὀργῆς καὶ σκληρότητος, καὶ βλέπω ὅτι ὡς παραμυθίαν τίθης μου τοὺς λόγους. Ἐπειδὴ οὖν ὀφειλέτης εἰμὶ τοῦ παρασχεῖν εἴ τι ἔχω, κατὰ τὴν φήσασαν Γραφὴν ὅτι «Παντὶ τῷ αἰτοῦντί σε, δίδου», κἀγώ σοι λέγω·

Κτήσασθαι ταπείνωσιν, ὑπακοήν, ἀγάπην, πίστιν, ἐλπίδα, καὶ ἀπολογοῦμαι τῷ φιλανθρώπῳ Θεῷ ὑπὲρ πασῶν τῶν ἁμαρτιῶν σου. Τοῦτο δὲ μάθε, ὅτι ἐὰν μὴ ταπεινωθῇς, οὐχ ὑπακούεις, καὶ ἐὰν μὴ ὑπακούῃς, οὐκ ἀγαπᾷς, καὶ ἐὰν μὴ ἀγαπήσῃς, οὐ πιστεύσεις, καὶ ἐὰν μὴ πιστεύσῃς, οὐδὲ ἐλπίζεις. Ἐὰν οὖν κοπιάσῃς ἔχειν ταῦτα, ἀναλογίζομαι ἐπ’ ἐμὲ τὰς ἁμαρτίας σου πάσας. Κἂν ἔχῃς σεαυτὸν λεπρόν, πιστεύω ὅτι ἀκούεις καὶ σὺ παρὰ τοῦ Σωτῆρος· «Θέλω, καθαρίσθητι.» Κἂν ἁμαρτωλόν, ἀκούεις· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί.» Εἰ δὲ καὶ τυφλόν, κατὰ τὴν πίστιν σου εὑρίσκεις. Καὶ ταῦτα ἔγραψά σοι πρότερον καὶ κοιμᾶσαι. Τὸ στόμα σου φύλαξον τοῦ μὴ πεσεῖν πάλιν εἰς τὴν δεινοτάτην δυσφημίαν, κἂν ἕως αὐτῆς τῆς ψυχῆς φθάσῃς, πάνυ γὰρ ἵδρωσα δυσωπῶν ὑπὲρ ταύτης τὸν Θεόν. Ἐὰν οὖν προσέχῃς τοῦ φυλάξαι ἐξ ὅλης σου τῆς ψυχῆς τὰ εἰρημένα, οὐ μόνον ἀπὸ φαντασιῶν σε νυκτερινῶν φυλάττουσιν, ἀλλὰ καὶ ἀπὸ ὅλων τῶν μηχανῶν τοῦ ἐχθροῦ, διὰ τοῦ βοηθοῦντος Χριστοῦ. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ποίησον ἔλεος μετ’ ἐμοῦ, δέσποτα, καὶ εἰπέ μοι πῶς δύναμαι σωθῆναι εἰς τὸν καιρὸν τοῦτον, ὅτι λογισμὸς δειλίας ἀνέβη εἰς τὴν καρδίαν μου. Τί οὖν κελεύεις ποιήσω;

Ἀπόκρισις· Κατὰ πάντα καιρὸν ἐὰν δύναται ὁ ἄνθρωπος κόψαι αὑτοῦ τὸ θέλημα ἐν πᾶσι, καὶ ἔχειν ταπεινὴν καρδίαν καὶ τὸν θάνατον διὰ παντὸς πρὸ ὀφθαλμῶν, δύναται σωθῆναι χάριτι Θεοῦ. Καὶ ὅπου ἐὰν ᾖ, οὐ κατακυριεύει αὐτοῦ ἡ δειλία.

Ὁ τοιοῦτος γὰρ τῶν ὄπισθεν ἐπελάθετο καὶ εἰς τὰ ἔμπροσθεν ἐπεκτείνεται. Ποίει ταῦτα καὶ σῴζῃ ἀμερίμνως διὰ τὸν Θεόν. Ἀδελφός τις νεώτερος ἔχων πίστιν εἰς τὸν αὐτὸν ἀδελφόν, ἐπύκναζεν αὐτῷ ὡς διὰ ὠφέλειαν ψυχῆς. Καὶ ἅπαξ ἅπαξ τὰς χρείας αὐτοῦ ἐποίει ὡς ὑπηρετῶν αὐτῷ.

Καὶ ὁ ἀδελφὸς μὴ κατανοήσας τὸ συμφέρον, οὐδὲν περὶ τούτου ἠρώτησεν. Ὁ δὲ Γέρων θεόθεν γνοὺς ὡς διορατικός, γράφει αὐτῷ ἀφ’ ἑαυτοῦ ταῦτα· Ἀδελφέ, τὰ πρῶτα ἁμαρτήματα τὰ γεγονότα ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, ὁ Θεὸς τῇ πρεσβείᾳ τῶν ἁγίων καὶ τοῦ ἀββᾶ σου συνεχώρησέ σοι, πρὸς ἔνδειξιν καρπῶν δικαιοσύνης ἵνα πληρωθῇ ἐπὶ σὲ ἡ λέγουσα Γραφή· «Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.» Τί οὖν πάλιν προτρέπεις τὸ πῦρ εἰσελθεῖν εἰς τὸν δρυμόν σου; Ἐπειδὴ οὐκ ἀφίουσί σε εἰδέναι, ἕως οὗ λάβωσιν εἰς τὰς χεῖρας αὐτῶν καὶ τότε πληρώσουσιν εἰς σὲ τὸ θέλημα αὑτῶν, ὠφέλειαν γὰρ οὐκ ἔχει τὸ πρᾶγμα τοῦτο, ἀλλὰ κίνδυνον. Πρόσεχε ὅτι μετὰ δικαιώματος ποιοῦσί σε διδάσκαλον, ἵνα λάβῃς τὴν ἐπιτιμίαν τοῦ Ἀποστόλου λέγοντος· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις.» Ἄκουσον ἀδελφέ, ὡς τέκνον σοι λέγω, παραλυτικὸς ἐγένου, ὅτι θέλεις διακονεῖσθαι ὑπὸ ἄλλου; Οὐκ οἶδας ὅτι κρῖμά ἐστι μάλιστα νεωτέρῳ δυναμένῳ ὑπηρετεῖν ἄλλοις; Πίστευσόν μοι ὅτι ἐγὼ ὁ ἐλάχιστος, ἕως οὗ ἐπληροφόρησέ με ὁ Θεὸς ἡσυχάσαι, ἐμαυτῷ ὑπηρέτουν, καὶ εἰς τὴν ἀσθένειαν ποιῶν ἐμαυτῷ μικρὸν ἑψητὸν καὶ τὸ θερμόν. Μὴ οὕτως, ἐπεὶ ἀποθνῄσκεις κακῶς, ἀλλὰ χρείας γενομένης, μὴ περισσὸν λαλήσῃς τινὶ τοῦ ζητουμένου πράγματος. Ὁ γὰρ μὴ οἰκοδομήσας τὸ ἴδιον κελλίον, πῶς τοῦ ἄλλου οἰκοδομεῖ;

Οὐκ οἶδας ὅτι ὁ Κύριος εἶπεν· «Ὁ Υἱὸς τοῦ ἀνθρώπου, οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι;» Μὴ πλανηθῇς τοῦ πλαγιάσαι ἀπὸ τούτων, ἐπεὶ τὸ αἷμά σου ἐπάνω τῆς κεφαλῆς σου. Εἰπὲ δὲ μετὰ ταπεινώσεως, ὡς ἔχει ἡ ἀλήθεια, τοῖς ἐρωτῶσί σε τίποτε·

Συγχώρησόν μοι ὅτι πλανῶμαι, ἠρώτησα γὰρ καὶ ἤκουσα ὅτι νεώτερος νεώτερον οὐκ ὠφελεῖ, ἐὰν τὴν δύναμιν τῆς Γραφῆς ὅλης ποτίσῃ αὐτὸν ὡς ποτόν. Ἐὰν οὖν ποιήσῃς τὴν δύναμίν σου, κἀγὼ δίδωμί σοι λόγον ἐνώπιον τοῦ Θεοῦ, ὅτι οὐ μὴ ἐξαλειφθῇς ἐκ τῆς ἐμῆς καρδίας. Ἀλλὰ τὴν δύναμίν μου ποιῶ δεόμενος τοῦ Θεοῦ ἵνα ἐκβάλῃ σε ἀπὸ τοῦ δεινοῦ σκότους εἰς φῶς τὸ ἀνεκλάλητον, ἀπὸ τῆς πλάνης τῶν δαιμόνων εἰς τὴν τοῦ Χριστοῦ ἐπίγνωσιν, ἀπὸ τοῦ δευτέρου τῆς ἁμαρτίας θανάτου εἰς ζωὴν αἰώνιον.

Καὶ εἰ ἐπιποθεῖς σωθῆναι, μὴ καταφρονήσῃς τῶν εἰρημένων. Ἀλλ’ ἴδω σε καρποφοροῦντα ἐν τῷ ἀμπελῶνι τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀνὰ τριάκοντα, ἀνὰ ἑξήκοντα, ἀνὰ ἑκατόν, εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Διὰ τὸν Κύριον συγχώρησόν μοι Πάτερ, ὅτι ἀγνοῶν ἐχλευαζόμην, καὶ εὖξαι ὑπὲρ ἐμοῦ ἵνα βάλω ἀρχήν. Ἀπόκρισις Βαρσανουφίου· Εὑρίσκομεν, ἀδελφέ, ὅτι ὅτε προσήρχοντό τινες τῷ Δεσπότῃ Χριστῷ γνησίᾳ τῇ μετανοίᾳ, ἐλάμβανον ἄφεσιν ἁμαρτιῶν, ὡς εἶπεν ἐκείνῃ τῇ ἁμαρτωλῷ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί.» Κἀγώ σοι λέγω, ἐὰν ποιήσῃς τὴν δύναμίν σου τοῦ ποιῆσαι τὰ παρ’ ἐμοῦ σοι λεγόμενα, ἐλεεῖ σε ὁ ἐλεήσας τὸν Δαβίδ, καὶ συγχωρεῖ σοι ὁ συγχωρήσας αὐτῷ καὶ τῇ ἁμαρτωλῷ. Ἐπειδὴ δὲ εἶπας ὅτι Βαλεῖν θέλω ἀρχήν, κἀμὲ χαροποιεῖς. Ἀρχὴ δέ ἐστι ταπείνωσις καὶ φόβος Θεοῦ· «Φόβος δὲ Θεοῦ ἀρχὴ τῆς σοφίας.» Ἀρχὴ δὲ τῆς σοφίας ἐστὶν ἡ ἀποχὴ τῶν κακῶν.

Ἡ δὲ ἀποχὴ τῶν κακῶν ἐστι τὸ ἀπέχεσθαι, ἐκ πάντων τῶν μισουμένων ὑπὸ τοῦ Θεοῦ. Πῶς δὲ ἀπέχεταί τις τούτων, ἀλλ’ ἐκ τοῦ μὴ ποιεῖν τι ἐκτὸς ἐρωτήσεως καὶ συμβουλίας, ἢ λαλεῖν τι τῶν μὴ δεόντων; Καὶ μετὰ τοῦτο, ἔχειν ἑαυτὸν μωρὸν καὶ ἄναλον καὶ ἐξουδενωμένον καὶ μηδὲν ὄντα παντελῶς. Οὐχ ὡς δίκαιος λέγω σοι, ὃ μέλλω λέγειν ἀδελφέ, ὁ Θεὸς οἶδεν. Ἀλλ’ ἐὰν πιστεύσῃς, κατὰ τὴν πίστιν σου ποιεῖ μετὰ σοῦ ὁ Κύριος. Γέγραπται γάρ· «Πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Ποίησον οὖν τὴν δύναμίν σου βαλεῖν εἰς τὸ βαλάντιόν σου τὰ ἑκατὸν δηνάρια, κἀγὼ βάλω εἰς αὐτὸ τὰ μυρία μου τάλαντα, καὶ μὴ ἀμελήσῃς τούτων, ἐπεὶ μέγα γίνεταί σου τὸ πένθος. Πάντοτε δὲ μνῄσκου καὶ φύλαξον αὐτά, καὶ πιστεύω ὅτι οὐκ εἰς κενὸν γίνεταί σου ὁ κόπος, οὐδὲ ὁ ἐμὸς ὑπὲρ σοῦ γινόμενος. Ἐὰν φυλάξῃς τὸν μαργαρίτην, πλουτῆσαι ἔχεις εἰς αὐτόν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἐπειδή, δέσποτα, θλίβομαι εἰς τὸν ἀββᾶν, ὡς ἔχοντα διαφορὰν περισσοτέραν μου πρός τινας ἀδελφούς, καὶ σκανδαλίζομαι εἰς αὐτὸν ἐν τούτῳ ὥστε καὶ πολεμεῖσθαί με μισεῖν αὐτόν.

Εὖξαι ὑπὲρ ἐμοῦ καὶ δήλωσόν μοι τί ποιήσω. Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφέ, σεαυτὸν πειράζεις. Οὐκ οἶδας ὅτι «Ἕκαστος ὑπὸ τῆς ἰδίας ἐπιθυμίας πειράζεται δελεαζόμενος;» Πρόσεχε σεαυτῷ, ὅτι ταχέως ἐζήτησεν ὁ διάβολος σαλεῦσαί σε ἀπὸ τῆς παραδοθείσης σοι νουθεσίας· Μὴ δώῃ αὐτῷ ὁ Θεὸς χώραν. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ· «Ἰδοὺ ᾔτησεν ὑμᾶς ὁ διάβολος, ὥστε σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην τοῦ Πατρός μου, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου.» Ἀδελφέ, μὴ πρόσεχέ τινι ἄλλῳ ἀλλὰ σεαυτῷ. Καὶ μὴ περιεργάζου, οὐκ ὠφελεῖ σε γὰρ εἰς οὐδέν. Διὰ μηδὲν ἐτάραξεν οὕτως ὁ Σατανᾶς τὴν καρδίαν σου. Βλέπε μὴ ματαιώσῃς μου τὴν ὑπὲρ σοῦ δέησιν τὴν πρὸς τὸν Θεόν.

Καὶ εἰ οὐκ ἦλθες ἄρτι, δηλῶσαί σοι εἶχον ταῦτα. Ἥμαρτες, ἡσύχασον, καὶ μὴ λογίζου τὰ κακά, ἀλλὰ τὰ ἀγαθά. Ὁ γὰρ ἀγαθὸς τὰ ἀγαθὰ λογίζεται, ὁ δὲ κακὸς τὰ κακά. Ὁ Κύριος συγχωρήσει σοι. Ἐγείρου πάλιν κρατούμενος τῇ χειρὶ τοῦ Θεοῦ, καὶ μὴ πιστεύσῃς τοῖς λογισμοῖς σου. Ὡς θέλουσι γὰρ οἱ δαίμονες δεικνύουσί σοι τὰ πράγματα. Ἀσφαλίζου ἀπ’ αὐτῶν, δεινοὶ γάρ εἰσι καὶ μαίνονται κατὰ σοῦ. Καταργήσει αὐτοὺς ὁ Κύριος τὸ τάχος ἀπὸ σοῦ ἀδελφέ. Ἀμήν.

Ὁ αὐτὸς ἀδελφὸς ἔτι ἐκ τῶν αὐτῶν λογισμῶν θλιβόμενος, ἔπεμπε πάλιν παρακαλῶν τὸν αὐτὸν μέγαν Γέροντα πέμψαι αὐτῷ λόγον ζωῆς. Ὁ δὲ ἀντέγραψεν αὐτῷ τάδε· Ἀδελφέ, κακῶς ταράσσουσί σε οἱ λογισμοὶ καὶ οἱ δαίμονες εἰς τὸν ἀββᾶν σου, κατὰ τὴν κακὴν αὐτῶν τέχνην, ἵνα μισήσῃς αὐτὸν ἀγαπῶντά σε καὶ θλίψῃς αὐτὸν θέλοντά σε σκεπάσαι κατὰ τὴν αὐτοῦ ψυχήν, ἵνα πληρώσωσι κατὰ σοῦ τὸ εἰρημένον· «Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλόν με, καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.» Πολλάκις γὰρ πληροφορεῖ σε πῶς ἀγαπᾷ σε, καὶ οὐ πιστεύεις. Ἀλλ’ ὁ φθόνος τοῦ διαβόλου τυφλοῖ σου τὴν καρδίαν, ἵνα λογίζῃ κακὰ ἀντὶ ἀγαθῶν καὶ πικρὰ ἀντὶ γλυκέων, ἵνα λάβῃς τὸ «Οὐαὶ σὺν τῷ λέγοντι τὸ καλὸν κακὸν καὶ τὸ γλυκὺ πικρόν, τῷ τιθέντι τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος.» Κλέπτουσί σε, ἀνόητε καὶ βραδὺ τῇ καρδίᾳ, καὶ οὐ νοεῖς ὅτι εἰς ἀπώλειάν σε ψυχῆς θέλουσιν ἐνεγκεῖν, καὶ κρύπτεις παρὰ σεαυτῷ καὶ παρορᾷς μου τοὺς λόγους, καὶ παρατιτρώσκεις αὐτούς.

Οὐκ ὠφελοῦσί σε ταῦτα, οὐκ ὠφελοῦσί σε. Ἐὰν δὲ οὐ πληροφορῆταί σου ἡ καρδία, οὐκ εἶ ἄνθρωπος, ἀλλὰ διάβολος, αὐτὸς γὰρ ἐν τῇ ἀπιστίᾳ ἕστηκε καὶ ἐν τῇ ἀπειθείᾳ, καὶ οἱ μὴ πειθόμενοι αὐτῷ, διάβολοι κατ’ αὐτὸν γίνονται. Οὐ συνιεῖς τί ποιεῖς ἀδελφέ μου, ὅτι πολλάκις φέρεις τὸν ἀββᾶν σου εἰς παροξυσμὸν καὶ βαστάζει σου τὴν δυσκολίαν; Καὶ πολλάκις παρακαλεῖ σε ὡς υἱὸν γνήσιον καὶ ἀγαπητόν—ὡς ἔχει σε μετὰ ἀληθείας—, καὶ πρὸς ὥραν μαλάσσεταί σου ἡ καρδία, καὶ πάλιν οὐ στήκεις εἰς τὸν ἀγαθόν, ἀλλὰ μετατρέπῃ πάλιν ὡς ἡ σελήνη. Πρὸς τὸν Δεσπότην μου Χριστὸν ἔχω πῶς λαλῶ σοι μηδὲν ἄνευ τοῦ Θεοῦ πρὸς σωτηρίαν τῆς ψυχῆς σου.

Καὶ πολλάκις ἐζήτησα πέμψαι σοι λόγον περὶ τῶν κινημάτων σου καὶ τῶν ἐνθυμήσεων τῆς καρδίας σου, καὶ ἐμακροθύμησα μέχρι τῆς δεῦρο, ἐκδεχόμενός σε τοῦ συνιέναι τὸ συμφέρον σοι. Ναὶ τέκνον, ἀνάσχου μου τοῦ ἐλαχίστου, καὶ ἀπόσχου ἀπὸ σοῦ τὰς κακὰς ἐνθυμήσεις καὶ ἀνάλαβε τὰς καλάς, ἀκακίαν, ἀγάπην, μακροθυμίαν, ταπείνωσιν τὴν κενοῦσαν ὅλην τὴν βελοθήκην τοῦ διαβόλου, καὶ ἀναψύχουσαν τὴν κεφαλὴν τῶν κτωμένων αὐτήν, τὴν ἐφέλκουσαν πρὸς ἑαυτὴν τὴν χάριν τοῦ Θεοῦ. Ἐξυπνίσθητι, γρηγόρησον, ἐνθύμησον, παρακλήθητι ἐν τούτῳ καὶ πόθησον σωθῆναι. Μίσησον τὸν φθόνον καὶ τὸν ζῆλον καὶ ἔριν καὶ καταλαλιὰν καὶ τὰ ὅμοια τούτοις. Καὶ γενοῦ πρόβατον ἄκακον τῆς ποίμνης τοῦ Χριστοῦ, μέλος τίμιον τοῦ κοινοβίου, σκεῦος ἡγιασμένον, υἱὸς τῆς βασιλείας, κληρονόμος τῆς δόξης, ὅπως, κατὰ τὰς ἐντολὰς αὐτοῦ τοῦ Χριστοῦ πολιτευσάμενος, τύχῃς τῆς αἰωνίου ζωῆς καὶ τῆς ἐνδόξου ἀναστάσεως. Μαρτυρεῖ γάρ μοι ὁ Θεὸς πῶς εὔχομαι ὑπὲρ τῆς σωτηρίας τῆς ψυχῆς σου. Δώῃ μοι πῶς θέλω σε σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἰ ἐμελέτας μου τοὺς λόγους συνεχῶς, οὐκ εἶχες σφαλῆναι οὐδὲ πλανηθῆναι, ἀλλὰ βαδίσαι τὴν κατὰ Θεὸν τεθλιμμένην ὁδόν, τὴν ἀπάγουσαν εἰς τὴν ζωὴν τὴν αἰώνιον, τὴν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὁ Θεὸς συνετίσει σε ἀδελφέ, εἰς τὸ θέλημα αὑτοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Συγχώρησόν μοι, κύρι ἀββᾶ, διὰ τὸν Κύριον, καὶ ἐπειδὴ μνημονεύω ὅτι λέγουσιν οἱ Πατέρες ὅτι εἰσέλθωμεν εἰς τὸ κελλίον καὶ μνημονεύσωμεν τὰς ἁμαρτίας ἡμῶν. Καὶ ὅταν μνημονεύω, οὐκ ἔχω πόνον περὶ αὐτῶν, πολλάκις δὲ καὶ ποθῶ κατάνυξιν καὶ οὐκ ἔρχεται. Εἰπέ μοι τί ἐστι τὸ κωλύον αὐτὴν καὶ οὐκ ἔρχεται.

Ἀπόκρισις· Ἀδελφέ, χλευάζῃ λέγων ὅτι θέλεις, ὅτι οὐ θέλεις μετὰ ἀληθείας. Τὸ γὰρ εἰσελθεῖν εἰς τὸ κελλίον τῆς ψυχῆς ἐστι καὶ ἐρευνῆσαι αὐτὴν καὶ συνάξαι τὸν λογισμὸν ἡμῶν ἀπὸ παντὸς ἀνθρώπου. Καὶ τότε πονοῦμεν καὶ κατανυσσόμεθα.

Ὁ κωλύων οὖν τὴν κατάνυξιν ἐλθεῖν σοι, τὸ θέλημά σού ἐστιν, ἐὰν γὰρ μὴ κόψῃ ὁ ἄνθρωπος τὸ ἴδιον θέλημα, οὐ πονεῖ ἡ καρδία. Ἡ ἀπιστία δὲ οὐκ ἀφεῖ σε κόψαι τὸ θέλημά σου, ἡ δὲ ἀπιστία γίνεται ἀπὸ τοῦ θέλειν ἡμᾶς τὴν δόξαν τῶν ἀνθρώπων. Ὁ Κύριος εἶπε· «Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Πολλάκις κωλύω τὸ ὕδωρ κατελθεῖν διὰ τοῦ στόματός σου εἰς τὴν κοιλίαν σου, καὶ σὺ διὰ τοῦ ῥώθωνος ῥοφᾷς αὐτό, τοῦτο δέ ἐστι τὸ δεινὸν δικαίωμα, τὸ καταφέρον εἰς ᾅδην τὸν ἄνθρωπον. Διὰ τοῦτο οὖν χλευάζουσί σε οἱ πικρότατοι δαίμονες καὶ τὰ εὔκολα δύσκολά σοι ποιοῦσιν. Ἢ ἐρωτῶν με, παῦσαι τοῦ θελήματός σου καὶ τοῦ δικαιώματός σου καὶ ἀνθρωπαρεσκείας, ἢ ἐγὼ παύομαι ἀπὸ σοῦ. Εἰ οὖν οὐ πονεῖς κόψαι τὸ θέλημά σου, καὶ μὴ θελούσης σου τῆς καρδίας, τί ἔσται τὸ ὄφελος τῆς ἐρωτήσεώς σου;

Ἐγὼ εἶπόν σοι· «Δὸς σὺ τὰ ἑκατὸν δηνάρια, κἀγὼ τὰ μυρία μου τάλαντα παρέχω», καὶ Ἰδοὺ τὰ παλαιά σου ἁμαρτήματα ἀφείθησαν, καὶ φιλονεικεῖς διὰ τῆς παραθύρου τοῦ δικαιώματός σου εἰς χείρονα ἐμπεσεῖν. Παῦσαι ἀδελφέ, οὐ καλὴ γάρ ἐστιν ἡ ὁδὸς αὕτη. Εἶπε γὰρ ἡ Ἀμμᾶς Σάρρα· «Ἐὰν θέλω ἀρέσαι πᾶσιν ἀνθρώποις, εἰς τὰς θύρας αὐτῶν εὑρίσκομαι μετανοοῦσα.» Καὶ ὁ Ἀπόστολος λέγει· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Εἰ ἐξ ἀληθείας θέλεις κλαῦσαι τὰς ἁμαρτίας σου, ἑαυτῷ πρόσεχε, καὶ ἀπόθανον ἀπὸ παντὸς ἀνθρώπου, κόπος γάρ ἐστιν ἀδελφέ, τὸ σωθῆναι ἄνθρωπον. Τὰ τρία ταῦτα κόψον, θέλημα, δικαίωμα, ἀνθρωπαρέσκειαν, καὶ ἔρχεταί σοι κατάνυξις μετὰ ἀληθείας καὶ σκεπάσει σε ὁ Θεὸς ἀπὸ παντὸς κακοῦ. Ἀδελφέ, μαρτύρομαί σοι, πρόσεχε σεαυτῷ, χαίρων δερόμενος, ἐλεγχόμενος, ὑβριζόμενος, παιδευόμενος, ἄφες τὴν πανουργίαν τοῦ ὄφεως ἀπὸ σοῦ, μὴ τὴν φρόνησιν, καὶ κράτει τὴν ἀκεραιότητα τῆς περιστερᾶς μετὰ φρονήσεως, καὶ βοηθεῖ σοι ὁ Κύριος. Ἰδοὺ ἡ ὁδὸς τῆς σωτηρίας, ἐὰν ἀρέσκῃ σοι, βάδιζε καὶ δίδει σοι ὁ Θεὸς χεῖρα. Εἰ δὲ οὐ θέλεις, σὺ ὄψει, ἕκαστος γὰρ ὁ θέλων ἔχει ἑαυτοῦ τὴν ἐξουσίαν. Ἐὰν δὲ ἀπολύσῃς αὐτὴν ἄλλῳ, αὐτὸς ἀμέριμνος εἶ, καὶ ἄλλος βαστάζει σου τὴν μέριμναν.