Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Πνευματική ελπίδα, διαχείριση ασθενών και κανόνες μοναχικής ακτημοσύνης

Προτροπές για συνεχή ελπίδα στον Θεό, ορθή συμπεριφορά απέναντι στους επισκέπτες, κανόνες διακονίας των ασθενών, ελεημοσύνη και όρια της ακτημοσύνης εντός του κοινοβίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 7 από 22

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Αἰτῶ σε Πάτερ δοῦναί μοι λόγον, ὅτι εὔχῃ ὑπὲρ ἐμοῦ, καθὼς καὶ ὁ ἅγιος Γέρων ἔδωκε. Καὶ ἐπειδὴ μίαν ἐὰν ἡττηθῶ εἰς πρᾶγμα, λέγει μοι ὁ λογισμός· Ἐπειδὴ ὑπερηφανίαν ἔχεις, οὐ κατευοδοῖ σε ὁ Θεὸς κρατῆσαι τοῦ πάθους, ἵνα μὴ ἐμπέσῃς εἰς κενοδοξίαν κρατήσας, ἢ ὅτι, ἐὰν εὐχερῶς λάβῃς, εὐχερῶς καὶ ἀπόλλεις, ἢ ἵνα, ποθῶν τὸ λαβεῖν, συνεχῶς προστρέχῃς τῷ Θεῷ, ἢ δι’ ἄλλο τι, ἢ μᾶλλον ἐκ τῆς χαυνότητός μού ἐστι. Τί οὖν δεῖ ποιῆσαί με;

Ἀπόκρισις Ἰωάννου· Εἰ ἕν ἐσμεν οἱ πάντες, τολμῶ λέγειν, ὁ Γέρων ἐν τῷ Θεῷ, κἀγὼ σὺν αὐτῷ, εἰ αὐτὸς ἔδωκέ σοι λόγον, κἀγὼ δι’ αὐτοῦ. Οἶδα ὅτι ἐγὼ ἀσθενής εἰμι καὶ ἐλάχιστος, ἀλλ’ ἀποστῆναι τοῦ Γέροντος οὐ δύναμαι. Ἔλεος γὰρ ποιεῖ μετ’ ἐμοῦ, τοῦ εἶναι τοὺς δύο ἕν. Τοίνυν ἀδελφέ, πρόσεχε σεαυτῷ. Σπούδασαι κοπιᾶν εἰς τὸ φυλάξαι τὰς ἐντολάς·

Κἂν ἡττηθῇς ἐν πράγματι, μὴ χαυνωθῇς μηδὲ ἀπελπίσῃς, ἀλλ’ ἐγείρου πάλιν καὶ βοηθεῖ σοι ὁ Θεός. Ἔστι μὲν διὰ τὰ πρῶτα ἃ εἶπας παθεῖν, καὶ διὰ τοῦτο τὸ μὴ κρατῆσαι τοῦ πάθους, ἔστι δὲ καὶ διὰ χαυνότητα παθεῖν αὐτό. Τὸ δὲ ἐλευθερωθῆναι ἐξ ἀμφοτέρων ἐστὶ τὸ ῥίπτειν ἑαυτὸν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ κλαίοντα, ἵνα ἐλευθερώσῃ σε ἀπ’ αὐτῶν καὶ ὅλων τῶν παθῶν εὐχαῖς ἁγίων. Ἀμήν.

Τοῦ αὐτοῦ αἴτησις συνεργείας πρὸς τὸν αὐτὸν Γέροντα εἰς ἃ ἐνετείλατο ὁ μέγας Γέρων. Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ἐν οὐδενὶ ἀφῆκεν ὁ Γέρων ἀπόκρισίν τινα ἐν ταῖς πρὸς σὲ ἀποκρίσεσιν αὐτοῦ, ἀλλ’ ἐπεστόμισε πάντα.

Μετὰ γὰρ τὸ εἰπεῖν σοι· Φύλαξόν μου τοὺς λόγους καὶ φυλάττεται ἡ πρὸς σέ μου διαθήκη, τί ἔτι θέλεις; Ποίησον τὴν δύναμίν σου ὅπως φυλαχθῇ σοι ἡ διαθήκη αὐτοῦ, ἐν αὐτῇ γὰρ κεῖται ἡ κληρονομία τῆς βασιλείας μετὰ τοῦ παραδείσου τῆς τρυφῆς, «καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Ὀφείλεις οὖν καὶ σὺ συνεισενέγκαι σου τὴν δύναμιν καὶ τὴν σπουδὴν καὶ τοῦ Θεοῦ ἐστι τὸ ἔλεος καὶ ἡ σκέπη καὶ ἡ χορηγία τῆς δυνάμεως. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Τί ποιήσω ὅτι φοβοῦμαι τὴν αἰσχύνην τῆς ἀτιμίας, καὶ εἰς συντυχίαν δὲ ἐὰν ἐμπέσω μετά τινων, πάνυ ἕλκομαι εἰς αὐτὴν καὶ αἰχμαλωτίζομαι, ὡς ἐπιλανθάνεσθαι ἑαυτοῦ. Καὶ ἐὰν ἔλθω εἰς ἑαυτόν, αἰσχύνομαι ἀφεῖναι τοὺς συντυγχάνοντας καὶ ἀπελθεῖν.

Ἀπόκρισις Ἰωάννου· Ἵνα μὴ εἰς ταῦτα ἐμπέσῃ ὁ ἀσθενῶν καὶ εἰς τὴν φιλοδοξίαν, ὀξέως ὀφείλει φεύγειν ἀπὸ τῆς μακρολογίας καὶ κόψαι τὴν συντυχίαν, προφασισάμενος τὸν ἀββᾶν ὡς ὅτι ἐνέταξεν αὐτῷ τίποτε καὶ σπουδάζει. Τὸ δὲ μὴ βαστάξαι ἀτιμασθῆναι, ἀπιστίας ἐστίν. Ὁ Ἰησοῦς ἄνθρωπος ἐγένετο καὶ ἠτιμάσθη, ὦ ἀδελφέ, μὴ περισσότερος εἶ τοῦ Ἰησοῦ;

Ἀπιστία ἐστὶν αὕτη καὶ πλάνη δαιμόνων. Εἴ τις θέλει ταπείνωσιν, ὡς λέγει ὅτι Θέλω, ἐὰν μὴ βαστάξῃ ἀτιμίας, λαβεῖν αὐτὴν οὐ δύναται. Ἰδοὺ ἤκουσας, μὴ καταφρονήσῃς, ἐπεὶ καταφρονηθῆναι ἔχεις ἀπὸ τοῦ ἔργου.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ὅτε παραβάλλουσί τινες ἐν τῷ κοινοβίῳ, εἴτε κοσμικοὶ εἴτε Πατέρες πνευματικοί, λέγει μοι ὁ λογισμὸς εἴτε περὶ ὠφελείας ψυχῆς ἐρωτῆσαι ἢ περὶ πράγματος. Τί δοκιμάζεις;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ὁ μετὰ ἀληθείας Χριστῷ μαθητευόμενος, ἐξουσίαν οὐδεμίαν ἔχει εἰς ἑαυτὸν πρὸς τὸ ποιεῖν εἴ τι δήποτε ἀφ’ ἑαυτοῦ. Κἂν γὰρ δοκῇ ὠφελεῖσθαι ἀπὸ τῆς συντυχίας τῶν παραβαλλόντων, ἀλλ’ ἐκπίπτει τῆς ἐντολῆς τῆς λεγούσης· «Πάντα μετὰ βουλῆς ποίει.» Τί δὲ περισσότερον θέλεις ἀκοῦσαι οὗ οἱ Πατέρες εἶπον ὅτι ἐάν εἰσί τινες καὶ λάβωσι τὸν λόγον τοῦ Θεοῦ, ἐρώτησον τὸν ἀββᾶν σου μετὰ ταπεινώσεως· Ἀββᾶ, θέλεις μείνω καὶ ἀκούσω ἢ ἀπέλθω; Καὶ ὃ λέγει σοι ποίησον μετὰ ἀναπαύσεως. Ἐὰν δὲ καὶ διὰ χρείαν θέλῃς ἐρωτῆσαί τινα, εἴτε μοναχὸν εἴτε κοσμικόν, λέγεις τῷ ἀββᾷ, κἂν δοκιμάσῃ, αὐτὸς ἐρωτᾷ ὃ θέλεις. Ἐὰν δὲ εἴπῃ σοι· Ἐρώτησον σύ, τότε ἐρωτᾷς.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν δὲ μηδὲν θέλω ἐρωτῆσαι, καὶ συμβῇ μέ τινι αὐτῶν ἀπαντῆσαι, ἢ καὶ αὐτὸς ἐρωτήσῃ με περὶ πράγματος, πῶς κελεύεις χρήσομαι; Ἀπόκρισις Ἰωάννου· Ἐν τῇ ἀπαντήσει τῇ πρός τινα, ἕως ἀσπασμοῦ ἔστω ὁ λόγος σου καὶ λοιπὸν εἰπέ· Εὖξαι ὑπὲρ ἐμοῦ, ὅτι εἰς ἀπόκρισιν ὑπάγω, καὶ ὕπαγε. Ἐὰν δὲ ἐρωτήσῃ σε περὶ πράγματος, ἐὰν οἶδας, εἰπὲ καὶ πάρελθε. Ἐὰν δὲ οὐκ οἶδας, εἰπέ· Οὐκ οἶδα, καὶ πάρελθε.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν δὲ εὕρῃ με καθήμενον ἢ καὶ ἐργαζόμενον καὶ συγκαθίσῃ, ἢ καὶ συντυχεῖν μοι βουληθῇ, τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Ἐὰν εὕρῃ σε πούποτε καθήμενον καὶ ἔλθῃ, εὐλογήθητι παρ’ αὐτοῦ, καὶ σὺ τὸ αὐτὸ ποίησον, καὶ εἰπὲ αὐτῷ·

Εὖξαι ὑπὲρ ἐμοῦ. Καὶ σχεδὸν χερσὶν ἐὰν κρατήσῃ σε, εἰπὲ αὐτῷ· Συγχώρησόν μοι ὅτι ἐντολὴν ἔχω τοῦ μὴ λαλῆσαί τινι ἄνευ γνώμης τοῦ Ἀββᾶ, ἀλλὰ λέγω αὐτῷ καὶ εἴ τι λέγει μοι ποιῶ. Ἐὰν δὲ καὶ ἐργαζομένου σου ἔλθῃ τις καὶ καθίσῃ, ὡς ἔχων ἐντολὴν φέρε σεαυτῷ πρόφασιν καὶ ἀνάστα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Καὶ τί ἐστιν ὃ λέγει ὁ ἀββᾶς Ἡσαΐας ὅτι «Μετὰ τὸν ἀσπασμὸν τοῦ ξένου, ἐρώτησον αὐτὸν πῶς ἔχεις, καὶ οὕτω σιώπα, μετ’ αὐτοῦ καθήμενος;» Ἀπόκρισις· Τὸ δέξασθαι ξένον, καὶ μετὰ τὸν ἀσπασμὸν ἐρωτῆσαι αὐτὸν πῶς ἔχεις, καὶ τοῦ λοιποῦ σιωπῆσαι μετ’ αὐτοῦ καθήμενον, ἔγραψας ὅτι ὁ ἀββᾶς Ἡσαΐας εἶπε τοῦτο.

Ἀλλὰ Γέροντι ἐρρέθη προβεβηκότι καὶ τῇ ἡλικίᾳ καὶ τῷ μέτρῳ. Ὁ δὲ ἀκριβὴς μαθητὴς καὶ ἐπιποθῶν γενέσθαι μοναχὸς ἀληθινός, φυλάττει ἑαυτὸν ἀπὸ τῶν τοιούτων συντυχιῶν, γεννῶνται γὰρ ἐξ αὐτῶν καταφρονήσεις, χαυνότης, ἀνυποταξία καὶ ἡ δεινὴ παρρησία. Φησὶ δέ που ὅτι Ἰωάννης εἰς ταῦτα οὐ σχολάζει. Καὶ τοῦτ’ ἔστι τὸ ἀμεριμνῆσαι ἀπὸ παντὸς ἀνθρώπου.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ὁ λογισμὸς λέγει μοι· Κόψον ἐφάπαξ τὰς συντυχίας καὶ ἀπαλλάσσῃ. Καὶ πάλιν λέγει μοι· Κατὰ μικρὸν κόψον διὰ τὸ μὴ ξενισθῆναι τοὺς συνειδότας σε. Εἰπὲ οὖν μοι ποῖον βέλτιον.

Ἀπόκρισις Ἰωάννου· Περὶ τοῦ ἐφάπαξ κόψαι καὶ κατὰ μικρὸν μικρὸν διὰ τὸ μὴ ξενισθῆναι τοὺς εἰδότας σε, ἐὰν ἐφάπαξ κόψῃς, ἀμεριμνεῖς, ἐπεὶ πρόφασιν παρέχεις καὶ λογισμούς. Πρόφασιν μὲν τοῦ λέγειν· Ὁπότε ἐλάλησέ μοι τὸ πρῶτον, λαλῶ αὐτῷ. Λογισμοὺς δὲ ὅτι Ἆρα τίποτε ἔχει κατ’ ἐμοῦ ὁ ἀδελφὸς οὗτος, ὅτι πρῶτον ἐλάλησε μετ’ ἐμοῦ, καὶ ἄρτι οὐ λαλεῖ; Θέλησον τὸ πρᾶγμα καὶ κατευοδοῖ ὁ Θεός.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Καὶ ἐπειδή ἐσθ’ ὅτε τινὲς ἀσθενεῖς ἔρχονται εἰς τὸ κοινόβιον δεόμενοί τινος ἐκ τοῦ νοσοκομείου, καὶ ἐπετράπην ἐκ τοῦ ἀββᾶ διδόναι αὐτοῖς, καὶ ἐκ τούτου ἀναγκάζομαι αὐτοῖς συντυχεῖν. Μὴ δοκῶ ἰδίῳ θελήματι ταῦτα ποιεῖν; Δήλωσόν μοι Πάτερ, καὶ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα εὕρω ἐν αὐτοῖς ἀνάπαυσιν.

Ἀπόκρισις Ἰωάννου· Περὶ τῶν ἐρχομένων ἀσθενῶν καὶ δεομένων τινὸς τοῦ νοσοκομείου, ἐὰν ἐπίσης δηλώσῃς σύ, πρᾶγμα οὐκ ἔχεις, ἐκελεύσθης γάρ. Ὀφείλεις δὲ σφόδρα προσέχειν μὴ ταύτῃ τῇ προφάσει ἐκχύσῃς μετά τινος τὴν ὁμιλίαν, ἢ πλατύνῃς τὴν συντυχίαν ἐκ τῆς χρείας, εἰ μὴ ὅτε χρεία ἐρωτῆσαι αὐτὸν περὶ πράγματος ἢ ἀγορασίας. Καὶ τοῦτο πάλιν μέχρι τούτου, προσέχων τοῦ μὴ εὑρεῖν πρόφασιν τὸ κακὸν θέλημα.

Ταῦτα φύλαξον καὶ εὑρήσεις ἀνάπαυσιν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ὁ λογισμὸς λέγει μοι ὅτι ἡ ἡσυχία πάντων ἐστὶν ἀναγκαιοτέρα καὶ ὅτι συμφέρει σοι. Ἆρα καλῶς λέγει; Ἀπόκρισις Ἰωάννου· Ἡ ἡσυχία τί ἐστιν, ἀλλ’ ἢ τὸ συστεῖλαί τινα τὴν καρδίαν αὑτοῦ ἀπὸ δόσεως καὶ λήψεως, καὶ ἀνθρωπαρεσκείας καὶ τῶν λοιπῶν ἐνεργειῶν; Καὶ ὅτε δὲ ὁ Κύριος ἤλεγξε τὸν γραμματέα διὰ τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς καὶ ἐπηρώτησεν αὐτὸν τίς ἐγένετο πλησίον, λέγει· «Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ.» Πάλιν εἴρηκεν· «Ἔλεος θέλω καὶ οὐ τὴν θυσίαν.» Εἰ οὖν ἔχεις ἅπαξ ὅτι τὸ ἔλεος πλεῖόν ἐστι τῆς θυσίας, εἰς τὸ ἔλεος κλῖνον τὴν καρδίαν σου. Καὶ γὰρ ἡ πρόφασις τῆς ἡσυχίας φέρει εἰς ὑψηλοφροσύνην πρὶν ἢ ὁ ἄνθρωπος κερδάνῃ ἑαυτόν, τοῦτ’ ἔστιν ἄμωμος γένηται.

Τότε γὰρ ἡσυχία ἐστίν ὅτι ἐβάσταξε τὸν σταυρόν. Ἐὰν οὖν συμπαθήσῃς, εὑρίσκεις βοήθειαν, ἐὰν δὲ κρατήσῃς ἑαυτὸν ὡς δῆθεν ὑπεραναβῆναι ὑπὲρ τὸ μέτρον, τοῦτο μάθε ὅτι καὶ ὃ ἔχεις ἀπώλεσας. Μήτε οὖν ἔσω μήτε ἔξω, ἀλλὰ μέσως πορεύθητι, συνίων τί τὸ θέλημα τοῦ Θεοῦ, «ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Σαφήνισόν μοι δέσποτα, πῶς μήτε ἔσω μήτε ἔξω, ἀλλὰ μέσως; Ἆρα μὴ φανερὰς ἡμέρας διορίζειν τῇ ἡσυχίᾳ καὶ φανερὰς τῇ φροντίδι;

Ἀπόκρισις Ἰωάννου· Τὸ μὴ θαρρεῖν εἰς τὴν ἡσυχίαν, μήτε καταφρονεῖν ἐν τῷ περισπασμῷ, αὕτη ἐστὶν ἡ μέση ὁδὸς ἡ μὴ πίπτουσα, ἀλλ’ ἔχειν ἐν τῇ ἡσυχίᾳ τὴν ταπείνωσιν καὶ ἐν τῷ περισπασμῷ τὴν νῆψιν καὶ συστέλλειν τὸν λογισμόν. Οὐκ ἔστιν δὲ ὅρος ὥρας, πόσῳ μᾶλλον ἡμέρας, <ἀλλ’ ὀφείλει τις φέρειν μετ’ εὐχαριστίας> τὰ ἐπερχόμενα. Συμπάσχειν δὲ χρὴ πᾶσι τοῖς ἐν κοινοβίῳ, καὶ γὰρ ἐντολὴν τοῦ Ἀποστόλου πληροῖ, τοῦτ’ ἔστι, ἐάν τις θλίβηται, ἵνα συνθλίβῃ αὐτῷ, ἵνα παρακαλέσῃ αὐτόν, ἵνα παραμυθήσηται αὐτόν, αὕτη γάρ ἐστιν ἡ συμπάθεια. Καὶ τὸ τοῖς ἀσθενέσι συμπάσχειν καὶ ταῖς θεραπείαις αὐτῶν συνεργεῖν καλόν.

Εἰ γὰρ ὁ ἰατρὸς μισθὸν ἔχει φροντίζων τοῦ ἀσθενοῦς, πόσῳ μᾶλλον ὁ συμπάσχων εἰς πάντα τῷ πλησίον κατὰ τὴν δύναμιν αὐτοῦ; Ἐὰν γὰρ μή τις εἰς πάντα συμπαθήσῃ, καὶ εἰς αὐτὸ ὃ συμπάσχει, θέλημα αὑτοῦ εὑρίσκεται.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ ἐκέλευσάς μοι περὶ τοῦ μέσως παρελθεῖν, καὶ ὅτε συμβαίνει με σχολάσαι καὶ εὑρεῖν εὐκαιρίαν τοῦ μικρὸν καθίσαι ἐν τῷ κελλίῳ μου, ὄχλησιν πολλὴν ὑπομένω ἀπὸ τῶν ἐξ ἔθους ἐρχομένων ἀγαπητῶν καὶ μοναχῶν καὶ κοσμικῶν. Καὶ ἐὰν φανῶ αὐτοῖς, θλίβομαι, καὶ ἐὰν μὴ θελήσω φανῆναι, ἀνάγκη ἐστὶ μεῖναι ἐν τῷ κελλίῳ μου καὶ ἐμποδίζεται ἡ χρεία τοῦ νοσοκομείου. Μὴ κελεύεις εἴπω ἑνὶ τῶν ἀδελφῶν τῶν ἐκεῖ μετ’ ἐμοῦ, ἵνα ὅτε μὴ φθάνω, ἔλθῃ αὐτός, καὶ φροντίσῃ; Ἢ πάντως ἀπέλθω; Ταῦτα ὡς ἄνθρωπος λογίζομαι, ἐὰν δὲ δικαίωμά ἐστιν ἐν τῷ λογισμῷ, τὸ θέλημα τοῦ Θεοῦ κρατείτω καὶ μὴ τὸ ἐμόν, ὅτι τὸ ἴδιον οὐχ ἵσταται, ἀλλ’ εἰς ἀπώλειαν τελευτᾷ.

Ἀπόκρισις Ἰωάννου· Ὅσον ὁ ἄνθρωπος κατάγεται εἰς ταπείνωσιν, προκόπτει. Τὸ μεῖναί σε ἐν τῷ κελλίῳ σου ἄπρακτόν σε ποιεῖ, ὅτι γίνῃ ἄθλιβος, καὶ ἐν τῷ ἀμεριμνῆσαι πρὸ καιροῦ, ὁ ἐχθρὸς ἡμῶν ἑτοιμάζει σοι ταραχὴν πλέον τῆς ἀναπαύσεως, ἵνα ἐνέγκῃ σε εἰπεῖν· Εἴθε οὐκ ἐγεννήθην!. Περὶ δὲ τῆς ὀχλήσεως τῶν ἀνθρώπων, εἶπον οἱ Πατέρες· «Ἔστιν ἄνθρωπος ῥέγχων εἰς τὸ ἀποθανεῖν, καὶ προσέχων φιλίαις τοῦ κόσμου τούτου.» Καὶ σὺ οὖν μὴ δώσῃς μηδὲ λάβῃς μετ’ αὐτῶν, καὶ οὕτως ἀλλοτριοῦνταί σου. Καὶ περὶ τῆς διακονίας τοῦ ἀδελφοῦ, ἐὰν ποιῇς διὰ ἑαυτοῦ, ἑαυτῷ βοηθεῖς, ἐὰν δὲ δι’ ἐκείνου, τὸ περισσὸν τοῦ κόπου σου καὶ τῆς εὐχῆς σου ἐκεῖνος λαμβάνει. Προεῖπόν σοι εἰς τὴν ἄλλην ἀπόκρισιν περὶ τῆς συμπαθείας· Καὶ ἀγώνισαι, εἰ πιστεύεις τῷ Ἀποστόλῳ λέγοντι· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»;

Τοῖς κακουχουμένοις συγκακουχούμενοι, «ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.» Ἐρώτησις· Πῶς δύναμαι Πάτερ, αἰτηθεὶς πρᾶγμα παρά τινος, μετὰ ἱλαρότητος παρασχεῖν αὐτῷ τὴν ἀρχὴν ἀμφιβάλλων; Ὡς γὰρ μετὰ βίας παρέχω, καὶ εὑρίσκεται ἡ ψυχή μου σκληρὰ καὶ ἀπίαντος;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν μάθῃς ὅτι ὁ αἰτῶν, κατὰ χρείαν αἰτεῖ, δὸς αὐτῷ χαίρων, ὡς ἐκ τῶν τοῦ Θεοῦ παρέχων. Καὶ αὕτη ἐστὶν ἡ ἱλαρότης. Ἐὰν δὲ μάθῃς ὅτι οὐ χρείαν ἔχει, μὴ δῷς αὐτῷ, ἀλλ’ εἰπέ· Ἐντολὴν ἔχω ἐκ τοῦ ἀββᾶ μὴ δοῦναι τίποτε τῷ μὴ χρείαν ἔχοντι, καὶ οὐκ ἔστι τοῦτο σκληρότης.

Ὁ Κύριος συνετίσει σε ἀδελφέ. Ἐρώτησις· Ἐπειδὴ ἀνέγνων εἰς τὸ Ἀσκητικὸν τοῦ ἁγίου Βασιλείου καὶ εὗρον ὅτι πᾶν ὃ ἂν ἔχῃ τις καὶ δώσῃ τινί, ἑαυτὸν μᾶλλον καὶ οὐχὶ ἐκεῖνον εὐηργέτησε κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. Πῶς οὐ δύναμαι φυλάξαι αὐτήν;

Ἀπόκρισις· Τοῦτο τὸ κεφάλαιον τῷ κατὰ μόνας εἴρηται καὶ δυναμένῳ ἑαυτὸν κυβερνῆσαι μετὰ διακρίσεως. Ὁ γὰρ ἐν τῷ κοινοβίῳ ὑπὸ Πατέρα ἐστί, καὶ οὐκ ἔχει ἐντολήν, καὶ οὐδὲ ἐξουσίαν μίαν ἔχει ποιῆσαι τὸ ἴδιον θέλημα.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ καὶ τοῦτο εὗρον ἐν τῷ Ἀσκητικῷ τοῦ ἁγίου Βασιλείου, ὅτι ἀδύνατον μαθητὴν τοῦ Κυρίου γενέσθαι τὸν προσπαθῶς ἔχοντα πρός τι τῶν παρόντων ἢ ἀνεχόμενόν τινος τῶν καὶ ἐπ’ ὀλίγον ἀφελκόντων αὐτὸν τῆς ἐντολῆς τοῦ Θεοῦ.

Χρεωστοῦσι δέ μοι οἱ συγγενεῖς μου μικρὸν λογάριον καὶ θέλω αὐτὸ δοῦναι πτωχοῖς, καὶ τάχα οὐ θέλουσιν αὐτὸ παρασχεῖν, τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Ἐὰν μὴ κόψῃς τὸ σαρκικὸν φρόνημα καὶ λάβῃς μικρὰν ἀναίδειαν κατὰ Θεόν, ἐμπίπτεις καὶ εἰς ἀνθρωπαρέσκειαν.

Ὁ Θεὸς παράσχῃ σοι δύναμιν τοῦ ποιεῖν τὸ θέλημα αὐτοῦ κατὰ πάντα. Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Τί ἐστιν ὃ λέγουσιν οἱ Πατέρες ἀσιώπητον; καὶ πῶς κατορθοῦται; Ἀπόκρισις· Ὡς νομίζω τὸ μὴ σιωπᾶν περὶ τῶν ἰδίων λογισμῶν.

Ὁ γὰρ σιωπῶν τοῦ εἰπεῖν αὑτοῦ τοὺς λογισμούς, μένει ἀθεράπευτος. Κατορθοῦται δὲ ἐν τῷ ἐπερωτᾶν περὶ αὐτῶν τοὺς πνευματικοὺς Πατέρας. Ὡς λογίζομαι εἶπον τῷ ἀδελφῷ μου, εἰ δὲ σὺ κάλλιον αὐτὸ νοεῖς. Ὁ Κύριος δώῃ σοι σύνεσιν τὴν παρ’ αὐτοῦ, κἀμοὶ τῷ ἐλαχίστῳ δούλῳ αὐτοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Τί ἐστιν ὃ ἐδήλωσάς μοι Πάτερ, ὅτι τὸν νήφοντα οὐδὲν βλάπτει ὁ ὕπνος; Ἀπόκρισις Ἰωάννου· Τοῦ φυλάσσοντος τὸ ποίμνιον αὐτοῦ κατὰ τὸν Ἰακώβ, ἀφίσταται ἀπ’ αὐτοῦ ὁ ὕπνος, καὶ ὅταν ἁρπάζῃ ὀλίγον, ὡς γρηγόρησις ἄλλου εὑρίσκεται ὁ ὕπνος. Πῦρ γὰρ τῆς καύσεως τῆς καρδίας οὐκ ἀφίει αὐτὸν κατενεχθῆναι εἰς ὕπνον, συμψάλλει γὰρ τῷ Δαβὶδ μελῳδῶν· «Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον.» Ὁ φθάνων τὸ μέτρον τοῦτο καὶ γευσάμενος τῆς γλυκύτητος αὐτοῦ, νοεῖ τὰ λεγόμενα. Οὐ μεμέθυσται γὰρ ὁ τοιοῦτος τῷ ὑλικῷ ὕπνῳ, ἀλλὰ χρᾶται τῷ φυσικῷ.

Ἐρώτησις τοῦ αὐτοῦ· Ἐὰν αἰτήσῃ μέ τις εἰσελθεῖν εἰς τὸ κελλίον αὐτοῦ ἢ ἐγὼ ἐν τῷ κελλίῳ μου εὔξασθαι, ἢ θελήσω βαλεῖν χεῖρα καὶ βοηθῆσαί τινι εἰς ἔργον, μέχρι τίνος δεῖ παραιτεῖσθαι ἢ φιλονεικεῖν; Ἔνθα δηλονότι οὐκ ἔστι παράβασις ἐντολῆς.

Ἀπόκρισις· Ἐὰν εἰσέλθῃς εἰς κελλίον ἀδελφοῦ ἢ αὐτὸς εἰς τὸ κελλίον σου καὶ εἴπῃ σοι· Εὖξαι, ἕως τρίτου εἰπέ· Συγχώρησον, καὶ ἐὰν μετὰ τὸ τρίτον ἐμμείνῃ, τότε μετὰ ταπεινώσεως ποίησον. Καὶ σὺ τρίτον εἰπέ τινι, κἂν μὴ θελήσῃ, ἄφες, κακὴ γάρ ἐστιν ἡ φιλονεικία. Καὶ περὶ παντὸς δὲ πράγματος, ἢ ἵνα βαστάξῃς πρᾶγμα παρά τινος, ἢ ἵνα βάλῃς χεῖρα, ἕως τρίτου παρακάλεσον, κἂν μὴ θελήσῃ, παῦσαι μετ’ εἰρήνης καὶ μὴ θλίψῃς αὐτόν. Καὶ αὕτη ἐστὶν ἀληθινὴ ὁδὸς τοῦ Θεοῦ, ἐν ᾗ πρόσεχε σεαυτῷ ἐργάσασθαι ἀνυποκρίτως ἐν καθαρᾷ καρδίᾳ, τοῦ Θεοῦ διδόντος σοι χεῖρα καὶ βοηθοῦντός σοι διὰ τῆς χάριτος αὐτοῦ. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν φθάσῃ ἀγάπη καὶ δώσουσί μοι τὸ μέρος μου, καὶ μὴ χρῄζω αὐτὸ λαβεῖν, κελεύεις δέξωμαι ἵνα μὴ δόξω κατ’ ἐγκράτειαν μὴ λαμβάνειν, καὶ ἀναλίσκω αὐτὸ τοῖς χρῄζουσιν εἰς τὸ νοσοκομεῖον; ἢ οὔ;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν χρῄζῃς ἐκ τῆς ἀγάπης ἀδελφέ, λαβέ. Εἰ δὲ μήγε, μὴ λάβῃς, ἐπειδὴ γεννᾶταί σοι κενοδοξία. Ἐρώτησις· Ἐπειδὴ συμβαίνει ὅτι ποιῶ τοῖς ἀδελφοῖς ἀγάπην, καὶ ὡς δόξα μοι ἀκολουθεῖ. Ἆρα καλόν ἐστιν ἵνα διὰ τοῦ ἀββᾶ κρυπτῶς ποιῶ ἢ δι’ ἑαυτοῦ; Γυμνάζομαι γὰρ οὕτως. Πῶς δὲ ἐλευθερωθῇ τις Πάτερ τῆς δόξης ταύτης; Ὅτι καὶ διὰ τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν σπείρεται τῷ ἀνθρώπῳ.

Ἀπόκρισις· Τοῖς δυσὶ πράγμασιν ὀφείλεις προσέχειν, ὅτι ἔχουσι πρόφασιν εἰς κενοδοξίαν, ἀλλ’ ὅμως τὸ διὰ τοῦ ἀββᾶ ποιῆσαι ἐλαφρότερόν ἐστιν, ὅτι πρὸς ἑαυτὸν ἔχει ἡ καρδία σου τὴν πρόφασιν. Τὸ δὲ διὰ σεαυτοῦ, διπλοῦν ἔχει τὸν πόλεμον, οὐ μόνον ἀπὸ τῆς καρδίας σου, ἀλλὰ καὶ ἀπὸ τῶν ἀνθρώπων. Τὸ δὲ ἐλευθερωθῆναι ἀπὸ τῆς φιλοδοξίας καὶ κενοδοξίας, τῶν ἐξελθόντων ἐστὶν ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου. Ὁ Κύριος παράσχῃ σοι τὴν ἐλευθερίαν ταύτην ἐν Χριστῷ. Ἀμήν.