Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Εμπιστοσύνη στη θεία πρόνοια, αντιμετώπιση θλίψεων και προσευχές των αγίων

Ερωταποκρίσεις για την πνευματική ωφέλεια των θλίψεων, την ιεράρχηση της αντιμετώπισης των λογισμών και την προστασία των πιστών σε ώρα κινδύνου μέσω των προσευχών των Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 11 από 22

Ἀδελφὸς ἠρώτησε τὸν μέγαν Γέροντα· Δέομαί σου κύριε ἀββᾶ, ἐπειδὴ πεπληγμένη ἐστὶν ἡ ψυχή μου, καὶ ἀεὶ ἤθελον σὲ παρακαλέσαι περὶ τούτου καὶ ἐφοβούμην λέγων· «Μήποτε οὐ ποιῶ καὶ πειράσω τὸ Πνεῦμα Κυρίου», καὶ εἶπέ μοι ὁ ἀββᾶς μου ὅτι πτῶσις μεγάλη ἐστὶ τῇ ψυχῇ τὸ μὴ ἐρωτῆσαι. Ἀλλὰ δέομαί σου ἵνα διὰ τὸν Κύριον εὔξῃ ὑπὲρ ἐμοῦ καὶ δηλώσῃς μοι πῶς σωθῶ, καὶ συγχώρησόν μοι.

Ἀπόκρισις Βαρσανουφίου· Ἀδελφὲ ὀψέποτε ἐξυπνίσθης, μεθ’ ὃ προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές σου. Εἰ τοίνυν σωθῆναι θέλεις, μετανόησον καὶ κόψον ὅλα τὰ θανάσιμα ἐκεῖνα, καὶ εἰπὲ μετὰ τοῦ Δαβίδ· «Νῦν ἠρξάμην.» Λοιπὸν ἀπὸ τῆς ἄρτι κόψον ὅλα τὰ θελήματά σου καὶ τὰ δικαιώματά σου, τὴν καταφρόνησίν τε καὶ ἀμέλειαν. Καὶ ἀντ’ αὐτῶν κράτει ταπείνωσιν, ὑπακοήν, ὑποταγήν. Ἔχε δὲ σεαυτὸν ἐξουδενωμένον ἐν πᾶσι, καὶ σῴζῃ. Ἐὰν φυλάξῃς ταῦτα, ἔχεις φυλαχθῆναι ἀπὸ παντὸς κακοῦ, ἐὰν δὲ μή, σὺ ὄψει, ἀπαιτηθῆναι γὰρ ἔχεις ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Οὐκ ἄρτι μόνον, ὅτε ἠρώτησας διὰ τὴν καταφρόνησιν, κατακριθῆναι ἔχεις καὶ ἀπαιτηθῆναι ταῦτα ὅλα, ἀλλὰ καὶ εἰς τὸ μέλλον.

Λοιπὸν πρόσεχε σεαυτῷ καὶ μὴ ἀπολέσῃς τὸν μισθόν, μᾶλλον δὲ τὸν καιρόν, ἀμελῶν τῆς ἑαυτοῦ σωτηρίας ἣν ἀγαπᾷ Κύριος. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Τὸ κόψαι τὸ θέλημα τί ἐστιν; Ἀπόκρισις Ἰωάννου·

Τοῦτο προκοπή ἐστι κατὰ Θεόν, τὸ δὲ κόψαι τὸ θέλημα τοῦτ’ ἔστι, ἵνα ἐν μὲν τοῖς καλοῖς τὸ ἴδιον κόπτῃ τις θέλημα, τὸ δὲ τῶν ἁγίων ποιῇ, ἐν δὲ τοῖς κακοῖς καὶ ἀφ’ ἑαυτοῦ φεύγῃ τὸ ἄτοπον. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ὅταν περὶ λεπτῶν λογισμῶν ἐρωτῶ, ὑψηλοφρονεῖ μου ὁ λογισμὸς ὡς ἀκριβευόμενος περὶ τῶν τοιούτων.

Ἀπόκρισις· Ἐὰν θέλῃς περὶ λεπτῶν λογισμῶν ἐρωτᾶν τινας τῶν Πατέρων καὶ μὴ ὑψηλοφρονεῖν, μνῄσκου ὅτι ἀπαιτεῖται πρῶτον ὁ ἄνθρωπος τὴν διόρθωσιν τῶν μεγάλων λογισμῶν, τῶν ἀπαγορευθέντων παρὰ τοῦ Ἀποστόλου, πορνείας, ἀσελγείας, φθόνου καὶ τῶν τοιούτων. Καὶ λοιπὸν τῶν λεπτῶν μὴ καταφρονεῖν. Ὁ γὰρ περὶ τῶν λεπτῶν σπουδάζων καὶ ἀμελῶν τῶν μεγάλων, ὅμοιός ἐστιν ἀνθρώπῳ ἔχοντι οἰκίαν ῥερυπωμένην καὶ μεστὴν λοιπῶν ἀτίμων ὑλῶν, εἰς δὲ τὸ μέσον αὐτῶν ἔχουσαν λεπτὰ ἄχυρα. Καὶ δοκῶν καθαρίζειν αὐτήν, ἤρξατο ἐπαίρειν τὰ ἄχυρα ἀπὸ τῆς οἰκίας, καὶ ἀφῆκε τοὺς λίθους καὶ τὰς ἄλλας ὕλας εἰς ἃς προσκόπτει. Ἐὰν οὖν ἐπάρῃ τὰ ἄχυρα, οὐδεμίαν εὐμορφίαν λαμβάνει ἡ οἰκία, ἐὰν δὲ ἐπάρῃ τοὺς λίθους καὶ τὰς ὕλας, τότε οὐδὲ τὰ ἄχυρα δύναται ἐᾶσαι, ἀμορφίαν γὰρ ποιοῦσι τῇ οἰκίᾳ. Καὶ τοῦτο ὁ Σωτὴρ ἡμῶν ὠνείδισε τοὺς Φαρισαίους καὶ Σαδδουκαίους λέγων αὐτοῖς· «Οὐαὶ ὑμῖν ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, ἅπερ ἀναγκαῖον ἦν ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.» Φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ἐὰν ἐρωτήσῃ τις Γέροντα περὶ πράγματος καὶ εἴπῃ ὁ Γέρων ὅτι τόδε γίνεται, εἶτα ὑπὸ φαινομένης τῶν πραγμάτων δυσκολίας καὶ ἐναντιότητος διστάζει, ἆρα ἐκ τούτου κατακρίνεται ὡς ἄπιστος;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν ᾖ ὁ ἐρωτήσας ἀγωνιστής, ἀνακαλεῖται τὴν ἑαυτοῦ ἀπιστίαν, πιστεύων ὅτι οὐ ψεύδεται τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ στόματι τῶν ἁγίων αὑτοῦ, ὡς θέλει, φησὶ γάρ· «Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ.» Ἐὰν γὰρ οὐ πιστεύῃ ὅτι ὁ Θεός ἐστιν ὁ λαλῶν ἐν τῷ στόματι τοῦ ἐρωτηθέντος, ὁ τοιοῦτος ἄπιστός ἐστι, καὶ ἐξ ἀρχῆς κατακέκριται. Εἰ δὲ πιστεύων διστάζει, ἔστι διορθωθῆναι αὐτόν, ἀκούσαντα τοῦ Ἐκκλησιαστοῦ λέγοντος· «Ἑπτάκις τῆς ἡμέρας πίπτει ὁ δίκαιος καὶ ἐγείρεται.» Καὶ πάλιν προσέχειν δεῖ ὅτι πολλάκις ὁ Θεὸς διὰ τῶν θείων Γραφῶν ἐλάλησε περὶ τῶν δούλων αὐτοῦ καὶ κατὰ τὸ φαινόμενον, τὰ ἐναντία ἀπέβη αὐτοῖς. Οἷον εἶπεν ὁ Θεός· «Τοὺς δοξάζοντάς με δοξάσω», καὶ εὑρίσκομέν τινας τῶν ἁγίων ἕως τῆς τελευτῆς ἐν ἀτιμίαις καὶ θλίψεσι πολλαῖς διατελέσαντας.

Δυνάμεθα οὖν εἰπεῖν ὅτι τούτους οὐκ ἐδόξασεν ὁ Θεός; Καὶ μὴν σφόδρα ὑπερεδόξασεν αὐτούς, ἀλλ’ οἱ μὴ βλέποντες τοῖς ὀφθαλμοῖς τῆς καρδίας, οὐχ ὁρῶσιν αὐτῶν τὴν δόξαν. Διὰ ταύτης γὰρ τῆς ὑπομονῆς ὁ Ἰὼβ ὑπερεδοξάσθη. Καίτοι τοῖς ἀνθρωπίνοις τῶν φίλων αὑτοῦ ὀφθαλμοῖς ἐνομίσθη κατ’ ἀξίαν ταῦτα πάσχειν, ἀλλ’ ὕστερον ἤκουσε παρὰ τῆς θείας φωνῆς· «Οἴει με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» Καὶ Λάζαρος δὲ ὁ πένης ὁ ἐν τῷ πυλῶνι τοῦ πλουσίου κείμενος ἐν καταφρονήσει πολλῇ καὶ ἐν θλίψει σώματος, πάνυ ἐδόξασε τὸν Θεὸν διὰ τῆς ὑπομονῆς. Καὶ ἐπειδὴ εἴπομεν ὅτι ὁ Θεὸς τοὺς δοξάζοντας αὐτὸν δοξάζει, τὰ ἐναντία ἐδόκει ἀποβαίνειν τῷ Λαζάρῳ μείναντι ἐν πολλαῖς θλίψεσιν, ἕως θανάτου. Ἀλλ’ ὕστερον ἐφανερώθη πῶς ἐδόξασεν αὐτὸν ὁ Θεός, βαλὼν αὐτὸν ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ.

Τί δὲ ἔχομεν εἰπεῖν περὶ τοῦ ἁγίου Παύλου, τοῦ ἀξιωθέντος τῆς θεωρίας αὐτοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἀκούσαντος τὴν θείαν φωνὴν αὐτοῦ; Περὶ οὗ ἐμαρτύρησεν ὁ Θεὸς ὅτι ἔσται «σκεῦος ἐκλογῆς;» Καὶ ἁρπαγέντος εἰς τοὺς οὐρανούς, καὶ ἀκούσαντος ἄρρητα ῥήματα, ἃ οὐδεὶς ἤκουσε; Καὶ ὅμως ὁ τοιοῦτος ἐχαλάσθη δεύτερον διὰ σπυρίδος καὶ σαργάνης, ἆρα οὐκ ἦν τοῦτο τοῖς ἀπίστοις καὶ ἀδιακρίτοις ὡς ἄξιον σκανδάλου; Καίτοι ὁ αὐτὸς Παῦλος ἦν ὁ τῆς θείας χάριτος ἀξιωθείς. Τοῦτο δὲ ἐγένετο εἰς δοκιμὴν πολλῶν, εἰ μένουσι τὴν τοιαύτην πίστιν ἔχοντες ἐν τῷ Ἀποστόλῳ. Οὕτω καὶ εἰς τοὺς λοιποὺς ἁγίους γίνεται πρὸς τὸ συμφέρον τῶν προσερχομένων.

Τί δὲ λέγομεν περὶ ἀνθρώπων, αὐτοῦ τοῦ Σωτῆρος προσευχομένου καὶ λέγοντος· «Πάτερ εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο;» Οἱ Ἀπόστολοι ἀκούσαντες ἐσκανδαλίζοντο, μὴ εἰδότες ὅτι κατ’ οἰκονομίαν πρὸς τὸ συμφέρον τῶν ἀνθρώπων πάντα ἐγίνοντο;

Ὥστε οὖν καὶ ἐνταῦθα οὕτω γινόμενα οὐ γίνεται δι’ ἀσθένειαν τοῦ ἐρωτωμένου ἢ τοῦ προσευχομένου, ἀλλὰ διὰ τὴν δοκιμὴν καὶ βεβαίωσιν τῆς πίστεως τῶν προσερχομένων, εἴγε ἕως τέλους μενοῦσιν ἐστηριγμένοι τῇ πίστει. Ἐν αὐτῇ γὰρ μένοντες εἰς τὰ ἔσχατα τῆς ἀποβάσεως τοῦ πράγματος βλέπουσι τὴν δόξαν τοῦ Θεοῦ τὴν εἰς αὐτοὺς γινομένην. Εἰσὶ δέ τινες ἐρωτῶντες ἐπ’ ἐλπίδι τοῦ ἐπιτυχεῖν τινος σαρκικοῦ πράγματος, οὐκέτι διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν. Καὶ οἱ τοιοῦτοι διὰ ταχέως ἐπιτυγχάνουσι. Διὰ τί δὲ οὐ μᾶλλον προσέχομεν τοῖς περὶ τὸν Ἀζαρίαν καὶ Ἀνανίαν; Οἵτινες ἔχοντες τὴν πεποίθησιν εἰς τὸν Θεὸν ὅτι δύναται αὐτοὺς σῶσαι ἀπὸ τῆς καμίνου, ἔλεγον τῷ βασιλεῖ ὅτι «Θεὸν ἔχομεν ἐν οὐρανοῖς δυνάμενον ἡμᾶς ῥύσασθαι ἐκ τῶν χειρῶν σου, καὶ ἐκ τῆς καμίνου τοῦ πυρός, ἐὰν δὲ καὶ μὴ ἡμεῖς τοῖς θεοῖς σου οὐ λατρεύωμεν.» Καὶ οὐ παραχρῆμα ἐδόξασεν αὐτοὺς ὁ Θεός, ἀλλ’ ἀφῆκεν αὐτοὺς ἕως οὗ καὶ εἰς αὐτὴν τὴν κάμινον ἑαυτοὺς παρέδωκαν. Καὶ ὡς ἐφανερώθη πᾶσιν ἡ τελεία αὐτῶν εἰς Θεὸν πεποίθησις, ἐρρύσατο αὐτοὺς καὶ ἐδόξασεν αὐτούς, ἐάσας δι’ αὐτῶν ὑπόδειγμα τοῖς ὀλιγώρως διακειμένοις πρὸς τὴν ἀνοχὴν τοῦ Θεοῦ τοῦ εἰπόντος· «Ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.»

Ἐάσαντες οὖν τῷ Θεῷ τὸ πᾶν, τῷ εἰδότι περισσότερον ἡμῶν τί συμφέρει ἡμῖν πνευματικῶς καὶ σαρκικῶς, μὴ ἀπιστήσωμεν τοῖς παρὰ τῶν ἁγίων Πατέρων λεγομένοις, ἀλλ’ ἐν τῇ ὑπομονῇ τὴν χρηστὴν καὶ ψυχωφελῆ ἐκδεξώμεθα παρὰ τοῦ Θεοῦ ἔκβασιν, μεμνημένοι τοῦ Προφήτου λέγοντος· «Τὰ κρίματά σου ἄβυσσος πολλή.» Καὶ ὅτι ἀνεξιχνίαστά εἰσιν αὐτοῦ τὰ κρίματα, φανεροῦται ἐκ τῶν ἀποβάντων τοῖς Ἰσραηλίταις. Ἀκούσαντες γὰρ εἰσέρχεσθαι εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ πρὸς τὰ σαρκικὰ ταῦτα ἀποβλέψαντες, πολλὰ ἐπείρασαν τὸν Θεὸν διὰ τῆς ἀπιστίας, ὅτι μὴ τούτων ἔτυχον. Οὐκ ἐνόουν γὰρ ὅτι γάλα καὶ μέλι ἔλεγε τὰ μέλλοντα πνευματικὰ ἀγαθά, ὧν ὁ νόμος σκιὰ ὑπῆρχε, καθὼς ὁ Ἀπόστολος ἡμῖν ἡρμήνευσεν. Ὑπὲρ δὲ πάντων τούτων πιστεύσωμεν τῷ φιλανθρώπῳ Θεῷ καὶ ἀγαθῷ ἡμῶν Δεσπότῃ, τῷ ἀεὶ προνοοῦντι τῆς ἡμῶν ζωῆς ὑπὲρ ἃ φρονοῦμεν καὶ νοοῦμεν. Αὐτῷ ἡ δόξα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Πάλιν Πάτερ, παρακαλῶ, σαφήνισόν μοι τὸ ἐρώτημα· Ἐὰν γὰρ τυχὸν ἐρωτήσω τοὺς Πατέρας περὶ καρπῶν ἐμοῦ χωρίου, εἰ καλοὶ γίνονται, ἢ καὶ ἐχθρὸν ἔχω καὶ ἐρωτήσω περὶ αὐτοῦ, εἰ δύναταί με βλάψαι, καὶ εἴπωσί μοι περὶ μὲν τῶν καρπῶν ὅτι γίνονται καλοί, περὶ δὲ τοῦ ἐχθροῦ ὅτι οὐ βλάπτει με. Καὶ οἱ μὲν καρποὶ ἀπέτυχον, ὁ δὲ ἐχθρὸς προσδοκᾶται βλάπτειν, πῶς ὀφείλω πιστεύειν; Κἂν εὕρω τὸν λογισμὸν χαυνούμενον ἐν τῇ πίστει διὰ τὰ ἐναντίως φαινόμενα, πῶς δεῖ αὐτὸν ἀνακαλεῖσθαι καὶ στηρίζειν;

Ποίησον Πάτερ καὶ νῦν τὸ ἔλεός σου μετ’ ἐμοῦ, καὶ φώτισόν με εἰς τὴν εὐθεῖαν ὁδόν, καὶ εὖξαι ὑπὲρ τῆς ἀσθενείας μου. Ἀπόκρισις Ἰωάννου· Τὰ ῥήματα τῶν ἁγίων οὐκ ὀφείλομεν ἀργὰ νομίζειν, ἐνεργῆ γάρ εἰσι καὶ κατὰ Θεὸν εἰρημένα. Ἀλλ’ ἐπειδὴ ἡμεῖς εἰς τὰ σαρκικὰ καὶ χρηματικὰ ἡλούμεθα, οὐ δυνάμεθα κατανοῆσαι τὰ λεγόμενα παρὰ τῶν ἁγίων. Καὶ γὰρ καθὼς τῷ Θεῷ μέλλει περὶ σωτηρίας ψυχῶν, οὕτω καὶ τοῖς ἁγίοις αὐτοῦ. Ὅταν οὖν λαλῶσι πρὸς ἡμᾶς οἱ ἅγιοι, πρῶτον κατανοήσωμεν περὶ τοῦ ἔσω ἀνθρώπου, καὶ εὑρίσκομεν ὅτι ἐὰν φθάσῃ ἡμῖν θλῖψις ἀπὸ τῶν ἀνθρώπων ἢ ζημία προσόδων ὅτι πρὸς ὠφέλειαν ἡμῶν γίνεται. Καὶ διὰ τοῦτο φανεροῦται ἡ δύναμις τῶν προρρήσεων εἰπόντων καλὴν εἶναι τὴν πρόσοδον, διὰ γὰρ τῆς ἀποτυχίας τὴν ὠφέλειαν ἐγέννησε τῇ ψυχῇ, καὶ ἐγένετο ἐντεῦθεν ἡμῖν καλή. Καὶ περὶ τοῦ ἐχθροῦ ὅτι οὐ βλάπτει, ἐγένετο γὰρ ἡ αὐτοῦ ἔχθρα πρόφασις τῆς ψυχικῆς ἡμῶν σωτηρίας, ἐὰν εὐχαρίστως ἐνέγκωμεν, μεμνημένοι τοῦ εἰπόντος· «Ἐν παντὶ εὐχαριστεῖτε», καὶ «Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν καὶ τῶν ἐπηρεαζόντων ὑμᾶς.» Καὶ «Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι», καὶ τὰ ἑξῆς. Ἄν τε γὰρ ὦμεν δίκαιοι, εἰς προκοπὴν ἡμῖν γίνεται ὁ ἐξ αὐτῶν πειρασμός, ἄν τε ἁμαρτωλοί, εἰς συγχώρησιν ἁμαρτιῶν καὶ διόρθωσιν, καὶ εἰς γυμνασίαν καὶ διδασκαλίαν ὑπομονῆς εὑρίσκεται.

Ἐὰν δὲ καὶ συμβῇ ἵνα καὶ ἐν αὐτῷ τῷ σαρκικῷ εὐπάθωμεν, εἴτε ἐν ταῖς προσόδοις εἴτε εἰς εἰρήνην τὴν παρὰ τῶν ἐχθρῶν ἡμῶν, πάλιν εἰς αὐτὸν τὸν ἔσω ἄνθρωπον κατανοήσωμεν, ὅτι πρὸς ὠφέλειαν αὐτῷ ἐνήργησεν ἡ τῶν δικαίων εὐχή. Τούτων οὖν οὕτως ἐχόντων, οὐ δύναται ὁ μισόκαλος σαθρῶσαι ἡμῶν τὴν πίστιν· Ἐξ ἀμφοτέρων γὰρ τὰ πρὸς ὠφέλειαν τοῦ ἔσω ἡμῶν ἀνθρώπου ἀποβαίνει. Καὶ ἐὰν εἰρηνεύσῃ τις, εὑρίσκει τὴν ἀπόβασιν τῆς προρρήσεως τῶν ἁγίων, ὅτι εἰς ὠφέλειαν προερρέθη. Ὁ Κύριος συνετίσει σε καὶ φωτίσει τὴν καρδίαν σου ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν αἰτήσω τοὺς ἁγίους περὶ πάθους ψυχῆς ἢ σώματος, καὶ πιστεύω ὅτι παραχρῆμα θεραπεύσομαι, ἆρα οὕτω γίνεται, κἂν μὴ συμφέρῃ μοι ἡ παραχρῆμα θεραπεία; Ἀπόκρισις Ἰωάννου·

Οὐ καλόν ἐστι τέως τὸ ἐξ αὐθεντίας εὔξασθαι ἰαθῆναι ἀπὸ τοῦ πάθους, μὴ γινώσκοντα εἰ συμφέρει ἢ οὐ συμφέρει σοι, ἀλλὰ ἀφεῖναι τῷ εἰπόντι· «Οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ αἰτῆσαι αὐτόν.» Οὕτως οὖν εὖξαι τῷ Θεῷ λέγων· Δέσποτα, εἰς τὰς χεῖράς σού εἰμι, ἐλέησόν με κατὰ τὸ θέλημά σου. Καὶ εἰ συμφέρει μοι, διὰ τάχους θεράπευσόν με. Τὸ αὐτὸ δὲ καὶ τοὺς ἁγίους αἴτησον εὔξασθαι, καὶ ἀδιστάκτως πίστευσον ὅτι τὰ ὠφελοῦν σε ποιεῖ. Καὶ εὐχαρίστησον αὐτῷ ἐν πᾶσι, μνημονεύων τοῦ «Ἐν παντὶ εὐχαριστεῖτε», καὶ ὠφελῇ ψυχῇ καὶ σώματι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Οἱ δὲ Πατέρες αἰτούμενοι εὔξασθαι ὑπέρ τινος πειρασμοῦ τί αἰτοῦσιν; Ἀπαλλαγὴν τοῦ πάθους ἢ τὸ συμφέρον αἰτοῦσι; Καὶ πῶς ὁ ἀββᾶς Σισώης ὑπὲρ τοῦ μαθητοῦ καὶ ἄλλοι Πατέρες ἀπαλλαγὴν τοῦ πάθους ᾔτησαν τῷ Θεῷ; Πῶς δὲ νοήσωμεν τὸ «Ὅτι πάντα δυνατὰ τῷ πιστεύοντι;» Καὶ πάλιν εἰ οὐδεὶς πειράζεται παρ’ ὃ δύναται; Καὶ εἰ ὁ πειρασμὸς κατὰ τὸ συμφέρον γίνεται; Καὶ εἰ ὠφελοῦσιν αἱ εὐχαὶ τῶν ἁγίων;

Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, ἐπειδὴ ἀργοί ἐσμεν, ἐγὼ καὶ σύ, ἀφίεμεν τὰ πάθη ἡμῶν καὶ ἄλλα ἀντ’ ἄλλων ἐρωτῶμεν. Ὅμως περὶ ὧν ἠρώτησας τοῦτο νομίζω· Οἱ Πατέρες οἱ τέλειοι εὔχονται, ἵνα τὸ συμφέρον ποιήσῃ ὁ Θεὸς μετὰ τοῦ ἀνθρώπου. Ἐὰν οὖν συμφέρῃ αὐτῷ, ἀφεῖ ἐπάνω αὐτοῦ τὸ πάθος δι’ ὑπομονήν. Ἐὰν δὲ συμφέρῃ ἀπαλλαγῆναι τοῦ πάθους, ποιεῖ ἀπαλλαγῆναι. Καὶ τοῦτο δὲ προγνώσει ἐπιγράφομεν τοῦ Θεοῦ. Ὁ ἀββᾶς οὖν Σισώης ηὔξατο περὶ τοῦ μαθητοῦ αὐτοῦ πληροφορηθεὶς εὔξασθαι, καὶ ὁ ἄλλος Γέρων, μᾶλλον δὲ καὶ οἱ ἄλλοι κατὰ πληροφορίαν ηὔχοντο.

Τὸ δὲ ὀφείλειν ἔχειν ὅτι πρὸς τὸ συμφέρον ἐστὶ τὰ συμβαίνοντα τῷ ἀνθρώπῳ, φανερόν ἐστι, ὅτι ὁ Ἀπόστολος λέγει· «Ἐν παντὶ εὐχαριστεῖτε.» Τὸ δὲ «Πάντα δυνατὰ τῷ πιστεύοντι», τὸ ἐπ’ ἐλπίδι βαστάξαι τὴν θλῖψιν τῶν παθῶν, τὸ ὑπομένειν, τὸ μακροθυμεῖν, τὸ πάντα φέρειν γενναίως ὡς ὁ Ἰώβ. Οὐ πειράζει δὲ ὁ Θεὸς τὸν ἄνθρωπον ὑπὲρ ὃ δύναται, ἀλλ’ εἰ μή εἰσιν αἱ εὐχαὶ τῶν ἁγίων, ἐνίοτε ὁ ἄνθρωπος διὰ τὴν αὑτοῦ χαυνότητα προδότης γίνεται. Ὁ Θεὸς συγχωρήσει τῇ φλυαρίᾳ σου ἀδελφέ μου.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ὅταν ἔχω παράθεσιν τῶν ἁγίων καὶ συμβαίνῃ μοι λῃστρικὴν διαβαίνειν ὁδόν, εἴτε δι’ ἰδίαν μου χρείαν, εἴτε δι’ εὐσεβὲς πρᾶγμα, εἴτε πρὸς Πατέρες ἁγίους, εἰπέ μοι κύρι ἀββᾶ, ὅπως ὀφείλω διαπεράσαι αὐτήν. Ἆρα ἀπερισκέπτως θαρρῶν τῇ παραθέσει; Ἢ ποίῳ τρόπῳ; Εἰ δὲ καὶ περιτύχω ἀπροσδοκήτως τοῖς λῃσταῖς, πῶς ὀφείλω διακεῖσθαι ἐν τῷ λογισμῷ οὐ μόνον περὶ ἐμαυτοῦ καὶ τῶν σὺν ἐμοί, ἀλλὰ καὶ τῶν μετ’ ἐμοῦ πραγμάτων. Κἂν συμβῇ δέ με μὴ εἰπεῖν τῷ ἀββᾷ περὶ τῶν λῃστῶν, ἆρα ὀφείλω ἀνακάμψαι πρὸς αὐτὸν καὶ εἰπεῖν αὐτῷ;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν φθάσωμεν λαβεῖν παράθεσιν παρά τινος τῶν ἁγίων, ὀφείλομεν θαρρεῖν ὅτι ἀκριβῶς τὴν τοῦ Θεοῦ βοήθειαν ἔχομεν. Εἰ γὰρ εἰς τὰ τοῦ κόσμου ἐάν τις παραδώσῃ τὸν οἶκον αὑτοῦ τινι τῶν μεγάλων, οὐ μικρῶς φροντίζεται ὑπ’ αὐτοῦ διὰ τὴν τιμὴν τοῦ παραδόντος αὐτὸν αὐτῷ. Πόσῳ γε μᾶλλον παρὰ τῷ Θεῷ τελειοῦται ἡ τῶν ἁγίων παράθεσις τοῦ φυλάξαι τὸν παραδιδόμενον αὐτῷ ὑπ’ αὐτῶν; Φησὶ γὰρ περὶ αὐτοῦ ὅτι «Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.» Ἐν παντὶ οὖν τρόπῳ ὀφείλομεν ἔχειν τὴν τῶν ἁγίων παράθεσιν τελείαν καὶ εἰς βοήθειαν καὶ εἰς σωτηρίαν ψυχῆς. Ἐὰν δὲ λαβόντες τὴν παράθεσιν εὕρωμεν σκυλμὸν καὶ θλῖψιν ἐν τοῖς πράγμασιν, ἢ ἐν τῇ ὁδῷ κατὰ συγχώρησιν Θεοῦ περιπέσωμεν πειρασμῷ, μὴ ἐκκακήσωμεν μηδὲ κατάσχωμεν τοὺς παραθεμένους ἡμᾶς ὡς ἀδυνάτους, καὶ σκανδαλισθῶμεν εἰς αὐτοὺς διότι μετὰ τὴν παράθεσιν ἐγένετο ἡμῖν ἀπώλεια πράγματος ἢ καὶ πληγὴ σώματος.

Ἀλλὰ μνησθῶμεν ὅτι καὶ αὐτὸς ὁ θεῖος Ἀπόστολος δυνατὸς ὢν καὶ τέλειος καὶ ἅγιος, πᾶσι τούτοις περιέπεσε καὶ ἐκαυχᾶτο λέγων· «Πόσους κινδύνους ὑπέμεινα, καὶ ἐκ πάντων αὐτῶν ἐρρύσατό με ὁ Κύριος», καὶ ὅτι «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος», καὶ ὅτι «Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Καὶ πάλιν· «Ἀνὴρ ἀπείραστος ἄπειρος καὶ ἀδόκιμος.» Καὶ σχῶμεν ἐν τῷ νῷ ὅτι πᾶν πρᾶγμα ἀγαθόν, ἄνευ θλίψεως οὐ τελειοῦται, ἔχει γὰρ τὸν ἀντικείμενον φθόνον τοῦ διαβόλου. Ἐὰν δὲ συμβῇ ἡμῖν παρελθεῖν ἄνευ θλίψεως, μὴ ὑψηλοφρονήσωμεν, ὅτι ἄξιοι ὄντες ἐσώθημεν ἀπὸ θλίψεως, ἀλλ’ εἰδὼς ὁ Θεὸς τὴν ἀσθένειαν ἡμῶν, ὅτι ἀδυνάτως ἔχομεν τοῦ ὑπενεγκεῖν θλῖψιν, διὰ τῆς παραθέσεως τῶν ἁγίων ἐσκέπασεν ἀπὸ θλίψεως. Καὶ γὰρ περὶ τῶν ὑπομεινάντων ἐν θλίψει ἢ ἐν πειρασμῷ, γέγραπται· «Μακάριος ὃς ὑπομείνει πειρασμόν, ὅτι δόκιμος γενόμενος», καὶ τὰ ἑξῆς. Πρόσχες δὲ μή, ὡς ἔχων παράθεσιν τῶν ἁγίων, μετὰ ῥᾳθυμίας ποιήσῃς σου τὴν ὁδόν. Ἀλλ’ ὀφείλεις, ἐὰν ἀκούσῃς τίποτε ἐν τῇ ὁδῷ ἢ περὶ λῃστῶν ἢ περί τινος πράγματος, ἀσφαλίσασθαι ἑαυτὸν καὶ ποιῆσαι τὴν δύναμίν σου μὴ περιπεσεῖν τοῖς πράγμασι τούτοις.

Ἀλλὰ δεόμενος τοῦ Θεοῦ καὶ μνῃσκόμενος τῆς τῶν ἁγίων παραθέσεως, πρόσχες ἢ τῷ μετὰ τῶν ἄλλων παρελθεῖν ἢ ἐρωτᾶν ποίῳ τρόπῳ δύνασαι ἀσφαλῶς παρελθεῖν, ἢ δι’ αὐτῆς τῆς ὁδοῦ, ἢ δι’ ἑτέρας. Ἐὰν δὲ καὶ προφάσει δῆθεν εὐσεβοῦς πράγματος θέλῃς διαβῆναι ἢ πρὸς Πατέρας ἁγίους, καὶ οὕτως ἐὰν ἀκούσῃς περὶ λῃστῶν ἢ ἄλλων κινδύνων ἐν τῇ ὁδῷ, μὴ ὡς θαρρῶν ἐμβάλλῃς ἑαυτὸν τοῦ παρελθεῖν ἐκείνην τὴν ὁδὸν πρὸς αὐτούς, δίχα ἀσφαλείας, ἵνα κἂν οὕτω φύγῃς τὴν ὑψηλοφροσύνην καὶ τὸν κίνδυνον. Οὐ δεῖ γάρ τινα ἑκόντα ἑαυτὸν ἐμβαλεῖν εἰς πειρασμόν, ἀλλὰ τὸν κατὰ Θεοῦ συγχώρησιν ἐρχόμενον εὐχαρίστως ὑπομένειν.

Εὑρίσκομεν γὰρ καί τινας τῶν ἁγίων θελήσαντας ἀπελθεῖν εἰς ἐπίσκεψιν ἐνδοτέρων ἄλλων τινῶν ἁγίων, καὶ ἀκούσαντες περὶ λῃστῶν καὶ ἄλλων θλίψεων, ὑπερέθεντο ἀπελθεῖν, αὕτη γὰρ ταπείνωσις ἡμῖν εὑρίσκεται. Ἐὰν δὲ οἶδας ἢ ἤκουσας περὶ τῆς ὁδοῦ ὅτι θλῖψιν ἔχει, σπούδασον ἐρωτῆσαι τὸν ἀββᾶν λέγων· Τί δοκιμάζεις ποιήσω; καὶ ὃ λέγει σοι ποίησον. Ἐὰν δὲ κατὰ λήθην μὴ εἴπῃς αὐτῷ, καὶ εὑρεθῇς λαβὼν παράθεσιν καὶ μνησθῇς ἐν τῇ ὁδῷ ὅτι παρηκολούθησε λήθη καὶ οὐκ εἶπας αὐτῷ, οὐ χρεία ἀναλῦσαι. Ἀλλὰ δεήθητι τοῦ Θεοῦ λέγων· Δέσποτα, συγχώρησόν μοι καὶ τῇ ἐμῇ ῥᾳθυμίᾳ, καὶ διὰ τὴν παράθεσιν τοῦ ἁγίου σου καὶ διὰ τὴν ἀγαθότητα τῆς εὐσπλαγχνίας σου ὁδήγησόν με κατὰ τὸ θέλημά σου, καὶ σῶσόν με καὶ φύλαξον ἀπὸ παντὸς κακοῦ καὶ πονηροῦ πράγματος. Δεδόξασται γὰρ τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἆρα δύναται ἡ πίστις ἄλλου ὠφελῆσαι ἄλλον μὴ συνεισενεγκόντα πίστιν, καθὼς τὸν παραλυτικὸν ἡ πίστις τῶν βαστασάντων αὐτόν; Ἀπόκρισις· Εἰ μὴ πιστὸς ἦν καὶ ὁ παραλυτικός, οὐκ εἴα αὐτοὺς βαστάξαι καὶ χαλάσαι αὐτόν, ὥστε ἡ πίστις τῶν ἀμφοτέρων ἔσωσεν αὐτόν. Ἐὰν οὖν μὴ συνεισενέγκῃ ὁ ἄνθρωπος πίστιν τῷ Θεῷ, οὐδὲν ὠφελεῖται. Λοιπὸν μὴ προφασίσῃ τοῦ μηδὲν ποιῆσαι ῥίπτων ἐπάνω ἄλλων τὸ φορτίον σου ὅλον. Καὶ γὰρ Ἰερεμίας πιστεύων ὅτι ἐλεεῖ ὁ Θεὸς τὸν λαόν, ηὔχετο ὑπὲρ αὐτοῦ. Καὶ ἐπειδὴ οὐ συνεισήνεγκεν αὐτῷ πίστιν, οὐκ εἰσηκούσθη. Καὶ ποῦ ἦν ἡ πίστις τοῦ Προφήτου; Οὐκ εἶχε κατὰ τοὺς βαστάζοντας τὸν παραλυτικόν;

Ἢ πάντως ἡ αἰτία τοῦ λαοῦ ἦν. Οὕτως οὖν ἐπὶ τῶν ὁμοίων. Οὐκ ἀργῶς γὰρ λέγει· «Πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.» Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Αἰτῶ σε Πάτερ, εἰπέ μοι εἰς τί συνήργησεν ἡ θυγάτηρ τῆς Χαναναίας καὶ ὁ δοῦλος τοῦ ἑκατοντάρχου, ὅτι ἐθεραπεύθησαν; Ἀλλὰ καὶ ὁ ἄλλος παραλυτικὸς περὶ ὑγείας μόνον αἰτήσας σώματος, ἔλαβε πρῶτον ἄφεσιν ἁμαρτιῶν. Ἐν τίνι οὖν ἐνταῦθα ἡ συνέργεια; Καὶ ὁ Κύριος δὲ λέγει τοῖς Ἀποστόλοις· «Ὃ ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τῷ οὐρανῷ», καὶ «Ὧι ἂν ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται.» Οὐκ εἶπεν· «Ἐὰν συνεργήσωσι.» Σαφήνισον οὖν μοι ταῦτα παρακαλῶ.

Ἀπόκρισις· Ἀδελφέ, θλῖψίς ἐστι τοῖς ἀγνοοῦσι τὰ πράγματα πῶς ἐστιν. Ἡ γὰρ θυγάτηρ τῆς Χαναναίας καὶ ὁ δοῦλος τοῦ ἑκατοντάρχου παρεφρόνουν, ἡ μὲν ὑπὸ τῆς μανίας, ὁ δὲ ὑπὸ τοῦ κινδύνου τῆς ἀσθενείας καὶ οὐκ ἠδύναντο τῇ πίστει συνεργῆσαι τοῖς ὑπὲρ αὐτῶν δεομένοις. Ὁ δὲ παραλυτικὸς τὴν περὶ τῆς ὑγείας τοῦ σώματος πίστιν συνεισενεγκών, ἠξιώθη τοῦ μείζονος, τῇ τοῦ Δεσπότου φιλανθρωπίᾳ. Ἐπὶ γὰρ τοῦ Σωτῆρος ἵνα πιστεύσωσιν οἱ ἄνθρωποι ὅτι ἦλθε, σημεῖα ἐκτὸς συνεργείας ἐξ ἀρχῆς ἐγίνετο, καὶ ἐθεραπεύοντο ἄνθρωποι δωρεάν, ἵνα πληρωθῇ τὸ προφητικὸν λόγον ὅτι «Οὗτος τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἡμῶν ἐβάσταξεν.» Ἀνεύθυνοι οὖν γινόμενοι τῶν ἁμαρτιῶν οἱ ἄνθρωποι, τῇ αὐτοῦ χάριτι ἐθεραπεύοντο μὴ ἀπαιτούμενοι συνέργειαν, εἰ μὴ εἰς τὸ φυλάξαι μετὰ ταῦτα, καθώς φησιν· «Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μή τι χεῖρον πάθῃς.» Καὶ περὶ αὐτοῦ πάλιν ὁ Ἰωάννης φησίν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Μάθε τί λέγει· «Ὅλου τοῦ κόσμου», οἱ δὲ μὴ δεξάμενοι αὐτὸν οὐκ ἔτυχον θεραπείας καὶ πληροῦται περὶ αὐτῶν τὸ «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω», καὶ ὅτι ἔδωκε τοῖς Ἀποστόλοις ἐξουσίαν θεραπεύειν καὶ ἀφιέναι ἁμαρτίας τῶν συνεργούντων τῇ δεήσει αὐτῶν. Αὐτὸς Ἰάκωβος ὁ λαβὼν τὴν τοιαύτην ἐξουσίαν πεισάτω σε λέγων· «Πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.»

Ἐπὶ τῶν οὖν Ἀποστόλων καὶ τῶν λοιπῶν ἁγίων ἐνεργουμένη, ἐπὶ δὲ τοῦ Σωτῆρος οὐχ οὕτως, ἀλλ’ ὅσοι ἐδέξαντο αὐτὸν ἐσῴζοντο καὶ ἐθεραπεύοντο. Οἱ δὲ μὴ δεξάμενοι ἀλλ’ ὠθήσαντες αὐτόν, ἀπώλοντο.

Στερεωθῶμεν οὖν τῇ πίστει καὶ σωθησόμεθα ἐν ὀνόματι τοῦ Θεοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Παρακαλῶ σε δέσποτα, μαθεῖν τίς ἦν ἡ αἰτία τοῦ μαθητοῦ τοῦ ἁγίου Ἐλισσαίου, ὅτι οὐκ ἀνέστη ὁ νεκρός; Καὶ διὰ τί προειδὼς ὁ Προφήτης ἀπέστειλεν αὐτόν; Ἢ ἀποστείλας οὐ προδιωρθώσατο αὐτόν;

Ἀπόκρισις· Μὴ ἐξουθενῶν τὸν μαθητὴν ὁ Ἐλισσαῖος ἔπεμψεν αὐτόν; Οὐχί, ἀλλὰ διδάσκων ὡς καλόν ἐστι τὸ μὴ ἐξουθενεῖν τινα φέρων αὐτὸν εἰς μετάνοιαν, τοῦ πιστεῦσαι καὶ ἐγεῖραι. Καὶ ἔμεινεν ἐν τῇ ταὐτότητι καὶ διὰ τὴν ἀπιστίαν οὐκ ἤγειρε. Καὶ ᾔδει ὁ Προφήτης ὅτι οὐκ ἐγείρει, ἀλλ’ ἵνα ἄρῃ πᾶσαν ἀπολογίαν ἀπ’ αὐτοῦ, νουθετουμένου καὶ μὴ συνιέντος, ἔπεμψε. Καθὼς καὶ ὁ Κύριος ᾔδει προδότην τὸν Ἰούδαν, καὶ οὐκ ἐξουδένωσεν αὐτὸν ἕως ὑστέρας ἀναπνοῆς, ἀλλ’ ἐνουθέτει καὶ οὐκ ἠθέτησεν αὐτόν, ἕως οὗ ἀπώλετο τελείως, ὅτι αὐτεξούσιοί εἰσιν οἱ ἄνθρωποι. Καὶ ἵνα δειχθῇ ὅτι οὐκ ἔστιν αἴτιος τῶν κακῶν ὁ Θεός, οὐδὲ οἱ ἅγιοι, ἀλλ’ οἱ ἄνθρωποί εἰσιν αἴτιοι τῶν ἰδίων κακῶν, ἀφῆκεν αὐτοῖς τὸ αὐτεξούσιον, ἵνα ὦσιν ἀναπολόγητοι ἐν ἡμέρᾳ κρίσεως ἐλεγχόμενοι ὑπ’ ἀλλήλων.

Τινὲς οἰκοῦντες ἐν μοναστηρίῳ καὶ πολλῶν λυτρωθέντες πειρασμῶν ταῖς εὐχαῖς τῶν ἁγίων Πατέρων, ἀκούσαντες περὶ ἐφόδου τῶν λῃστῶν, ἔμελλον ἀναχωρεῖν ἐκ τοῦ μοναστηρίου καὶ ἠρώτησαν περὶ τούτου τὸν μέγαν Γέροντα.

Ἀπόκρισις Βαρσανουφίου· Τὴν πεῖραν τοῦ Δεσπότου ἡμῶν καὶ φιλανθρώπου Θεοῦ ἔχομεν, ὃς ἀπὸ πασῶν θλίψεων καὶ πειρασμῶν ἐρρύσατο ἡμᾶς. Καὶ νῦν μὴ διστάζωμεν ὅτι ῥύεται καὶ σκεπάζει ἡμᾶς ἀπὸ παντὸς κακοῦ. Ὅλην οὖν τὴν μέριμναν ἡμῶν καὶ ἐλπίδα ἐπιρρίψωμεν ἐπ’ αὐτόν, καὶ ὅπου ἂν διάγητε, εὐχαῖς ἁγίων μὴ φροντίσητε περί τινος κακοῦ. Στήκετε οὖν τῇ πίστει τοῦ Χριστοῦ ἑδραῖοι, μελῳδοῦντες μετὰ τοῦ Προφήτου Δαβίδ· «Κύριος ἐμοὶ βοηθὸς καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος» καὶ τὰ ἑξῆς, καὶ τὸ «Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.» Μὴ βλέπετε μὴ μάθωσιν οἱ ἄνθρωποι ὅτι ἔχοντες τὸν Θεόν, τοὺς ἀνθρώπους φοβεῖσθε. «Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.» Εἴπατε τῇ ἀπίστῳ ψυχῇ ἵνα λάβῃ θάρσος.

Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Πάντες ἀσπαζόμεθα ὑμᾶς ἐν Κυρίῳ λέγοντες· «Ἐγώ εἰμι, μὴ φοβεῖσθε.» Ἀδελφός τις ἀκούσας περὶ τῆς ἀποκρίσεως ταύτης, ἐδήλωσε τῷ αὐτῷ Γέροντι· Δέομαί σου, ὀφείλει οὖν τις ἔχων τὴν πεποίθησιν ταύτην οἰκεῖν καὶ ἐν λῃστρικῷ τόπῳ ἀφόβως;