Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Αντιμετώπιση της κενοδοξίας, απόρριψη των δαιμονικών οπτασιών και καλλιέργεια της κατανύξεως

Οδηγίες για την αποφυγή της υπερηφάνειας, την πλήρη απόρριψη των οπτασιών ως δαιμονικής πλάνης, την αντιμετώπιση της κενοδοξίας κατά την προσευχή και την απόκτηση της αληθινής κατανύξεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 13 από 22

Ἀπόκρισις· Ἐὰν φαίνηταί σοι τὸ πρᾶγμα ὅτι κατὰ Θεόν ἐστι, ἀντιπράττει δὲ ἐναντίος λογισμός, ἐκ τούτου δοκιμάζεται εἰ ἔστιν ἀληθῶς κατὰ Θεόν· Ἐὰν γὰρ ἡμῶν προσευχομένων στερεοῦται ἡ καρδία ἡμῶν εἰς τὸ ἀγαθόν, καὶ αὔξει μᾶλλον ἢ γὰρ μειοῦται, τότε κἄν τε ἐπιμείνῃ ὁ ἐναντίος λογισμὸς θλίβων ἡμᾶς, κἄν τε μὴ ἐπιμείνῃ, μάθωμεν ὅτι κατὰ Θεόν ἐστι τὸ πρᾶγμα. Τῷ γὰρ ἀγαθῷ θλῖψις μὲν ἀντίκειται ἐκ τοῦ φθόνου τοῦ διαβόλου, αὐτὸ δὲ διὰ προσευχῆς μᾶλλον πλεονάζει. Ἐὰν δὲ ἐκ τοῦ διαβόλου ὑπεβλήθη τὸ νομιζόμενον ἀγαθόν, πρὸς ὃ καὶ ἡ ἀντίστασις αὐτοῦ ἐστι, τότε αὐτὸ τὸ δοκοῦν ἀγαθὸν μειοῦται καὶ ἡ δοκοῦσα ἀντίστασις. Ὁ γὰρ ἐχθρὸς δοκεῖ ἀνθίστασθαι τῷ λογισμῷ τῷ παρ’ αὐτοῦ ὑποβαλλομένῳ, ὥστε ἐκ τούτου πλανῆσαι ἡμᾶς, ἡγεῖσθαι αὐτὸ εἰς ἀγαθόν.

Ἐρώτησις· Τί οὖν ὅταν γίνηται τὸ ἀγαθὸν ἀθλίπτως, οὐκ ἔστι κατὰ Θεόν; Καὶ ὅτε συμβαίνει με μικρὰν ποιῆσαι εὐποιΐαν καὶ εὑρεῖν τὸν λογισμὸν ἄθλιπτον, ἆρα ἀκαίρως ἐποίησα καὶ οὐκ ἀρέσκει τῷ Θεῷ τὸ γινόμενον; Φώτισόν μου τὴν καρδίαν Πάτερ, παρακαλῶ.

Ἀπόκρισις· Ἐάν τις ἀγαθὸν ποιήσας εὕρῃ τὸν λογισμὸν ἄθλιπτον, οὐκ ὀφείλει θαρρῆσαι ὅτι ἄνευ θλίψεως παρέρχεται. Πᾶν γὰρ ἀγαθὸν τῆς ὁδοῦ τοῦ Θεοῦ ἐστι καὶ οὐ ψεύδεται ὁ λέγων ὅτι «Στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.» Κἂν γὰρ μὴ τῷ καιρῷ τῆς πράξεως τοῦ ἀγαθοῦ συμβῇ ἡ θλῖψις, ἀλλὰ δεῖ μετὰ ταῦτα θλιβῆναι τὸν ἄνθρωπον. Ἡνίκα δὲ μετὰ προθυμίας ποιῇ τις τὸ ἀγαθόν, οὐκ αἰσθάνεται αὐτῆς, ἀλλ’ οὐδὲ πάλιν αἰσθάνεται ὅτι πολυτρόπως ἡ θλῖψις συμβαίνει. Κἂν θέλωμεν ἀκριβολογήσασθαι, πάντως εὑρίσκομεν αὐτὴν ἢ διὰ κενοδοξίας κεκρυμμένην, καὶ τοῦτο γὰρ τῶν θλίψεών ἐστιν, ἢ διὰ προσώπου κωλύοντος ἡμᾶς ἢ διὰ τὸ μετὰ ταῦτα χρῄζειν τῶν παρ’ ἡμῶν ἐν εὐποιΐᾳ δοθέντων. Μὴ εὑρίσκοντες γὰρ εἰς τὰς χεῖρας, εἰς μετάμελον τρεπόμεθα.

Καὶ τότε ποῦ εὑρίσκομεν τὸν ἄθλιπτον λογισμόν; Πρὸς ταῦτα οὖν οὐ δεῖ θαρρῆσαι. Τηρεῖ γὰρ τὴν θλῖψιν καὶ εἰς τὸ μετὰ ταῦτα τοῖς ἀσυνέτοις. Ὃ γὰρ συνιὼν πάντοτε, ἀεὶ προσδοκᾷ εὑρεῖν θλῖψιν, ἐὰν μὴ σήμερον αὔριον καὶ οὐ ταράττεται· «Ἡτοιμάσθην γάρ φησι, καὶ οὐκ ἐταράχθην.» Καὶ μακάριος ὁ ἔχων πρὸ ὀφθαλμῶν πάντοτε ὅτι «τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς», καὶ λογιζόμενος ὅτι ὡς θέλει δυνατός ἐστιν οἰκονομῆσαί με τὸν δοῦλον αὐτοῦ. Ὁ γὰρ τοιοῦτος οὐ μεταγινώσκει περὶ τῶν δοθέντων. Κἂν οὖν εὕρωμεν θλῖψιν, μάθωμεν ὅτι πρὸς δοκιμὴν ἡμῶν συγχωρεῖ ὁ Θεός. Ἐπεὶ οὐδέποτε παραβλέπει τοὺς φοβουμένους αὐτόν, μάλιστα τοὺς διὰ τὸ ὄνομα αὐτοῦ τι ποιοῦντας.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἆρα ἐνθυμεῖταί τι ἀγαθὸν ὁ ἄνθρωπος ἐξ ἰδίας κινήσεως; Ἀπόκρισις· Συμβαίνει μὲν πολλάκις ἀπὸ κινήσεως τοῦ φυσικοῦ λογισμοῦ ἐνθυμεῖσθαί τινα τὸ ἀγαθόν. Ἀλλὰ καὶ τοῦτο ἐπιγράφειν δεῖ τῷ Θεῷ, ἡ γὰρ φύσις ποίημα αὐτοῦ ἐστι.

Γινώσκειν δὲ ὀφείλομεν ὅτι οὐκ ἄγομεν αὐτὸ εἰς τέλος, εἰ μὴ διὰ τῆς τοῦ Θεοῦ ἐντολῆς. Ὅταν γὰρ προτιθέμεθα αὐτὴν πρὸ ὀφθαλμῶν, τότε στερεοῦται ἐν αὐτῇ ἡ καρδία ἡμῶν πληρῶσαι τὸ ἀγαθόν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ὅταν ποιῶ τι ἀγαθόν, πῶς ὀφείλω ταπεινῶσαί μου τὸν λογισμόν; Καὶ πῶς βαστάζω τὴν ἐμαυτοῦ μέμψιν, πράξας τὸ ἀγαθόν;

Ἀπόκρισις Βαρσανουφίου· Εἰς ταπείνωσιν τοῦ λογισμοῦ, ἐὰν ποιήσῃς πᾶν ἀγαθὸν καὶ φυλάξῃς πάσας τὰς ἐντολάς, μνημόνευσον τοῦ εἰπόντος· «Ὅταν ταῦτα πάντα ποιήσητε, εἴπατε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν.» Πόσῳ μᾶλλον ὅτι οὔπω ἐφθάσαμεν πληρῶσαι μίαν ἐντολήν; Καὶ οὕτω δεῖ φρονεῖν πάντοτε καὶ ἐπὶ τῷ ἀγαθῷ ἔργῳ βαστάζειν τὴν μέμψιν ὅτι «Οὐκ οἶδα εἰ ἀρέσκει τῷ Θεῷ.» Τὸ γὰρ ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ μέγα ἐστί, τὸ δὲ πληρῶσαι μειζότερόν ἐστι, συμπλήρωσις γάρ ἐστι πασῶν τῶν ἐντολῶν.

Τὸ γὰρ ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ μερικόν ἐστι καὶ μικρότερον τοῦ πληρῶσαι. Διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος· «Τῶν ὄπισθεν ἐπιλανθανόμενος καὶ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος.» Λοιπὸν γὰρ ὅσον ἐπεκτείνεται, οὐκ ἔχει διακοπήν, ἀλλὰ πάντοτε βλέπει ἑαυτὸν ὑστερούμενον καὶ προκόπτει. Αὐτὸς γὰρ εἶπεν ὅτι «Ὅσοι τέλειοι τοῦτο φρονοῦμεν», τοῦτ’ ἔστι τὸ προκόπτειν, εἶπε δὲ ὅτι «Εἰ δὲ καὶ ἄλλο τι φρονεῖτε καὶ τοῦτο ὑμῖν ἀποκαλύψει ὁ Κύριος.» Ἐρώτησις· Ὅταν ποιῶ ἐντολήν, πῶς δύναμαι φυγεῖν τὴν ὑψηλοφροσύνην ἵνα οἶδα ὅτι καὶ ἀγαθὸν πρᾶγμα ἐποίησα καὶ ἀλλότριός εἰμι αὐτοῦ;

Ἀπόκρισις· Ἄδελφε, τὰ καλὰ πράγματα, καλὰ ὀφείλομεν ἔχειν καὶ προστρέχειν αὐτοῖς ὡς καλοῖς, οὐ πρέπει γὰρ τὸ καλὸν ἔχειν ὡς κακόν, ἀλλ’ ὅτε μὴ πράττει τις κατὰ τὸ ἀρέσκον Θεῷ τὸ καλόν, καὶ τοῦτο εὑρίσκεται κακῶς γινόμενον διὰ τὴν τοῦ ποιοῦντος διάκρισιν. Σπουδὴν δέ τις ὀφείλει ἔχειν τοῦ πάντοτε τὸ καλὸν ποιεῖν, καὶ ὕστερον Θεοῦ χάριτι προσγίνεται αὐτῷ τὸ κατὰ φόβον Θεοῦ γενέσθαι. Ὅτε οὖν γίνεται διὰ σοῦ τὸ ἀγαθόν, εὐχαρίστησον τῷ δοτῆρι τῶν ἀγαθῶν ὡς αὐτοῦ ὑπάρχοντος τοῦ ἀγαθοῦ, ἑαυτὸν δὲ μέμψαι λέγων· Εἰ κἀγὼ καλῶς μετῆλθον τὸ πρᾶγμα, συμμέτοχος εἶχον εἶναι τοῦ ἀγαθοῦ. Καὶ τότε εὑρίσκεις δεηθῆναι τοῦ Θεοῦ μετὰ κατανύξεως καταξιῶσαί σε τοῦ γενομένου διὰ σοῦ ἀγαθοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐὰν συμβῇ με μακροθυμῆσαι ἐν πράγματι, ὑψηλοφρονεῖ ὁ λογισμός, τί οὖν δεῖ με λογίζεσθαι; Ἀπόκρισις· Καὶ ἤδη εἶπόν σοι ὅτι, ἐὰν συμβῇ σε εἴ τι δήποτε ἀγαθὸν ποιῆσαι, γινώσκειν ὀφείλεις ὅτι αὕτη ἡ δωρεὰ τοῦ Θεοῦ ἐστι διὰ τὴν ἰδίαν ἀγαθότητα, πάντας γὰρ ἐλεεῖ.

Πρόσεχε δὲ σεαυτῷ, μὴ διὰ τὴν σὴν ἀσθένειαν ἀπολέσῃς τὸ παρ’ αὐτοῦ γινόμενον εἰς σὲ ἔλεος, ὅπερ καὶ εἰς πάντας γίνεται τοὺς ἁμαρτωλούς. Εἰ αὐτὸς οὖν καλῶς ἔδωκε, σὺ μὴ ἀπολέσῃς κακῶς. Ὁ τρόπος δὲ τῆς ἀπωλείας τοῦ πράγματός ἐστιν οὗτος· Τὸ ἐπαινέσαι σεαυτὸν μακροθυμήσαντα καὶ ἐπιλαθέσθαι τοῦ εὐεργετήσαντός σε Θεοῦ.

Οὐ μόνον δέ, ἀλλὰ καὶ κατάκρισιν ἑαυτῷ προξενεῖς, τολμῶν ἑαυτῷ τοῦτο ἐπιγράφειν, ἐφ’ ᾧ μᾶλλον δεῖ εὐχαριστίαν ἀναπέμπειν τῷ φιλανθρώπῳ πευσαμένῳ Θεῷ. Φησὶ γὰρ ὁ Ἀπόστολος· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» Λέγε δὲ τῷ ἐπαινοῦντί σε ἐν οἱῳδήποτε πράγματι λογισμῷ ὅτι Οἱ ἐν τῇ θαλάσσῃ πλέοντες, κἂν συμβῇ αὐτοὺς γαληνιάσαι, ἀλλ’ ἔτι ἐν τῷ πελάγει ὑπάρχουσι καὶ προσδοκῶσι τὴν ζάλην καὶ τὸν κίνδυνον καὶ τὸ ναυάγιον. Καὶ οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ πρὸς μικρὸν γαλήνη, τότε γὰρ καὶ μόνον ἔχουσι τὸ ἀσφαλές, ὅταν εἰς αὐτὸν εἰσέλθωσι τὸν λιμένα, πολλοὶ δὲ καὶ ἐν αὐτῷ τῷ στομίῳ ἐναυάγησαν. Οὕτω γοῦν καὶ ὁ ἁμαρτωλός, ἐφ’ ὅσον ἐστὶν ἐν τῷ κόσμῳ, πάντοτε τρέμειν ὀφείλει τὸ ναυάγιον. Μηδέποτε οὖν πλανηθῇς πιστεῦσαι τῷ ἐπαινοῦντί σε λογισμῷ ἐπὶ τῷ καλῷ πράγματι. Τὸ γὰρ καλὸν τοῦ Θεοῦ ἐστι καὶ οὐ δυνάμεθα θαρρῆσαι ὅτι παραμένει μεθ’ ἡμῶν διὰ τὴν ἡμετέραν ἀμέλειαν, καὶ πῶς τολμήσωμεν ὑψηλοφρονῆσαι;

Ἐρώτησις· Ἐὰν δὲ εἴπω τῷ λογισμῷ θέλων αὐτὸ ταπεινῶσαι ὅτι οὐδὲ ἐκ τοῦ Θεοῦ ἐγένετό μοι ἡ μακροθυμία, ἀλλ’ ἐκ τοῦ πονηροῦ πρὸς ἀπάτην τῆς ὑψηλοφροσύνης, μὴ παροργίζω ἐν τούτῳ τὸν Θεόν, ἐπειδὴ πάντα τὰ καλὰ ἐκ τοῦ Θεοῦ ἐστιν;

Ἀπόκρισις· Οὐκ ἔστι βαρὺ τὸ λέγειν μὴ εἶναι αὐτὸ ἐκ τοῦ Θεοῦ, οὐ παροργίζεται ἐν τούτῳ ὁ Θεός, ἐπειδὴ εἰς καθαίρεσιν τοῦ πονηροῦ λογισμοῦ λέγεται παρὰ σοῦ. Καὶ γάρ τις τῶν ἁγίων εἶπέ τισιν ἐλθοῦσι πρὸς αὐτὸν περὶ τοῦ ἀποθανόντος μετ’ αὐτῶν ὄνου ἐν τῇ ὁδῷ. Καὶ θαυμάσαντες ἐκεῖνοι ἠρωτήσαντο, πόθεν ἔμαθε, καὶ εἶπεν αὐτοῖς ὅτι «Οἱ δαίμονες εἶπόν μοι.» Καίτοι ἐκ Θεοῦ ὑπῆρξεν αὐτῷ ἡ γνῶσις τοῦ γενομένου, ἀλλὰ πρὸς ὠφέλειαν ἐκείνων τοῦτο ἀπεκρίνατο, καὶ οὐ παρώργισε τὸν Θεόν.

Ἐρώτησις· Ἐὰν οὖν γίνωνται ὀπτασίαι ἁμαρτωλῷ, ἆρα οὐκ ὀφείλει ὅλως πιστεύειν ὅτι ἐκ τοῦ Θεοῦ εἰσιν; Ἀπόκρισις· Ὅταν τοῦτο γίνηται ἁμαρτωλῷ, φανερόν ἐστιν ὅτι ἐκ τῶν πονηρῶν δαιμόνων ἐστὶ πρὸς τὸ ἀπατῆσαι τὴν ἀθλίαν ψυχὴν εἰς ἀπώλειαν. Οὐ δεῖ οὖν οὐδέποτε πιστεύειν αὐτοῖς, ἀλλ’ ἐπιγινώσκειν δεῖ τὰς ἰδίας ἁμαρτίας καὶ τὴν ἑαυτοῦ ἀσθένειαν καὶ ἐν φόβῳ καὶ τρόμῳ πάντοτε διάγειν.

Ἐρώτησις· Ἆρα καὶ ὅτε ἐν σχήματι τοῦ Δεσπότου Χριστοῦ φαίνονται, καὶ τότε δεῖ αὐτοὺς ἀποστρέφεσθαι; Ἀπόκρισις· Τότε πολλῷ πλέον τὴν αὐτῶν πονηρίαν καὶ τὴν πλάνην ἀποστρέφεσθαι καὶ ἀναθεματίζειν ὀφείλωμεν. Μηδέποτε οὖν πλανηθῇς ἀδελφέ, εἰς τὴν τοιαύτην δαιμονιώδη πληροφορίαν.

Τοῖς γὰρ ἁγίοις αἱ θεϊκαὶ γίνονται ὀπτασίαι, καὶ ἀεὶ προτρέχει γαλήνη καὶ εἰρήνη καὶ εὐθυμία ἐν ταῖς αὐτῶν καρδίαις. Καὶ ὅμως τὴν ἀλήθειαν ἐπιγινώσκοντες, ἀναξίους ἑαυτοὺς κρίνουσι. Πόσῳ μᾶλλον χρὴ τοὺς ἁμαρτωλοὺς μηδέποτε τούτοις πιστεύειν, εἰδότας τὴν ἰδίαν ἀναξιότητα.

Ἐρώτησις τοῦ αὐτοῦ· Εἰπέ μοι δέσποτα, πῶς τολμᾷ ὁ διάβολος εἴτε κατ’ ὀπτασίαν εἴτε κατὰ φαντασίαν ὀνείρων δεῖξαι τὸν Δεσπότην Χριστὸν ἢ τὴν ἁγίαν Κοινωνίαν; Ἀπόκρισις Βαρσανουφίου· Οὐκ αὐτὸν τὸν Δεσπότην Χριστὸν οὐδὲ τὴν ἁγίαν Κοινωνίαν δύναται δεῖξαι, ἀλλὰ ψεύδεται καὶ σχηματίζεται οἱονδήποτε ἄνθρωπον καὶ ψιλὸν ἄρτον. Ἀμέλει τὸν ἅγιον σταυρὸν οὐ δύναται δεῖξαι, οὐχ εὑρίσκει γὰρ αὐτὸν ἑτέρῳ σχήματι ἐντυπῶσαι. Ἐπειδὴ γινώσκομεν αὐτοῦ τὸ ἀληθινὸν σημεῖον καὶ τὸν τύπον, καὶ αὐτῷ χρήσασθαι οὐ τολμᾷ.

Ἐν αὐτῷ καθῃρέθη αὐτοῦ ἡ δύναμις καὶ δι’ αὐτοῦ τὴν θανατηφόρον πληγὴν ἐδέξατο. Τὸν δὲ Δεσπότην Χριστὸν κατὰ σάρκα οὐ γινώσκομεν, καὶ πειρᾶται ἡμᾶς διὰ τοῦ ψεύδους πεῖσαι ὅτι αὐτός ἐστιν, ἵνα τῇ πλάνῃ ὡς ἀληθείᾳ πιστεύσαντες ἀπολώμεθα. Ὅταν οὖν ἴδῃς κατ’ ὄναρ τὸν τύπον τοῦ σταυροῦ, μάθε ὅτι ἀληθινὸν καὶ ἐκ τοῦ Θεοῦ τὸ ὄναρ ἐστίν. Ἀλλὰ σπούδασον παρὰ τῶν Πατέρων ἁγίων λαμβάνειν αὐτοῦ τὴν διάκρισιν καὶ μὴ πίστευε τῷ λογισμῷ τῷ ἰδίῳ. Ὁ Κύριος φωτίσει τοὺς ὀφθαλμοὺς τῆς διανοίας σου, ἄδελφε, τοῦ φυγεῖν πᾶσαν ἀπάτην τοῦ ἐχθροῦ.

Ἐρώτησις· Λέγει μοι ὁ λογισμὸς ὅτι Ἐὰν φανῇ σοι ὁ ἅγιος σταυρός, ὡς ἀνάξιος εὑρίσκῃ, καὶ ἔχεις ὑψηλοφρονῆσαι, καὶ δειλίαν μοι καὶ φόβον ἐμβάλλει. Ἀπόκρισις· Περὶ τούτου μὴ μεριμνήσῃς, ἐὰν γὰρ ὅλως φανῇ σοι ὁ ἅγιος σταυρός, αὐτὸς καταργεῖ τὸ φύσημα τῆς ὑψηλοφροσύνης. Ὅπου γὰρ ὁ Θεός, ἐκεῖ κακὸν οὐκ ἔστιν.

Ἐρώτησις· Ἤκουσα ὅτι ἐὰν ἐκ τρίτου φανῇ τινι ἐνύπνιον, καὶ αὐτὸ ἀληθινόν ἐστιν. Οὕτως ἔχει Πάτερ; Ἀπόκρισις· Οὐκ ἔχει οὐδὲ οὕτως, οὐδὲ δεῖ πιστεύειν τῷ τοιούτῳ ἐνυπνίῳ. Ὁ γὰρ ἅπαξ φαινόμενός τινι ἐν ψεύδει, δύναται καὶ τρίτον καὶ πολλάκις καὶ τοῦτο ποιῆσαι. Μὴ οὖν χλευασθῇς, ἀλλὰ πρόσεχε σεαυτῷ, ἄδελφε.

Ἐρώτησις· Ἔστιν ὅτε δοκῶ βλέπειν ἐν τῇ καρδίᾳ μου ὅτι οἱ πονηροὶ λογισμοὶ κύκλῳ εἰσὶ τοῦ ἐμοῦ λογισμοῦ ὡς θηρία, καὶ ὅτι οὐδὲν ἐξ αὐτῶν ἀδικεῖται. Τί ἐστι τοῦτο; Ἀπόκρισις· Τοῦτο ἀπάτη ἐστὶ τοῦ ἐχθροῦ καὶ κεκρυμμένην ἔχει τὴν ὑψηλοφροσύνην εἰς τὸ πεῖσαί σε ὅτι οὐδέν σε δύνανται ἀδικῆσαι οἱ πονηροὶ λογισμοί, καὶ οὕτως ἐπαρθῇ ἡ καρδία σου. Ἀλλὰ σὺ μὴ πλανηθῇς, ἀλλὰ μιμνῄσκου τὴν σαυτοῦ ἀσθένειαν καὶ τὰς ἁμαρτίας. Καὶ ἐπικαλοῦ τὸ ἅγιον ὄνομα τοῦ Θεοῦ εἰς βοήθειαν κατὰ τοῦ ἐχθροῦ.

Ἐρώτησις τοῦ αὐτοῦ· Δύναταί τις εἰπεῖν ὅτι ἐνοικεῖ ἐν ἁμαρτωλῷ τὸ Πνεῦμα τὸ ἅγιον; Κἂν εἴπῃς Πάτερ ὅτι οὐκ ἔχει, καὶ πῶς φυλάττονται οἱ ἁμαρτωλοί; Ἀπόκρισις· Οἱ ἅγιοι καταξιοῦνται ἔχειν τὸ Πνεῦμα τὸ ἅγιον καὶ ναὸς αὐτοῦ γίνονται· «Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, φησί, καὶ ἐμπεριπατήσω.» Οἱ δὲ ἁμαρτωλοὶ ἀλλότριοι τούτου τυγχάνουσι κατὰ τὸ εἰρημένον· «Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία.» Φυλάττονται δὲ τῇ τοῦ Θεοῦ ἀγαθότητι. Ἐν πᾶσιν οὖν ἀναπέμψωμεν τὴν εὐχαριστίαν τῇ ἀφάτῳ αὐτοῦ φιλανθρωπίᾳ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις· Ὅτε θλίβομαι ἔν τινι καὶ προσεύχομαι καὶ βοηθεῖ ἡ ἄφατος τοῦ Θεοῦ ἀγαθότης, ἐπαίρεται ὁ λογισμός μου ὡς εἰσακουσθείς. Τί οὖν ποιήσω; Ἀπόκρισις· Ὅταν προσευξάμενος καὶ ἐπιτυχὼν ἐπαρθῇς, φανερόν ἐστιν ὅτι οὔτε κατὰ Θεὸν ηὔξω, οὔτε ἐκ τοῦ Θεοῦ τὴν βοήθειαν ἔλαβες, ἀλλ’ ἐκ τῶν δαιμόνων ἐνηργήθης, ἵνα ἐπαρθῇ ἡ καρδία σου. Ἡνίκα γὰρ ἐκ τοῦ Θεοῦ γίνεται, οὐκ ἐπαίρεται ἡ ψυχή, ἀλλὰ μᾶλλον ταπεινοῦται. Καὶ θαυμάζει τὸ μέγα ἔλεος τοῦ Θεοῦ, πῶς καταδέχεται ἐλεεῖν τοὺς ἁμαρτωλοὺς ἀναξίους ὄντας καὶ πάντοτε παροργίζοντας.

Καὶ ὑπερευχαριστεῖ τῇ ἐνδόξῳ καὶ ἀφάτῳ ἀγαθότητι αὐτοῦ, ὅτι οὐ κατὰ τὰς ἡμῶν ἁμαρτίας ἡμᾶς παραδίδωσιν, ἀλλ’ ἐν τῇ πολλῇ αὐτοῦ ἀνεξικακίᾳ μακροθυμεῖ καὶ ἐλεεῖ. Καὶ οὐκέτι ἐπαίρεται, ἀλλὰ τρέμει καὶ δοξολογεῖ.

Ἐρώτησις· Εἶπας Πάτερ, ὅτε περὶ τῆς μακροθυμίας ἠρώτησα, ὅτι καὶ αὕτη καὶ πᾶν ἀγαθὸν ἔργον δωρεὰ τοῦ Θεοῦ ἐστι. Καὶ νῦν περὶ τῆς προσευχῆς εἶπας ὅτι οὐκ ἔστιν ἐκ Θεοῦ βοήθεια. Σαφήνισον οὖν μοι, παρακαλῶ, τίς ἡ τούτων διαφορά;

Ἀπόκρισις· Ἐὰν μὲν ἐξ ἀρχῆς κατὰ κενοδοξίαν ἐγένετο τὸ ἀγαθὸν ἔργον, ἤγουν ἡ προσευχή, διαβολικὸν ἀναμφιβόλως ἐστίν. Ἐὰν δὲ τὴν μὲν ἀρχὴν οὐκ ἔσχε τὴν κενοδοξίαν, ὕστερον δὲ ἐδέξατο αὐτήν, ἐνταῦθα τὸ καλῶς γενόμενον κατέστρεψας διὰ τῆς κενοδοξίας, ὥσπερ ὁ τοῖχον οἰκοδομῶν καὶ στραφεὶς καταλύων αὐτόν. Ἐὰν δὲ ἡ κενοδοξία ἐπολέμει, αὐτὸς δὲ οὐ προσεδέξω, οὐδέν σε ἔβλαψεν.

Ἐρώτησις· Πολλάκις ὅτε ψάλλω, αἰσθάνομαι ἑαυτὸν ὡς ὑψηλοφρονοῦντα. Τί οὖν ὀφείλω εἰπεῖν τῷ λογισμῷ; Ἀπόκρισις· Ὅτε ὑψοῦται ἡ καρδία ἐν τῇ ψαλμῳδίᾳ, μνῄσκου ὅτε γέγραπται· «Οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς.» Παραπικράναι δέ ἐστι τὸ μὴ ψάλλειν συνετῶς κατὰ φόβον Θεοῦ. Καὶ ἐρεύνησον εἰ μὴ ῥέμβεται ὁ λογισμός σου ἐν τῷ ψάλλειν. Καὶ πάντως εὑρίσκεις ὅτι ῥέμβεται καὶ παροξύνεις τὸν Θεόν.

Ἐρώτησις· Ὅτε βαροῦμαι ἐν τοῖς λογισμοῖς εἴτε ἐν τῇ ψαλμῳδίᾳ εἴτε χωρὶς ψαλμῳδίας καὶ ἐπικαλοῦμαι τὸ ὄνομα τοῦ Θεοῦ εἰς βοήθειαν, ὑποτίθεταί μοι ὁ ἐχθρὸς ὅτι ἔπαρσιν ἔχει ὡς δοκῶν τι καλὸν ποιεῖν ἐν τῇ ἀδιαλείπτῳ μνήμῃ τοῦ Δεσπότου Θεοῦ. Πῶς οὖν δεῖ ἔχειν περὶ τούτου;

Ἀπόκρισις Βαρσανουφίου· Οἴδαμεν ὅτι οἱ κακῶς ἔχοντες πάντοτε χρῄζουσι τοῦ ἰατροῦ καὶ τῶν αὐτοῦ φαρμάκων, καὶ οἱ χειμαζόμενοι ἀδιαλείπτως προστρέχουσι τῷ λιμένι μήποτε προκαταλάβῃ αὐτοὺς ναυάγιον. Διὰ τοῦτο γὰρ βοᾷ καὶ ὁ Προφήτης λέγων· «Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.» Καὶ πάλιν· «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.» Εἰ δὲ καταφυγὴ ἡμῶν ἐστιν, μνησθῶμεν ὅτι λέγει· «Ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε καὶ δοξάσεις με.» Μάθωμεν οὖν ὅτι στηκούσης τῆς ἡμέρας τῆς θλίψεως, ἐπικαλεῖσθαι δεῖ ἀδιαλείπτως τὸν ἐλεήμονα Θεόν. Ἐπικαλούμενοι δὲ τὸ ὄνομα τοῦ Θεοῦ, μὴ ἐπαρθῶμεν τῷ λογισμῷ. Ἐὰν μὴ γὰρ ᾖ τις ἄφρων, ἐκδικούμενος ὑπό τινος οὐκ ἐπαίρεται. Οἱ οὖν χρῄζοντες τοῦ Θεοῦ, μὴ ἐπαρθῶμεν τῷ λογισμῷ, ἀλλ’ ἐπικαλώμεθα τὸ ὄνομα αὐτοῦ εἰς βοήθειαν κατὰ τῶν ἐναντίων. Καὶ ἐὰν μὴ παραφρονῶμεν, οὐκ ὀφείλομεν ἐπαίρεσθαι τῷ λογισμῷ. Χρῄζοντες γὰρ ἐπικαλούμεθα, καὶ θλιβόμενοι προσφεύγομεν. Ἐπὶ δὲ τούτοις πᾶσι μανθάνομεν ὅτι τὸ ἀδιαλείπτως ὀνομάζειν τὸν Θεόν, φάρμακόν ἐστιν ἀναιρετικόν, οὐ μόνον ὅλων τῶν παθῶν, ἀλλὰ καὶ αὐτῆς τῆς πράξεως.

Καθὼς γὰρ ὑποβάλλει ὁ ἰατρὸς τὸ φάρμακον ἢ τὸ ἔμπλαστρον ἐπάνω τοῦ τραύματος τοῦ πάσχοντος, καὶ ἐνεργεῖ μὴ εἰδότος τοῦ ἀρρωστοῦντος τὸ πῶς, οὕτω καὶ τὸ ὄνομα τοῦ Θεοῦ ὀνομαζόμενον ἀναιρεῖ, καὶ ἡμῶν μὴ εἰδότων τὸ πῶς, πάντα τὰ πάθη.

Ἐρώτησις· Ὅτε δοκεῖ ἡσυχάζειν ὁ λογισμὸς καὶ ἄθλιπτος εἶναι, ἆρα οὐκ ἔστι καλὸν καὶ τότε ἀδολεσχεῖν ἐν τῇ ἐπικλήσει τοῦ ὀνόματος τοῦ Δεσπότου Χριστοῦ; Ἐπειδὴ ὑποτίθεταί μοι ὁ λογισμὸς ὅτι νῦν ἀφ’ οὗ εἰρηνεύομεν, οὐ χρεία ἐστὶ τούτου.

Ἀπόκρισις· Οὐκ ὀφείλομεν ἔχειν ταύτην τὴν εἰρήνην, ἐὰν ἔχωμεν ἑαυτοὺς ἁμαρτωλούς. Φησὶ γάρ· «Οὐκ ἔστι εἰρήνη τοῖς ἁμαρτωλοῖς, λέγει Κύριος.» Εἰ οὖν οὐκ ἔστιν εἰρήνη τοῖς ἁμαρτωλοῖς, αὕτη ποία εἰρήνη ἐστί; Φοβηθῶμεν, ὅτι γέγραπται· «Ὅταν λέγωσιν εἰρήνην καὶ ἀσφάλειαν, αἰφνίδιος ἐφίσταται αὐτοῖς ὄλεθρος, ὥσπερ ἡ ὠδὶς τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφεύξωνται.» Ἔνι δὲ ὅτε καὶ κατὰ πανουργίαν ποιοῦσιν οἱ ἐχθροὶ τῷ ἡσυχάσαι τὴν καρδίαν μικρόν, ὥστε μὴ ἐπικαλέσασθαι τὸ ὄνομα τοῦ Θεοῦ.

Οὐκ ἀγνοοῦσι γὰρ ὅτι ἐκνευρίζονται ἀπὸ τῆς ἐπικλήσεως αὐτοῦ. Εἰδότες οὖν μὴ παυσώμεθα ἐπικαλούμενοι τὸ ὄνομα τοῦ Θεοῦ εἰς βοήθειαν, αὕτη γὰρ εὐχή ἐστιν, καί φησιν· «Ἀδιαλείπτως προσεύχεσθε», τὸ δὲ ἀδιαλείπτως πέρας ἢ μέτρον οὐκ ἔχει.

Ἐρώτησις· Ὅταν ἐπαινῶσί με οἱ ἄνθρωποι ἢ ὁ λογισμὸς ἐν τῇ καρδίᾳ, καὶ ὁρῶ ἐμαυτὸν βαρούμενον ἐξ αὐτοῦ, τί ὀφείλω εἰπεῖν πρὸς αὐτόν; Ἀπόκρισις· Ὅταν ἐπαινῇ σε ὁ λογισμὸς καὶ οὐ δύνῃ ἀβλαβῶς παρελθεῖν αὐτόν, σπούδασον τοῦ ἐπικαλέσασθαι τὸ ὄνομα τοῦ Θεοῦ καὶ εἰπὲ αὐτῷ· Γέγραπται· «Λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ὁδῶν ὑμῶν συνταράσσουσιν.» Ὅτι δὲ ὁ ἔπαινος οὗτος, ἄδελφε, οὐδέν ἐστιν ἀλλ’ ἀπάτη, βοᾷ ὁ Προφήτης ὅτι «Πᾶς ἄνθρωπος χόρτος καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου.» Καὶ ὅτι ὁ δεχόμενος ἔπαινον ἀνθρώπων οὐκ ὠφελεῖται, φησὶν αὐτὸς ὁ Δεσπότης· «Πῶς δύνασθε πιστεύειν εἰς ἐμέ, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες;» Εἴ τι δὲ κατὰ Θεὸν γίνεται, ὀφείλομεν μνημονεύειν ὅτι «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» Καὶ γὰρ καὶ ὁ Ἀπόστολος φθάσας εἰς μεγάλα μέτρα εἰς ἑαυτὸν οὐκ ἐκαυχᾶτο, ἀλλ’ ἐβόα, λέγων· «Χάριτι Κυρίου εἰμὶ ὅ εἰμι.» Αὐτῷ γὰρ ἀληθῶς ἡ δόξα ἐν πᾶσι καὶ ἡ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις· Ἐὰν οὖν ψάλλω ἢ προσεύχομαι ἢ ἀναγινώσκω καὶ ἀνακύψῃ ἄτοπος λογισμός, κατανοήσω αὐτὸν καὶ διακόψω τὴν ψαλμῳδίαν ἢ τὴν προσευχὴν ἢ τὴν ἀνάγνωσιν, ἵνα διὰ τῶν τοιούτων λογισμῶν ἀντιπράξω αὐτῷ;

Ἀπόκρισις· Καταφρόνησον αὐτοῦ καὶ πρόσεχε μετὰ ἀκριβείας τῇ ψαλμῳδίᾳ καὶ τῇ προσευχῇ καὶ τῇ ἀναγνώσει, τοῦ δύνασθαι δύναμιν λαβεῖν ἀπὸ τῶν λεγομένων. Ἐὰν γὰρ ἀνασχώμεθα σχολάζειν τοῖς λογισμοῖς τοῦ ἐχθροῦ, οὐδέποτε ἔχομέν τι ἀγαθὸν πρᾶξαι, ὅπερ ἐκεῖνος πραγματεύεται. Καὶ ὅταν δὲ βλέπῃς τὴν ἀπ’ αὐτῶν συνοχὴν τοιαύτην οὖσαν, ὥστε καὶ παρεμποδίσαι τῇ ψαλμῳδίᾳ ἢ τῇ προσευχῇ ἢ τῇ ἀναγνώσει, μηδὲ οὕτως ἀντιφιλονεικήσῃς αὐτοῖς, οὐκ ἔστι γὰρ τοῦτο τῆς σῆς δυνάμεως. Ἀλλὰ σπούδασον τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἔρχεται εἰς τὴν σὴν βοήθειαν καὶ καταργεῖ τὰ μηχανήματα τῶν ἐχθρῶν. Αὐτοῦ γὰρ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις· Πῶς τις κτᾶται κατάνυξιν ἐν προσευχῇ καὶ ἀναγνώσει καὶ ψαλμῳδίᾳ; Ἀπόκρισις· Ἡ κατάνυξις ἀπὸ τοῦ ἐνδελεχισμοῦ τῆς ὑπομνήσεως ἔρχεται τῷ ἀνθρώπῳ. Ὅτε οὖν προσεύχεταί τις ὀφείλει προσευχόμενος ἀγαγεῖν τὰς πράξεις αὐτοῦ εἰς τὴν ἰδίαν μνήμην, καὶ πῶς κρίνονται οἱ τὰ τοιαῦτα πράττοντες, καὶ τὴν φωνὴν τὴν φοβερὰν ὅτι «Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον» καὶ τὰ ἑξῆς. Μνήμην δὲ ἁμαρτιῶν λέγω, οὐχὶ μιᾶς καὶ ἑκάστης, μήποτε καὶ διὰ παρενθέτου εἰσενέγκῃ ὁ ὑπεναντίος ἄλλην αἰχμαλωσίαν, ἀλλὰ τὸ μνησθῆναι μόνον ὅτι κατάχρεοί ἐσμεν ἁμαρτιῶν.