Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Νοερά προσευχή, ψαλμωδία και αντιμετώπιση του μετεωρισμού του νου

Διδασκαλία περί αδιάλειπτης προσευχής, της σημασίας του σημείου του σταυρού, του αγώνα ενάντια στη διάσπαση της προσοχής και της ατάραχης αντιμετώπισης των πονηρών λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 14 από 22

Καὶ μετὰ ταῦτα ἐὰν ἐμμείνῃ ἡ σκληρότης μὴ ἐνδώσῃς, γίνεται γὰρ πολλάκις παρὰ τοῦ Θεοῦ ἡ ἀνοχὴ εἰς δοκιμασίαν ἀνθρώπου, εἰ ὑπομείνῃ. Καὶ περὶ τῆς ἀναγνώσεως καὶ τῆς ψαλμῳδίας τὸ γρηγορῆσαι τὸν νοῦν αὐτοῦ εἰς τὰ ὑπ’ αὐτοῦ λεγόμενα καὶ ἀναλαβεῖν εἰς τὴν ἑαυτοῦ ψυχὴν τὴν δύναμιν τὴν ἐν αὐτοῖς ἐγκειμένην. Ἐὰν μὲν περὶ ἀγαθῶν, ἵνα ζηλώσῃ εἰς τὸ ἀγαθόν, ἐὰν δὲ περὶ ἀνταποδόσεως κακῶν, ἵνα φύγῃ τὴν προσδοκωμένην ἀπειλὴν τοῖς τὰ κακὰ πράττουσι. Καὶ ἐμμένων ἐν ταῖς αὐτῶν ὑπομνήσεσι, μὴ ἐνδώσῃ ἐπιμενούσης τῆς σκληρότητος.

Ἐλεήμων γάρ ἐστι καὶ μακρόθυμος ὁ Θεός, προσδεχόμενος ἡμῶν τὴν σπουδήν. Μνημόνευε δὲ ἀεὶ τοῦ λέγοντος Ψαλμῳδοῦ ὅτι «Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι» καὶ τῆς ἑξῆς. Ἀδολεσχῶν δὲ ἐν τούτοις ἔλπισον ὅτι προκαταλαμβάνει τὰ ἐλέη τοῦ Θεοῦ διὰ τάχους.

Ἐρώτησις· Ὅτε ζητῶ μετὰ ἀκριβείας προσέχειν τῇ δυνάμει τῶν ῥημάτων τοῦ Ψαλμῳδοῦ, συμβαίνει πολλάκις ἐξ αὐτῶν γενέσθαι μοι πονηροὺς λογισμούς. Ἀπόκρισις· Ἐὰν ἴδῃς ὅτι ἀπ’ αὐτῶν τῶν ῥημάτων τῆς ψαλμῳδίας ἐμηχανήσατο ὁ ἐχθρὸς παρασχεῖν σοι πόλεμον, οὐ χρὴ μετὰ ἀκριβείας καταλαβεῖν τὴν δύναμιν τῶν λεγομένων, ἀλλὰ νηφόντως καὶ ἀρεμβάστως αὐτὰ ψάλλειν. Κἂν γὰρ αὐτὰ λέγῃς μόνον, οἱ ἐχθροὶ τὴν δύναμιν αὐτῶν ἴσασι καὶ οὐ δύνανταί σοι ἀντιστῆναι. Καὶ γίνεταί σοι ἡ ψαλμῳδία ἀντὶ ἱκεσίας πρὸς τὸν Θεὸν καὶ εἰς κατάργημα τῶν ἐχθρῶν.

Ἐρώτησις· Ἐὰν ἐν τῇ ψαλμῳδίᾳ εἰμὶ ἢ μετὰ ἀνθρώπων καὶ θλίβωμαι ἐν τῷ λογισμῷ καὶ ὀνομάσω τὸν Θεὸν ἐν τῇ καρδίᾳ, μὴ δυνάμενος ἐν τῷ στόματι, ἢ καὶ μνησθῶ αὐτοῦ μόνον, ἆρα οὐκ ἐξαρκεῖ μοι τοῦτο εἰς βοήθειαν;

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν στήκοντός σου ἐν τῷ χορῷ τῆς ψαλμῳδίας ἢ μετὰ ἀνθρώπων, ἔλθῃ σοι ὀνομάσαι τὸν Θεόν, μὴ νομίσῃς ὅτι ἐὰν μὴ εἴπῃς στόματι, οὐκ ὀνομάζεις αὐτόν, ἀλλὰ μνῄσκου ὅτι καρδιογνώστης ἐστὶ καὶ εἰς καρδίαν προσέχει. Καὶ ὀνόμασον αὐτὸν ἐν τῇ καρδίᾳ σου. Τοῦτο γάρ ἐστιν ὃ εἶπεν ἡ Γραφή· «Κλεῖσον τὴν θύραν σου καὶ πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ.» Ἵνα κλείσωμεν τὸ στόμα καὶ ἐν τῇ καρδίᾳ προσευξώμεθα αὐτῷ. Ὁ κλείων οὖν τὸ στόμα καὶ ὀνομάζων τὸν Θεὸν ἢ προσευχόμενος αὐτῷ ἐν τῇ καρδίᾳ αὑτοῦ, τὴν τοῦτο λέγουσαν Γραφὴν πληροῖ. Ἐὰν δὲ καὶ μὴ ὀνομάσῃς ἐν τῇ καρδίᾳ σου, μνησθῇς δὲ μόνον αὐτοῦ ἐν αὐτῇ, τοῦτο μᾶλλον ὀξύτερόν ἐστι τοῦ ὀνομάσαι καὶ ἀρκεῖ σοι πρὸς βοήθειαν.

Ἐρώτησις· Ἆρα οὖν καλόν ἐστι τό τινα ἐν τῇ καρδίᾳ αὑτοῦ διὰ παντὸς μελετᾶν ἢ προσεύχεσθαι, μὴ συνεργούσης ὅλως τῆς αὐτοῦ γλώττης; Ὅτε δὲ συμβαίνει μοι τοῦτο, βυθίζεται ὁ λογισμός μου, καὶ αἰσθάνομαι βαρέως καὶ δοκῶ βλέπειν ὡς πράγματα καὶ φαντασίας, καὶ ὡς ἐν ὀνείροις διάγω.

Ἀπόκρισις· Τοῦτο τῶν τελείων ἐστὶ τῶν δυναμένων κυβερνᾶν τὸν νοῦν καὶ εἰς τὸν φόβον τοῦ Θεοῦ ἔχειν, τοῦ μὴ πλαγιάσαι καὶ βυθισθῆναι εἰς μετεωρισμὸν βαθύτατον ἢ φαντασίας. Ὁ δὲ μὴ δυνάμενος ἔχειν διὰ παντὸς τὴν κατὰ Θεὸν νῆψιν, ἁρπάζει καὶ παραδώσει τὴν μελέτην καὶ τῇ γλώττῃ.

Καὶ γὰρ οἱ κολυμβῶντες εἰς τὴν θάλασσαν, οἱ μὲν τεχνῖται αὐτῶν θαρροῦντες ῥίπτουσιν ἑαυτοὺς εἰς αὐτήν, εἰδότες ὅτι τοὺς ἐπισταμένους καλῶς τὴν τέχνην βυθίσαι ἡ θάλασσα οὐ δύναται. Ὁ δὲ ἀρχόμενος τῆς τοιαύτης τέχνης, ὅταν αἰσθάνηται τοῦ βυθισμοῦ τῶν ὑδάτων, ἀπὸ τῆς συνοχῆς διὰ τὸ μὴ πνιγῆναι, ἁρπάζει ἑαυτὸν ἀπὸ τοῦ πελάγους εἰς τὸν αἰγιαλόν. Καὶ λαμβάνων μικρὰν ἀναψυχήν, πάλιν χαλᾷ ἑαυτὸν εἰς τὸ πέλαγος, καὶ δοκιμάζει ταῦτα ποιῶν πρὸς τὸ μαθεῖν αὐτὸν τελείως τὴν τέχνην, ἕως οὗ φθάσῃ τὸ μέτρον τῶν πρὸ αὐτοῦ ἐπισταμένων τελείως.

Ἐρώτησις· Τί ἐστιν ὃ λέγει τις τῶν Πατέρων, οὐ τὸ εἰσελθεῖν τοὺς λογισμούς ἐστι τὸ κατάκριμα, ἀλλὰ τὸ κακῶς αὐτοὺς διοικῆσαι; Ὁ δὲ ἀββᾶς Ἰωσὴφ εἶπεν ἑνὶ τῶν ἀδελφῶν· «Κόψον ταχέως τοὺς λογισμούς», ἄλλῳ δὲ εἶπεν· «Ἄφες αὐτοὺς εἰσελθεῖν, καὶ δὸς καὶ λαβὲ μετ’ αὐτῶν, καὶ γίνῃ δόκιμος.» Ἀπόκρισις·

Τὸ εἰσελθεῖν τοὺς λογισμοὺς τὸ σπαρῆναί ἐστιν καὶ οὐκ ἔστι κατάκριμα. Τὸ δὲ συγκαταθέσθαι ἐστὶ τὸ κακῶς αὐτοὺς διοικῆσαι καὶ ἔστι κατάκρισις. Ἡ διαφορὰ δὲ τοῦ ἐᾶσαι εἰσελθεῖν τοὺς λογισμοὺς καὶ τοῦ κόψαι αὐτοὺς αὕτη ἐστί· Τοῦ δυναμένου ἀντιστῆναι καὶ πολεμῆσαι καὶ μὴ ἡττηθῆναι, ἔστι τὸ ἐᾶσαι εἰσελθεῖν, τοῦ δὲ ἀσθενοῦντος καὶ μὴ δυναμένου, ἀλλὰ συγκατατιθεμένου, τοῦτ’ ἔστι τὸ κόψαι διὰ τοῦ φυγεῖν πρὸς τὸν Θεόν.

Ἐρώτησις· Ὅταν εὑρεθῶ ἐν τόπῳ ἔνθα εἰσὶ λείψανα ἁγίων μαρτύρων, ὀχλεῖταί μου ὁ λογισμὸς ὥστε πολλάκις ἀπιέναι καὶ προσκυνεῖν αὐτά. Καὶ ὁσάκις ἐὰν παρέλθω δι’ αὐτῶν, ὑποβάλλει μοι τὴν κεφαλὴν κλῖναι. Ἆρα δεῖ οὕτως ποιεῖν;

Ἀπόκρισις· Οὐ χρὴ οὕτω ποιεῖν, ἀλλ’ ἐὰν ἅπαξ προσκυνήσῃς, ἀρκεῖ σοι τοῦτο. Μὴ οὖν ἀνάσχῃ αὐτοῦ. Καὶ μάλιστα ὅταν ἔτυχες χωρὶς ὀχλήσεως, ἰδίᾳ προαιρέσει τρίτον προσκυνήσας. Ἠκούσαμεν γὰρ ὅτι τὰ μετὰ ταραχῆς καὶ λύπης καὶ τὰ περισσὰ ταῦτα ὅλα, τῶν δαιμόνων ἐστίν. Καὶ τὸ κλίνειν δὲ τὴν κεφαλὴν ὁμοίως ἅπαξ ἀρκεῖ, ἢ ὅτε πολὺ ἕως τρίτου, καὶ τοῦτο χωρὶς ἀνάγκης ὑποβαλλομένης τῷ λογισμῷ.

Ἐρώτησις· Ἔστιν ὅτε ὑποβάλλει μοι δειλίαν, ἵνα προφάσει αὐτῆς εἰσέρχωμαι εὔξασθαι; Ἀπόκρισις· Προφάσει τῆς δειλίας μὴ εἰσέλθῃς, ἀλλ’ εὐκαίρως εἰσέρχου προφάσει τῆς εὐχῆς τοῦ παρακαλέσαι τὸν Θεὸν καὶ τοὺς ἁγίους περὶ τῆς ἑαυτοῦ σωτηρίας.

Ἐρώτησις· Εἶπάς μοι διὰ τὴν δειλίαν μὴ εἰσιέναι. Καὶ ὅτε θέλω εἰσελθεῖν καὶ εὔξασθαι περὶ τῆς ἐμῆς σωτηρίας, ὑποβάλλει μοι τὴν δειλίαν, ἵνα κωλύσω τὴν εὐχήν, διὰ τὸ παραγγελθῆναί με παρ’ ὑμῶν προφάσει τῆς δειλίας μὴ εἰσελθεῖν.

Ἀπόκρισις· Μηδὲ οὕτως ἀνάσχῃ αὐτοῦ, ἀλλ’ εἴσελθε καὶ εὖξαι. Τὴν γὰρ δειλίαν μηδὲν ὅλως λογίζου, μήτε πρὸς τὴν εὐχήν σε κινοῦσαν, μήτε τῆς εὐχῆς ἀποτρέπουσαν, ἀλλὰ πάντα πράττε ἐν καιρῷ καὶ ἐν φόβῳ Θεοῦ.

Ἐρώτησις· Καὶ περὶ τοῦ πολλάκις κατασφραγίζεσθαι ἐνοχλεῖ μοι, εἴτε ἐν νυκτὶ εἴτε ἐν ἡμέρᾳ. Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν νήφωμεν, καὶ τὸ ἅπαξ κατασφραγίσασθαι εἴτε ἐν νυκτὶ εἴτε ἐν ἡμέρᾳ ἀρκεῖ ἡμῖν πρὸς φυλακὴν καὶ σωτηρίαν.

Ἐὰν γὰρ πιστεύσωμεν ὅτι στήκει ἀκριβῶς ἡ πρώτη σφραγίς, οὐ χρεία τῆς δευτέρας. Τὸ γὰρ ζητεῖν δευτέραν σημαίνει ὅτι οὐκ ἔχομεν στήκουσαν τὴν πρώτην. Καὶ ἀπὸ τῶν τοῦ κόσμου πραγμάτων ἔνι τοῦτο θεωρῆσαι· Ἐὰν γὰρ σφραγίσῃ τις θησαυρὸν καὶ στήκει ἡ πρώτη σφραγίς, οὐ χρείαν ἔχει ἄλλης σφραγῖδος. Ἀλλὰ τοῦτο πράττουσιν οἱ δαίμονες ἵνα εἰς ἀκηδίαν καὶ εἰς ὀλιγωρίαν ἄξωσιν ἡμᾶς, τοῦ μὴ ὅλως μετὰ νήψεως, κἂν ἅπαξ καθαρῶς ποιῆσαί τι. Διὰ τοῦτο ὀλίγον κατὰ φόβον Θεοῦ ποιήσωμεν καὶ συμφέρει ἢ γὰρ πολλὰ μετὰ ταραχῆς τῶν ἐχθρῶν, φησὶ γάρ· «Κρεῖσσον ὀλίγον τῷ δικαίῳ.» Ταῦτα δὲ λέγω, ὅταν τὴν μετὰ νήψεως ὄχλησιν ὑποβάλλωσιν, ἐπείγοντες ἡμᾶς ποιῆσαί τι ἀκαίρως. Ἐπεὶ ὅταν βλέπωμεν τὸν λογισμὸν μετὰ χαρᾶς κατασφραγίζοντα, οὔτε κατὰ δειλίαν οὔτε κατά τινα ὄχλησιν, χρησώμεθα τοῦτο κατὰ τὸ ἐνδεχόμενον ἐν φόβῳ Θεοῦ, τὸ γὰρ κατὰ προαίρεσιν γινόμενον ἀρέσκει μᾶλλον τῷ Θεῷ.

Ἐρώτησις· Ἐὰν κατασφραγίσωμαι τῇ ἀριστερᾷ χειρὶ ἐν ᾧ μὴ δύναμαι τοῦτο ποιεῖν ἐν τῇ δεξιᾷ, μὴ ἄτοπόν ἐστιν; Ἀπόκρισις· Ἐγὼ τέως ὅταν θέλω σφραγίσαι τὴν δεξιάν μου, τῇ ἀριστερᾷ τοῦτο ποιῶ. Ἐρώτησις· Ὅτε προσεύχομαι περὶ πολλῶν κεφαλαίων, ἆρα ὀφείλω μνημονεύειν ἑκάστου κεφαλαίου ἐν τῇ προσευχῇ;

Ἀπόκρισις· Ἐὰν περὶ πολλῶν κεφαλαίων θέλῃς εὔξασθαι, ἀφ’ οὗ οἶδεν ὁ Θεὸς τίνων χρῄζομεν, προσεύχου λέγων· Δέσποτα Ἰησοῦ Χριστέ, ὁδήγησόν με κατὰ τὸ θέλημά σου. Ἐὰν δὲ περὶ παθῶν, λέγε· Ἴασαί με κατὰ τὸ θέλημά σου.

Ἐὰν δὲ περὶ πειρασμῶν, λέγε· Σὺ οἶδας τὸ συμφέρον, βοήθησόν μου τῇ ἀσθενείᾳ, καὶ δὸς κατὰ τὸ θέλημά σου ἔκβασιν τῷ πειρασμῷ. Ἐρώτησις· Ἐὰν βραδύνω ἐν τῇ προσευχῇ, ἆρα τὰ αὐτὰ ῥήματα ὀφείλω ἐπιμεῖναι λέγων;

Ἀπόκρισις· Οὐ πάντως, ἀλλὰ τὴν δύναμιν αὐτῶν. Τοῦτο δὲ μόνον χρὴ παραφυλάττειν, ὥστε τῷ θελήματι τοῦ Θεοῦ τοῦ πάντα διδόναι δυναμένου. Ἵνα σκοπός ἐστι τῆς προσευχῆς τὸ κατὰ τὸ θέλημα τοῦ Θεοῦ γενέσθαι τὸ αἰτούμενον.

Ἐρώτησις· Ἐάν τις θέλων εὐσεβῶς διοικῆσαι πράγματα, ἤγουν ταῦτα παραπέμψαι τινὶ κατὰ τὸ ἀρέσκον Θεῷ, καὶ ἀγνοεῖ τὸ πῶς ὀφείλει χρήσασθαι, καὶ οὐχ εὑρίσκει παρὰ Πατέρων ὁδηγηθῆναι, τί ὀφείλει προσευχόμενος λέγειν;

Ἀπόκρισις· Οὕτω προσευχέσθω· Κύριε, εἰς τὰς χεῖράς σού εἰμι, σὺ γινώσκεις τὸ συμφέρον, ὁδήγησόν με κατὰ τὸ θέλημά σου, καὶ μὴ ἐάσῃς με πλανηθῆναι τοῦ ἐλθεῖν εἰς κατάχρησιν πράγματος, σὰ γάρ ἐστι τὰ πράγματα, καὶ σὺ αὐτῶν καὶ ἡμῶν δεσπόζεις. Ὡς δεσπότης οἰκονόμησον γενέσθαι ἐν τῷ φόβῳ σου, ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Ἐρώτησις· Ὅτε κάθημαι εἴτε ἀναγινώσκων εἴτε ἐργόχειρον ποιῶν καὶ θέλω προσεύχεσθαι, διακρίνω καθήμενος τί ποιῆσαι. Τὸ αὐτὸ πάσχω κἂν ἔχω τὴν κεφαλὴν ἐσκεπασμένην. Καὶ ὅτε δὲ περιπατῶ καὶ θέλω προσεύξασθαι, ἀπαιτεῖ με ὁ λογισμὸς προσέχειν εἰς ἀνατολάς. Πῶς χρὴ Πάτερ ποιεῖν;

Ἀπόκρισις· Εἴτε κάθῃ, εἴτε περιπατεῖς, εἴτε ἐργάζῃ, εἴτε ἐσθίεις, εἴτε τι ἕτερον ποιεῖς, εἴτε αὐτὴν τὴν χρείαν τοῦ σώματος, κἂν πρὸς ἀνατολὰς κἂν πρὸς δύσιν ἔτυχες ἀποβλέπων, μὴ διακριθῇς προσεύχεσθαι, τὸ γὰρ ἀδιαλείπτως τοῦτο ποιεῖν καὶ ἐν παντὶ τόπῳ τοῦτο ποιεῖν ἐνετάλθημεν. Καὶ πάλιν γέγραπται· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν·

Κύριος ὄνομα αὐτῷ», ὅπερ δείκνυσι πανταχοῦ εἶναι τὸν Θεόν. Καὶ ὅτε δὲ τὴν κεφαλὴν ἔχεις ἐσκεπασμένην, μὴ παραιτήσῃ τὴν εὐχήν, ἐκεῖνο μόνον παραφυλαττόμενος τοῦ μὴ ἐν καταφρονήσει τοῦτο ποιεῖν. Ἐρώτησις· Λέγει μοι ὁ λογισμὸς ὅτι Εἰς πάντα ἁμαρτάνεις καὶ ὀφείλεις ἐν ἑκάστῳ λόγῳ καὶ ἔργῳ καὶ ἐνθυμήσει λέγειν ὅτι Ἥμαρτον. Ἐὰν γὰρ μὴ ὁμολογήσῃς τὸ ἁμάρτημα, ἔχεις ἑαυτὸν μὴ ἁμαρτήσαντα. Καὶ πάνυ θλίβομαι ἐξ ἀμφοτέρων, οὔτε γὰρ ἐξαρκῶ λέγειν τοῦτο ἐν ἑκάστῳ, κἂν μὴ εἴπω, δοκῶ μὴ ἡμαρτηκέναι.

Ἀπόκρισις Βαρσανουφίου· Ὀφείλομεν πάντοτε πληροφορίαν ἔχειν ὅτι εἰς πάντα ἁμαρτάνομεν καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ καὶ ἐν ἐνθυμήσει, τὸ δὲ ἐν ἑκάστῳ λέγειν ὅτι «Ἥμαρτον» οὐ δυνάμεθα, ἀλλ’ αὕτη τῶν δαιμόνων ἐστὶν ἡ ἐνέργεια, βουλομένων ἡμᾶς εἰς ἀκηδίαν ἐμβαλεῖν. Ὁμοίως δὲ καὶ διὰ τὸ μὴ λέγειν περὶ ἑκάστου διακεῖσθαι ὅτι οὐχ ἡμάρτομεν. Ἀλλὰ μνημονεύσωμεν τοῦ Ἐκκλησιαστοῦ λέγοντος· «Καιρὸς τοῦ λαλῆσαι καὶ καιρὸς τοῦ σιωπῆσαι», καὶ κατὰ πρωῒ ὑπὲρ τῆς νυκτός, καὶ καθ’ ἑσπέραν ὑπὲρ τῆς ἡμέρας, εἴπωμεν ἐν προσευχῇ μετὰ κατανύξεως τῷ Δεσπότῃ Θεῷ ὅτι «Δέσποτα, πάντα συγχώρησόν μοι διὰ τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.» Καὶ ἐξαρκεῖ σοι τοῦτο. Ὥσπερ γὰρ ἐὰν ἔχῃ τις συναλλάκτην καὶ λαμβάνῃ παρ’ αὐτοῦ διαφόρως, καὶ οὐ δύναται καθάπαξ ποιεῖν πρὸς αὐτὸν λόγον καὶ οὕτω πληροῖ, οὕτως καὶ ἐνταῦθα.

Ἐρώτησις· Ἐπειδὴ συμβαίνει με ὅτε στιχολογῶ τοὺς Ψαλμοὺς ῥέμβεσθαι ἢ πλανᾶσθαι, τί ποιήσω; Ἀπόκρισις· Ἐὰν πλανηθῇς, ἀνάλαβε ἀφ’ οὗ καταλαμβάνεις ῥητοῦ τοῦ προκειμένου ψαλμοῦ. Καὶ ἐὰν ἅπαξ καὶ δὶς καὶ τρὶς ἀναλαβὼν οὐχ εὑρίσκῃς μνημονεῦσαί τινος ῥητοῦ, ἢ μνημονεύσας οὐχ εὑρίσκῃς εἰς τὰ ἔμπροσθεν προβῆναι, ἀνάλαβε ἐκ τῆς ἀρχῆς τοῦ αὐτοῦ ψαλμοῦ. Εἰ δὲ ἔτυχε τὸ πολυμερὲς αὐτοῦ παρελθὼν διὰ τὸ μὴ ἐμποδισθῆναι ἢ καὶ ἀκηδιάσαι, τότε ψάλλε ἐκ τοῦ ἑπομένου ψαλμοῦ, σκοπὸς γὰρ τῷ ἐχθρῷ διὰ τῆς λήθης ἐμποδίσαι τῇ δοξολογίᾳ. Τὸ δὲ εἰπεῖν ἐκ τῶν ἑξῆς δοξολογία ἐστί, τὸ δὲ μὴ ῥέμβεσθαί ἐστι τῶν ἐχόντων καθαρὰ τὰ αἰσθήρια, ἡμεῖς δὲ ἀσθενεῖς ἐσμεν. Ὅταν δὲ λαμβάνωμεν αἴσθησιν τοῦ ῥεμβασμοῦ, νήψωμεν τοῦ ἔκτοτε κατανοεῖν τὰ λεγόμενα, ἵνα μὴ γένωνται εἰς τὴν ἡμῶν κατάκρισιν.

Ἐρώτησις· Ἐὰν δὲ εἰς τὴν προσευχὴν ῥεμφθῶ, τί δεῖ ποιῆσαι; Ἀπόκρισις· Ἐὰν προσεύχῃ τῷ Θεῷ καὶ ῥεμφθῇς, ἀγώνισαι ἕως οὗ ἀρεμβάστως εὔξῃ, καὶ γρηγόρησόν σου τὸν νοῦν τοῦ μὴ μετεωρισθῆναι. Ἐὰν δὲ τοῦτο, ὅτι ἀσθενεῖς ἐσμεν, ἐπιμείνῃ, κἂν εἰς τὰ ἔσχατα τῆς εὐχῆς νύξον σου τὴν καρδίαν καὶ εἰπὲ μετὰ κατανύξεως· Κύριε, ἐλέησόν με καὶ συγχώρησόν μοι πάντα τὰ πλημμελήματά μου. Καὶ λαμβάνεις συγχώρησιν μετὰ ὅλων τῶν πλημμελημάτων καὶ τοῦ ῥεμβασμοῦ τοῦ γενομένου εἰς τὴν εὐχήν.

Ἐρώτησις· Ὅτε στιχολογεῖ ἀδελφὸς ἐν τῇ ψαλμῳδίᾳ, ποτὲ μὲν εἰρηνεύει μου ὁ λογισμός, ποτὲ δὲ ῥέμβεται, τί οὖν ὀφείλω ποιεῖν; Ἀπόκρισις· Ὅτε εἰρηνεύει ὁ λογισμός σου καὶ βλέπεις ἑαυτὸν λαμβάνοντα κατάνυξιν ἀπὸ στιχολογίας τοῦ ἀδελφοῦ, χρῆσαι τούτῳ τῷ πράγματι. Ἐὰν δὲ ἴδῃς ὅτι αἰχμαλωτίζεται ὁ νοῦς εἰς ἄλλας ἐνθυμήσεις, νύξον αὐτὸν τοῦ προσέχειν τῇ δοξολογίᾳ τοῦ ἀδελφοῦ.

Ἐρώτησις· Ἀλλὰ συμβαίνει ἐκ τοῦ θέλειν με κατανοῆσαι τὰ ὑπὸ τοῦ ἀδελφοῦ λεγόμενα γενέσθαι μοι πόλεμον εἰς αὐτόν. Ἀπόκρισις· Καὶ αὕτη αἰχμαλωσία ἐστί, μετοικίζει γὰρ ὁ ἐχθρὸς τὸν νοῦν ἀπὸ τόπου εἰς τόπον. Ἀλλὰ πάλιν νύξον σεαυτὸν ὅτε βλέπεις ἐλθόντα τὸν πόλεμον καὶ εἰπὲ τῷ νῷ μετὰ ἐπιτιμίας· Ποῦ ὑπάγεις ταλαίπωρε; Μνήσθητι τῶν μελλουσῶν σε βασάνων, ὅτι ταύτας ὑφίστανται οἱ ταῦτα πράττοντες ἢ ἐνθυμούμενοι. Οὐκ ἀκαίρως γὰρ προσέφερεν Ἰὼβ ὑπὲρ τῶν τέκνων, λέγων· «Μήποτε ἐνενόησάν τι πονηρὸν ἐν ταῖς καρδίαις αὐτῶν πρὸς τὸν Θεόν.» Καὶ ταῦτα λέγων, θὲς τὸν νοῦν σου εἰς τὴν στιχολογίαν. Ἐὰν δὲ ἴδῃς πάλιν, ἐπιτίμησον αὐτόν, καὶ τοῦτο ἔστω σοι ἕως τρίτου. Κἂν ἐπιμείνῃ, τότε ἀπόστησον αὐτὸν καὶ μὴ ἐάσῃς αὐτὸν ἀργόν, ἀλλὰ λογίζου τὴν κρίσιν καὶ τὰς αἰωνίους κολάσεις. Καὶ προσεύχου τὸ ἅγιον ὄνομα τοῦ Θεοῦ, λέγων τὸ Κύριε Ἰησοῦ Χριστέ, ἐλέησόν με.

Ἐρώτησις· Ἐὰν ἱστάμενός τις ἐν ψαλμῳδίᾳ μετὰ τῶν ἀδελφῶν, οὐκ οἶδε τοὺς ψαλμοὺς μετ’ αὐτῶν εἰπεῖν, τί συμφέρει; Ἀκούειν αὐτῶν ἢ ψάλλειν ἐξ ὧν οἶδεν; Ἀπόκρισις· Ἐὰν μὴ οἶδε τοὺς ψαλμοὺς οὓς ἀντιφωνοῦσιν, ἀντὶ τοῦ ἀκούειν αὐτῶν συμφέρει μᾶλλον ἵνα ψάλλῃ ἐξ ὧν οἶδεν, τὸ γὰρ ἀκοῦσαι ἔχει μετεωρισμόν.

Ἐρώτησις· Ἐπειδὴ ὅτε ἐπέρχεταί μοι λογισμὸς πονηρός, ἅμα τῷ αἰσθανθῆναι αὐτοῦ κινεῖται καὶ ἀποπηδᾷ ἡ καρδία μου, φοβουμένη ἵνα μὴ διὰ τὴν ἀσθένειαν κατακυριευθῇ ὑπ’ αὐτοῦ. Καὶ ὅτε τοῦτο ποιῶ, πολλοῦ βάρους αἰσθάνομαι ἐν τῇ ψυχῇ καὶ θλίβομαι. Καταξίωσον εἰπεῖν μοι Πάτερ, τί δεῖ με ποιεῖν ἐν τῇ ἀναιδείᾳ τοῦ πονηροῦ λογισμοῦ καὶ πῶς ἀπελαύνεται.

Ἀπόκρισις· Ἡ κίνησίς ἐστι τὸ μὴ πεισθῆναι μηδὲ συγκαταθέσθαι τῷ πονηρῷ λογισμῷ, ἀλλὰ προστρέχειν τῷ Θεῷ ἀταράχως. Καὶ μὴ εἴπῃς· Ἵνα μὴ προλάβῃ με θορυβοῦμαι. Ἐκ τοῦ γὰρ ὑποδείγματος τούτου μάθε τὴν δύναμιν· Ἐάν τις ἐναγάγῃ πρός τινα περὶ πράγματος καὶ μάθῃ ὁ ἐναγόμενος ὅτι οὐ δύναται πρὸς αὐτὸν ἀπαντῆσαι, φέρει τὰ δεύτερα.

Ἐὰν δὲ ἔχῃ γεοῦχον ἰσχυρόν, μετὰ θάρρους προσέρχεται αὐτῷ, ἵνα ἐκδικήσῃ αὐτόν, καὶ οὐ ταράττεται, τὴν πεποίθησιν ἔχων εἰς αὐτόν. Καὶ πάλιν, ἐὰν προληφθῇ τίς ποτε ἐν τῇ ὁδῷ πεσεῖν εἰς χεῖρας λῃστοῦ, ἂν χρονίσῃ ἀντιμαχόμενος καὶ μὴ ἐάσῃ αὐτὸν λαβεῖν παρ’ αὐτοῦ τίποτε, ἰδοὺ καλῶς. Ἐὰν δὲ καὶ λάβῃ, γνωρίσῃ μόνον τὸν λῃστὴν καὶ τὸν τόπον αὐτοῦ, καὶ δράμῃ πρὸς τὸν ἄρχοντα, καὶ αὐτὸς τὴν ἐκδίκησιν ποιεῖ. Καὶ οὐ μόνον τὰ παρ’ αὐτοῦ ληφθέντα αὐτὸν ποιεῖ λαβεῖν, ἀλλὰ καὶ αὐτὸν τὸν λῃστὴν κολάζει. Ἐὰν εἰσέλθῃ οὖν ὁ λογισμός, μὴ ταραχθῇς. Ἀλλὰ κατανόησον τί θέλει πρᾶξαι καὶ ἀντίπραξον ἀταράχως, τὸν Κύριον ἐπικαλούμενος. Οὐ γὰρ τὸ εἰσελθεῖν τὸν λῃστὴν εἰς τὴν οἰκίαν ἐστὶ τὸ κακόν, ἀλλὰ τὸ λαβεῖν τὰ ἐν τῇ οἰκίᾳ. Ἐὰν δὲ ἐξέλθῃ μετὰ ἀτιμίας, αὕτη δόξα τοῦ οἰκοδεσπότου ἐστί, ἀτιμία δέ ἐστι τὸ ἐξελθεῖν αὐτὸν μηδὲν λαβόντα. Ἐὰν οὖν ἔλθῃ ὁ Κύριος εἰς τὴν γῆν τῆς Ἰουδαίας, τοῦτ’ ἔστιν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου, τότε ἐκβάλλει τὰ δαιμόνια. Αὐτῷ οὖν κράξον κατὰ τοὺς Μακεδόνας Παύλῳ· «Πάρελθε διὰ Μακεδονίας, βοήθησον ἡμῖν», καὶ κατὰ τοὺς μαθητὰς βόησον αὐτῷ· «Ἐπιστάτα σῶσον, ἀπολλύμεθα.» Καὶ ἐγείρεται καὶ ἐπιτιμᾷ τοῖς ἀνέμοις τοῖς νοητοῖς, καὶ ἡσυχάζουσιν. Αὐτοῦ γάρ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις· Ἐπειδὴ εἶπας ὅτι ἡ κίνησίς ἐστι τὸ μὴ πεισθῆναι τῷ λογισμῷ τοῦ πονηροῦ, ἀλλὰ προστρέχειν τῷ Θεῷ ἀταράχως, παρακαλῶ σε, ἔτι σαφήνισόν μοι περὶ τῆς κινήσεως. Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν ἐνάγηταί τίς ποτε ὑπό τινος καὶ ἀπέλθῃ αὐτὸς ὁ ἐναγόμενος πρὸς τὸν ἄρχοντα, κίνησις λέγεται. Λέγουσι γὰρ ἐπειδὴ ἐνῆγε κατ’ αὐτοῦ, ἐκινήθη ἀπελθεῖν πρὸς τὸν ἄρχοντα. Κἂν χρονίσωσι δικαζόμενοι μετ’ ἀλλήλων, οὐ δίδει λόγον διὰ τὸν χρόνον τῆς δίκης ὡς κινηθείς, τὰ ἔσχατα γὰρ τοῦ πράγματος καὶ τὸ τέλος τῆς ἐκβάσεως ζητεῖται. Τοῦτο γάρ ἐστι· «Καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.» Ἡ πτέρνα οὖν τέλος σημαίνει. Στερεωθῇ οὖν ἡ καρδία σου ἐν Κυρίῳ εὐχαῖς ἁγίων. Ἀμήν.

Ἀδελφὸς ἠρώτησε τὸν μέγαν Γέροντα· Ποίησον ἔλεος καὶ εἰπέ μοι πῶς σωθῶ, ἔταξα γὰρ εἰς τὸν λογισμόν μου ὑποταγῆναι τῇ σῇ ἐπιστολῇ. Ἀπόκρισις Βαρσανουφίου· Εἰ ἀληθῶς σωθῆναι θέλεις, ἄκουσον ἔργῳ· Ἆρον ἀπὸ τῆς γῆς τοὺς πόδας σου καὶ ἀνάγαγε εἰς τὸν οὐρανὸν τὸν νοῦν σου, καὶ ἐκεῖ γενηθήτω σου ἡ μελέτη νύκτα καὶ ἡμέραν. Καὶ ὅσην ἔχεις δύναμιν, καταφρονήθητι, πυκτεύων ἰδεῖν σεαυτὸν ὑποκάτω παντὸς ἀνθρώπου. Αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδός· Ἐκτὸς αὐτῆς ἄλλη οὐκ ἔστι τῷ θέλοντι σωθῆναι ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ. Τρεχέτω ὁ θέλων, τρεχέτω ὁ θέλων, τρεχέτω ὁ θέλων! Τρεχέτω ἵνα καταλάβῃ. Μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζῶντος καὶ θέλοντος ζωὴν αἰώνιον χαρίσασθαι παντὶ τῷ θέλοντι. Εἰ θέλεις, ἔργασαι, ἄδελφε.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Διὰ τὶ ἐτριπλασίασεν ὁ καλόγηρος τὸ Ὁ θέλων τρεχέτω; Ἀπόκρισις Ἰωάννου· Δεικνύων ὁ Γέρων τὸ χρήσιμον τῆς ὁδοῦ ταύτης καὶ ὅτι οὐκ ἔστιν αὐτῆς ἀναγκαιοτέρα, ἐκ τρίτου εἶπε τὸν λόγον. Καὶ γὰρ καὶ ὁ Κύριος ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ εἶπε πρὸς ἅπαξ τὸ ἀμήν, ἐν δὲ τῷ κατὰ Ἰωάννην ἐδιπλασίασε διὰ τοῦ εἰπεῖν· «Ἀμήν, ἀμήν, λέγω ὑμῖν», ἐπειδὴ περὶ ἀναγκαιοτέρων ἐνταῦθα αὐτοῖς διελέγετο.

Ἐρώτησις· Παρακαλῶ μαθεῖν πόθεν ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῇ πεντηκοστῇ ἀκηδία καὶ νυσταγμὸς παρὰ τὴν συνήθειαν συμβαίνει μοι. Ἀπόκρισις· Ἐπειδὴ λάκκος ἐσμὲν καὶ οὔκ ἐσμεν πηγή, πάσχομεν ταῦτα, τοῦτ’ ἔστιν ἀσθενεῖς ἐσμεν καὶ οὐ δυνατοὶ τοῦ μεῖναι ἐν τῇ ταὐτότητι. Λοιπὸν ἀλλάσσονται οἱ ἀέρες καὶ μεγαλύνονται αἱ ἡμέραι, καὶ πάσχομεν τοῦτο, ἐπεὶ οἱ τέλειοι Πατέρες οὐ πάσχουσιν αὐτό.