Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Αποφυγή της κατακρίσεως, μοναχική φιλοξενία και έλεγχος της πολυλογίας

Συμβουλές για την αγαθή θεώρηση των πράξεων του πλησίον, τη διάκριση κατά την υποδοχή αγίων ή επισκεπτών και τη σταδιακή απαλλαγή από την πολυλογία και την κοσμική συναναστροφή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 15 από 22

Ἐρώτησις· Ἐὰν ἴδω τινὰ ποιοῦντα πρᾶγμα ἄτοπον, ἆρα οὐκ ὀφείλω κρίνειν αὐτὸ ἄτοπον; Καὶ πῶς φύγω τὴν ἐκ τούτου τοῦ πλησίον κατάκρισιν; Ἀπόκρισις· Αὐτὸ μὲν τὸ πρᾶγμα τὸ ὂν ἀληθῶς ἄτοπον, οὐ δυνάμεθα μὴ κρῖναι ἄτοπον, ἐπεὶ πῶς ἐκφύγωμεν τὴν ἐξ αὐτοῦ βλάβην, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος· «Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες, ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς;» Αὐτὸν δὲ τὸν τοῦτο ποιοῦντα, οὐ δεῖ κατακρίνειν διὰ τὸ «Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε», καὶ ὅτι χρὴ ἡμᾶς ἔχειν ἑαυτοὺς ἁμαρτωλοτέρους πάντων, καὶ ὅτι οὐ δεῖ ἐπιγράφειν τὸ ἁμάρτημα τῷ ἀδελφῷ ἀλλὰ τῷ διαβόλῳ τῷ αὐτὸν ἀπατήσαντι. Καθὼς γὰρ ἐάν τις ὠθήσῃ τινὰ εἰς φραγμόν, αὐτῷ τῷ ὠθήσαντι μεμφόμεθα, οὕτως καὶ ἐνταῦθα. Συμβαίνει δὲ καὶ γενέσθαι πρᾶγμα παρά τινος ὅπερ καὶ τοῖς μὲν ὁρῶσι φαίνεται ἄτοπον, ἀγαθῷ δὲ γίνεται σκοπῷ τοῦ ποιοῦντος. Ὥσπερ ποτὲ συνέβη τῷ ἁγίῳ Γέροντι, παρερχόμενος γὰρ διὰ τοῦ ἱππικοῦ ἀγομένου, εἰσῆλθεν ἐν γνώσει. Καὶ θεωρήσας ἕκαστον σπουδάζοντα προλαβεῖν καὶ τὸν ἄλλον νικῆσαι, εἶπε τῷ λογισμῷ· Βλέπεις πῶς οἱ τοῦ διαβόλου προθύμως ἀγωνίζονται; Πόσῳ μᾶλλον ἡμεῖς οἱ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν; Καὶ ἀπῆλθεν, ἔτι μᾶλλον προθυμότερος ἐκ τῆς τοιαύτης θεωρίας, ἐπὶ τὸν πνευματικὸν δρόμον τε καὶ ἀγῶνα.

Καὶ πάλιν οὐκ οἴδαμεν εἰ τῇ μετανοίᾳ χρώμενος ὁ ἁμαρτήσας ἀδελφὸς εὐάρεστος γένηται τῷ Θεῷ κατὰ τὸν τελώνην τὸν ἐν μιᾷ ῥοπῇ σωθέντα διὰ τῆς ταπεινοφροσύνης καὶ ἐξομολογήσεως. Ὁ γὰρ Φαρισαῖος ἐκ τῆς ἰδίας ἀλαζονείας κατακριθεὶς ἀνεχώρησε. Ταῦτα οὖν εἰδότες μιμησώμεθα τὴν τοῦ τελώνου ταπείνωσιν καὶ ἑαυτοὺς κατακρίνωμεν καὶ δικαιούμεθα, καὶ φύγωμεν τὴν τοῦ Φαρισαίου ἀλαζονείαν, ἵνα μὴ κατακριθῶμεν.

Φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα· Πολλάκις συμβαίνει με μετά τινων εὑρισκόμενον αἰδεῖσθαι οὕτως, ὥστε τὸ πρόσωπόν μου ἀλλοιοῦσθαι καὶ καταπίπτειν, καὶ μὴ δύνασθαι εἰρηνικῷ λογισμῷ ἀντιβλέπειν εἰς αὐτοὺς ἢ διαλέγεσθαι. Καὶ ἐκ τούτου στενοχωρεῖταί μου ἡ καρδία καὶ ἀπορεῖ. Κἄν τι λαλήσω, ἀφροσύνης καὶ ἀκαταστασίας καὶ κενοδοξίας πληροῦται ὁ λόγος. Καὶ γέλως πολλάκις ἀναμεμιγμένος συνεξέρχεται τῷ λόγῳ, μηδεμίαν χάριν ἔχων, καὶ ὡς ἐμοῦ μὴ θέλοντος γίνεται, καὶ πάνυ ἐκ τούτου θλίβομαι. Ἀπορῶ γὰρ τί ποιήσω, ἐὰν γὰρ λαλήσω, περιπίπτω τοῖς τοιούτοις, κἂν σιωπήσω ἄκαιρον δοκῶ ποιεῖν, καὶ μάλιστα ἐκείνων πρός με πολλάκις λαλούντων.

Τί οὖν ἐστι τοῦτο Πάτερ; Τῶν ἁγίων εὐχῶν ὑμῶν προκειμένων. Ἀπόκρισις Ἰωάννου· Τοῦτο συμβαίνει ἡμῖν ἀπὸ τοῦ φθόνου τοῦ διαβόλου. Θέλων γὰρ μήτε ἡμᾶς ὠφεληθῆναι, μήτε τοὺς συντυγχάνοντας ἡμῖν, προσφέρει ἡμῖν τὸ ζιζάνιον τοῦτο, πρὸς τὸ εἰ δυνατὸν σκανδαλίσαι καὶ τοὺς συντυγχάνοντας ἡμῖν. Ἀλλ’ ὁ φόβος τοῦ Θεοῦ ἐκτὸς ταραχῆς καὶ πάσης ἀκαταστασίας καὶ παντὸς θορύβου τυγχάνει. Ἐὰν οὖν πρὸ τῆς συντυχίας καταρτίσωμεν ἑαυτοὺς ἐν τῷ φόβῳ τοῦ Θεοῦ καὶ πρόσχωμεν τῇ καρδίᾳ μετὰ νήψεως, τίνος ἕνεκεν οὐ ταραττόμεθα οὐδὲ γελῶμεν; Ἐν γὰρ τῷ φόβῳ τοῦ Θεοῦ γέλως οὐκ ἔστι. Περὶ τῶν ἀφρόνων φησὶν ὅτι «Ἐν τῷ γέλωτι ὑψοῦσι τὴν φωνὴν αὑτῶν.» Καὶ τεταραγμένος ἐστὶν ὁ λόγος τῶν ἀφρόνων καὶ ἄχαρις τυγχάνει. Περὶ δὲ τοῦ δικαίου φησὶ ὅτι μόλις μέχρι μειδιάματος. Ἐὰν οὖν φέρωμεν ἑαυτοῖς τὴν μνήμην τοῦ Θεοῦ καὶ ὅτι μετὰ ταπεινώσεως καὶ ἡσύχου λογισμοῦ ὀφείλομεν ποιῆσαι τὴν ἡμῶν συντυχίαν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν, καὶ ἐν τούτοις ἀγαπῶμεν καὶ τὴν φοβερὰν κρίσιν τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν ἔχωμεν, ὁ καταρτισμὸς οὗτος ἐξορίζει πάντα λογισμὸν πονηρὸν ἀπὸ τῆς καρδίας ἡμῶν. Ὅπου γὰρ ἡσυχία καὶ πρᾳότης καὶ ταπείνωσις, οἰκεῖ ὁ Θεός. Ἔχωμεν οὖν ταῦτα κατὰ τὴν συμβαίνουσαν συντυχίαν. Ἐὰν δὲ ἐπιμείνῃ ὁ ἐχθρὸς πολεμῶν ἡμᾶς ἐν τούτοις, ἐν τῇ αὑτοῦ ἀναιδείᾳ νομίζων παγιδεῦσαι καὶ καταβαλεῖν ἡμᾶς, μὴ ἐνδώσωμεν, καὶ ἁρπάζει ἡμᾶς.

Ἀλλὰ μὴν μετὰ τὸ ἅπαξ, συνιῶμεν ἐν τῷ δευτέρῳ καὶ οὕτως καθεξῆς. Φησὶ γάρ· «Ἑπτάκις τῆς ἡμέρας πίπτει ὁ δίκαιος καὶ ἐγείρεται.» Τὸ ἐγερθῆναι δὲ σημαίνει ὅτι ἀγωνίζεται. Ὁ ἀγωνιζόμενος δὲ τοιοῦτός ἐστι, πίπτων καὶ ἐγειρόμενος ἕως οὗ ὕστερον φανῇ τίς γίνεται. Ἐπὶ τούτοις δὲ πᾶσι, συνιῶμεν τοῦ ἐπικαλεῖσθαι τὸ ἅγιον ὄνομα τοῦ Θεοῦ, ὅτι ὅπου ὁ Θεός, ἐκεῖ πάντα τὰ ἀγαθά, δῆλον δὲ καὶ ὅτι ὅπου ὁ διάβολος, ἐκεῖ ὅλα τὰ κακά. Καὶ φανερόν ἐστιν ὅτι ἐὰν κατὰ κενοδοξίαν ἢ κατὰ ἀνθρωπαρέσκειαν ἢ καθ’ οἱονδήποτε τρόπον κακίας ταραχωδῶς λαλήσωμεν, ταῦτα πάντα ἐκ τοῦ διαβόλου ἐστί.

Καὶ μνησθῶμεν τοῦ ἁγίου Παύλου λέγοντος Τιμοθέῳ ὅτι «Ὁ λόγος σου μετὰ χάριτος ἔστω ἅλατι ἠρτυμένος.» Καὶ ἐὰν ἀδολεσχήσωμεν ἐν τούτοις ὁ παντοκράτωρ Θεὸς διὰ τῆς αὑτοῦ εὐσπλαγχνίας, δίδωσιν ἡμῖν κατάστασιν τελείαν κατὰ τὸν φόβον αὑτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Τίς ποτε προετρέψατό τινα τῶν Πατέρων γεύσασθαι παρ’ αὐτῷ, ὁ δὲ παρῃτήσατο ὡς μὴ δυνάμενος. Ἄλλος δέ τις ᾔτησεν αὐτὸν μόνον ποιῆσαι εὐχὴν ἐν τῷ κελλίῳ αὑτοῦ καὶ ὡς εἰσῆλθεν, ἐβιάσατο αὐτὸν μεῖναι γεύσασθαι, καὶ πολλῇ ἀνάγκῃ βιασθεὶς ἔμεινε. Γνοὺς δὲ ὁ ἐξ ἀρχῆς αὐτὸν προτρεψάμενος, πάνυ ἐλυπήθη. Ἆρα κατὰ Θεόν ἐστιν αὕτη ἡ λύπη;

Ἀπόκρισις· Ὅταν προφάσει δῆθεν εὐλόγου πράγματος καὶ ψυχωφελοῦς ταράττηταί τις καὶ λυπῆται καὶ ὀργίζηται κατὰ τὸν πλησίον αὑτοῦ, φανερὸν γίνεται ὅτι οὐκ ἔστι τοῦτο κατὰ Θεόν. Πάντα γὰρ τὰ τοῦ Θεοῦ εἰρηνικὰ καὶ ὠφέλιμα, καὶ εἰς ταπείνωσιν φέροντα τὸν ἄνθρωπον καὶ εἰς τὸ ἑαυτὸν κατακρίνειν. Φησὶ γὰρ ὅτι «Ὁ δίκαιος ἐν πρωτολογίᾳ ἑαυτοῦ κατήγορος γίνεται.» Ὁ δοκῶν γὰρ θέλειν τίποτε κατὰ Θεὸν καὶ κωλυόμενος ὑπό τινος, εἶτα κατακρίνων τὸν κωλύσαντα καὶ καταλαλῶν αὐτοῦ, ἐκ τούτου φανεροῦται ὅτι οὐκ εἶχε τὴν πρόθεσιν κατὰ Θεόν, φησὶ γάρ· «Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» Ὁ γὰρ ἔχων τὴν πρόθεσιν κατὰ Θεὸν καὶ κωλυόμενος, μᾶλλον ταπεινοῦται καὶ ἡγεῖται ἑαυτὸν ἀνάξιον καὶ ὡς Προφήτην ἔχει τὸν κωλύσαντα αὐτόν, ὅτι ὡς προγινώσκων τὴν ἀναξιότητα αὐτοῦ ἐκώλυσεν αὐτόν. Ἐὰν οὖν κατὰ ἀγάπην Θεοῦ καλέσῃς τινὰ ἐλθεῖν εἰς τὸ κελλίον σου, ἢ καὶ αἰτήσῃς λαβεῖν παρά τινος τίποτε ὡς κατὰ πίστιν, καὶ μὴ πεισθῇ δοῦναί σοι, ἄλλος δέ τις αἰτήσῃ αὐτὸν καὶ καταδέξηται δοῦναι, μὴ ἐάσῃς τὸν δαίμονα τῆς ὀργῆς ταράξαι σου τὴν καρδίαν. Πᾶν γὰρ πρᾶγμα ἔχον ταραχὴν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν. Ἀλλὰ μᾶλλον ταπεινώθητι λέγων, ὅτι Ἐγὼ ἀνάξιος εὑρέθην, καὶ τοῖς Πατράσιν ἐφανέρωσεν ὁ Θεὸς τὰς ἁμαρτίας μου καὶ τὴν ἀναξιότητα, καὶ δίδωσι τὴν χάριν ὁ διδοὺς ταπεινοῖς.

Ὁ ἔχων γὰρ τὴν ταπείνωσιν οὐκ ἀεὶ θέλει τὰ ὑπὲρ αὐτόν, ἀλλὰ πάντοτε κάτω τρέχει εἰς ταπείνωσιν. Καὶ κατανόησον τὸν ἑκατόνταρχον τὸν προσελθόντα τῷ Ἰησοῦ διὰ τὸν παῖδα αὑτοῦ καὶ ἀκούσαντα· «Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν», καὶ τρέχοντα εἰς τὴν ταπείνωσιν καὶ λέγοντα· «Δέσποτα, οὔκ εἰμι ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς.» Τίς οὐκ ἂν ἥρπαξε τοῦτο; Ἀλλ’ ἡ ταπείνωσις οὐδὲ τοῦτο ἐζήτησε, κατακρίνουσα ἑαυτὴν ἀναξίαν, καὶ ὁ καρδιογνώστης Θεὸς ὁ δεχόμενος τὴν προαίρεσιν τῶν ἀνθρώπων, ἐπῄνεσε τὴν πίστιν αὐτοῦ λέγων ὅτι «Ἐν ὅλῳ τῷ Ἰσραὴλ τοιαύτην πίστιν οὐχ εὗρον.» Καὶ ἔπαινον αὐτῷ προεξένησε μέγαν ἡ ταπείνωσις, καὶ ὑγείαν τῷ παιδὶ αὐτοῦ παρέσχε, καὶ πολλὰ τὰ χαρίσματα τὰ διδόμενα τῇ ταπεινώσει. Δράμωμεν εἰς αὐτήν, ἵνα τὴν χάριν αὐτῆς λάβωμεν καὶ τὸν ἔπαινον παρὰ Ἰησοῦ Χριστοῦ τοῦ ἑαυτὸν ταπεινώσαντος, καὶ ὑπηκόου γενομένου μέχρι θανάτου, καὶ τύπον ἡμῖν δόντος ταπεινώσεως. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐρώτησις· Ἐπειδὴ οὖν Πάτερ ὁ ἑκατόνταρχος τῇ ὑπερβαλλούσῃ ταπεινώσει χρησάμενος, ἀνάξιον ἑαυτὸν ἔκρινε τῆς παρουσίας τοῦ Δεσπότου, καὶ ἐπῃνέθη αὐτοῦ ἡ πίστις. Ὁ δὲ Ἀβραὰμ καὶ προετρέψατο καὶ προσέπεσεν ὥστε εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν, εἰ καὶ ὡς ἀνθρώπῳ προσῆλθεν, ἀγνοῶν ὅτι ὁ Δεσπότης ἦν. Ἆρα οὖν οὐκ εἶχε τὴν ταπείνωσιν ὁ Ἀβραάμ; Ἀλλὰ μείζων ἐστὶ τῆς ἀρετῆς τοῦ πατριάρχου ἡ τοῦ ἑκατοντάρχου ἀρετή; Ἡ γὰρ ταπείνωσις, ὡς ἀεὶ διδάσκετε, τὰ πρωτεῖα φέρει τῶν ἀρετῶν. Εἰπέ μοι οὖν τὴν δύναμιν καὶ τὴν διαφορὰν τῆς ἀμφοτέρων ἀρετῆς· Ὅτι ὁ μὲν οὐ κατεδέξατο τὴν παρουσίαν καὶ ἐπῃνέθη, ὁ δὲ σφόδρα αὐτὴν ἠσπάσατο καὶ ἐπῃνέθη;

Ἀπόκρισις· Οἱ δύο τέλειοι ἦσαν τῇ πίστει πρὸς Θεόν, καὶ πρὸς τὸ ἁρμόδιον τοῦ καιροῦ ἐχρήσαντο τῇ πίστει καὶ τῇ ταπεινώσει. Καὶ γὰρ εἶπε καὶ ὁ πατριάρχης Ἀβραὰμ ὅτι «Ἐγώ εἰμι γῆ καὶ σποδός.» Καὶ τὸ ἡγεῖσθαι ἑαυτὸν οὕτως δείκνυσιν ὅτι οὐδὲ τῆς ξενοδοχίας ἄξιον ἑαυτὸν ἡγεῖτο. Καὶ ὅμως ἐπειδὴ τέλειος ἦν, πάντα ἄνθρωπον ἐδέχετο, μὴ διακρίνων τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν ἁγίων.

Περὶ αὐτοῦ γὰρ ἐρρέθη καὶ τοῦ Λὼτ ὅτι «Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε, διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.» Εἰ ἔμαθεν οὖν ὁ Ἀβραὰμ ὅτι ὁ Δεσπότης ἐστί, χρήσασθαι εἶχε τῇ φωνῇ τοῦ ἑκατοντάρχου. Τοῦ γὰρ ἡγουμένου ἑαυτὸν γῆν καὶ σποδόν, οὐδὲν ταπεινότερον εὑρίσκομεν. Καὶ ὁ ἑκατόνταρχος δὲ τῷ ἁρμόττοντι καιρῷ ἐχρήσατο τῇ ταπεινώσει, γνοὺς αὐτὸν τὸν Σωτῆρα. Ἡμεῖς δὲ λέγομεν ὅτι καὶ τὸ ἔργον εἶχε τῆς φιλοξενίας, οὐκ ἐκτὸς γὰρ ἔργων ἡ πίστις αὐτοῦ ἦν. Οὐδὲ ἐπῄνει ὁ Χριστὸς ἀργὴν πίστιν, ἤγουν καὶ τὰ ἔργα εἶχεν αὐτοῦ ἡ πίστις. Καὶ καιρῷ τῆς ξενοδοχίας ἐχρήσατο ἂν καὶ αὐτὸς τῇ παρακλήσει τοῦ πατριάρχου Ἀβραὰμ πρὸς πάντας.

Ἀμφοτέρους οὖν τελείους εὑρίσκομεν. Ἐρώτησις· Ἐπειδὴ οὖν ἐγὼ ἁμαρτωλός εἰμι, μήτε ταπείνωσιν ἔχων τὴν ἀληθῆ καὶ γνησίαν δι’ ἣν ἐπῃνέθη ὁ ἑκατόνταρχος, μήτε τῆς φιλοξενίας ἀγάπην δι’ ἧς Ἀβραὰμ Θεὸν ξενίσαι κατηξιώθη. Τί ὀφείλω ποιῆσαι; Ἆρα ὀφείλω ἀποβλέπων πρὸς τὴν ἐμαυτοῦ ἀναξιότητα παραιτεῖσθαι τῶν ἁγίων τὴν παρουσίαν καὶ τὸ ἐξ αὐτῆς ζημιοῦσθαι κέρδος;

Ἢ μᾶλλον προστρέχειν οὐ τρόπῳ φιλοξενίας, ἀλλ’ ὡς ἀσθενὴς τὴν ψυχὴν καὶ τῆς παρ’ αὐτῶν ἰατρείας δεόμενος; Ἴδιον γὰρ τῶν ἀσθενούντων τὸ ἐπιζητεῖν τῶν ἰατρῶν τὴν παρουσίαν καὶ οὐ λογίζεται αὐτοῖς τοῦτο εἰς φιλοξενίαν.

Κἂν αὐτοὺς μὴ προσκαλέσωνται, οὐκ ἔδοξαν ταπεινοφροσύνης ἀρετὴν ἔχειν, ἀλλὰ μᾶλλον ἀνοίας. Δίδαξόν με οὖν Πάτερ εἰ προτρέψομαι ὡς δεόμενος ἢ παραιτήσομαι ὡς ἀνάξιος. Ἀπόκρισις· Πρότρεψαι ὡς κακῶς ἔχων καὶ χρῄζων τοῦ ἰατροῦ.

Τοῦτο δὲ μάθε, ὅτι τὸ παιδίον τὸ γεννώμενον οὐκ εὐθὺς γίνεται εἰς ἄνδρα τέλειον. Ἀλλὰ διέρχεται διὰ τῆς ἁπαλῆς τροφῆς καὶ τότε ἔρχεται εἰς τὴν στερεὰν τροφήν, «τῶν τελείων γάρ ἐστιν ἡ στερεὰ τροφή.» Διὰ τοῦτο ὁ Ἀπόστολος εἶπε· «Γάλα ὑμᾶς ἐπότισα οὐ βρῶμα.» Ξενοδοχοῦντες οὖν μὴ εἴπωμεν ὅτι τὴν ἐντολὴν πληροῦμεν, ἀλλὰ δεόμενοι τῶν ἰατρῶν ὡς κακῶς ἔχοντες. Καὶ χρῶ τούτοις ἕως οὗ εἰσενέγκῃ σε ὁ Θεὸς εἰς τὰ τέλεια.

Ἐρώτησις· Τί ἐστι παρρησία καὶ γέλως ἀπρεπής; Ἀπόκρισις· Ἔστι παρρησία καὶ παρρησία. Ἔστι παρρησία ἀπὸ ἀναιδείας καὶ αὕτη ἐστὶ γεννήτρια πάντων τῶν κακῶν, καὶ ἔστι παρρησία ἀπὸ ἱλαρότητος, καὶ αὕτη μὲν οὐ πάνυ ὠφελεῖ τὸν κεχρημένον αὐτῇ. Ἀλλ’ ἐπειδὴ τῶν ἰσχυρῶν καὶ δυνατῶν ἐστι τὸ φυγεῖν τὰς δύο, εἰ οὐ δυνάμεθα ἡμεῖς διὰ τὴν ἡμετέραν ἀσθένειαν τὰς δύο φυγεῖν, κἂν χρησώμεθα τῇ παρρησίᾳ τῆς ἱλαρότητος προσέχοντες τὸ μὴ ἐκ ταύτης δοῦναι πρόσκομμα ἢ σκάνδαλον τῷ πλησίον. Οἱ γὰρ μετὰ τῶν ἀνθρώπων ὄντες, ἐὰν μὴ ὦσι τέλειοι, ἀπαλλαγῆναι τῆς δευτέρας ταύτης παρρησίας οὐ δύνανται. Εἰ οὖν ἀδυνατοῦμεν, ἔστω ἡμῖν πρὸς οἰκοδομὴν καὶ μὴ εἰς σκάνδαλον, μάλιστα ὅταν σπουδάζωμεν συντομῆσαι καὶ τὴν αὐτῆς ὁμιλίαν. Καὶ γὰρ οὐ πάνυ ὠφελεῖ ἡ μακρολογία, κἂν δοκῇ μὴ ἔχειν τι ἄτοπον.

Περὶ δὲ τοῦ γέλωτος, τὴν αὐτὴν ἔχει δύναμιν, γέννημα γάρ ἐστι τῆς παρρησίας. Ἐὰν μὲν ἔχῃ τις παρρησίαν αἰσχρολογίας, δῆλον ὅτι γέλωτα ἔχει αἰσχρόν, ἐὰν δὲ παρρησίαν ἱλαρότητος, ἐκ τούτου δῆλον ὅτι γέλωτα ἔχει ἱλαρόν. Καὶ καθὼς εἴρηται περὶ τῆς παρρησίας ὅτι οὐκ ὠφελεῖ τὸ κεχρῆσθαι αὐτῇ, οὕτως καὶ ἐν τῷ γέλωτι αὐτῆς·

Οὐ χρὴ ἐγχρονίζειν οὐδὲ ἐκχεῖσθαι, ἀλλὰ ἄγχειν τὸν λογισμὸν τοῦ μετὰ σεμνότητος διεξελθεῖν αὐτόν. Καὶ γὰρ οἱ ἐκχεόμενοι εἰς αὐτὸν μάθωσιν ὅτι καὶ εἰς πορνείαν ἐμπίπτουσιν ἅπαντες. Ἐρώτησις· Παρακαλῶ σε Πάτερ ἵνα μοι εἴπῃς ποταπή ἐστιν ἡ πρέπουσα ἱλαρότης, καὶ πῶς δεῖ τὸν ἁμαρτωλὸν αὐτῇ κεχρῆσθαι πρὸς τὸ μὴ παρελθεῖν τὰ ἴδια μέτρα.

Ἀπόκρισις Ἰωάννου· Οἱ μὲν τέλειοι τελείως προσέχουσιν ἑαυτοῖς, κατὰ τὸν τεχνίτην τὸν ἐπιστάμενον τελείως τὴν τέχνην αὑτοῦ. Ἐὰν γὰρ συμβῇ αὐτῷ συντυχίαν ποιῆσαι ὡς ἐργάζεται πρός τινας, οὐ κωλύει ἐκείνων ἡ συντυχία ἤτοι ὁμιλία τὸ συναρμόσαι τὰ ἐπιτήδεια τῆς τέχνης, ἀλλ’ ἀεὶ μὲν λαλεῖ μετὰ τῶν παρόντων, ὅλος δὲ ὁ νοῦς αὐτοῦ εἰς τὴν προκειμένην τέχνην ῥέπει. Οὕτως ὀφείλει ὁ συντυγχάνων τισίν· Ἱλαρὸν μὲν δεικνύειν τὸ πρόσωπον καὶ τὸν λόγον, ἔχειν δὲ ἔσωθεν τὸν λογισμὸν στενάζοντα, καὶ γὰρ περὶ τούτου ἐγράφη ὅτι «Καὶ ὁ στεναγμὸς τῆς καρδίας μου ἐνώπιόν σού ἐστι διὰ παντός.» Ὥσπερ δὲ ὁ ἄτεχνος τεχνίτης ἐὰν ἐργαζόμενος συντυγχάνῃ, κινδυνεύει τοῦ ἀφανίσαι τὴν τέχνην, οὕτως καὶ ὁ τῇ ἱλαρότητι χρώμενος.

Χρῄζει οὖν ὁ τοιοῦτος μεγάλης ἀσφαλείας προσέχειν τοῖς ἑαυτοῦ λόγοις καὶ τῇ τῆς ὄψεως ἱλαρότητι, μήπως ἐξέλθῃ παντελῶς ἐκ τῆς τοῦ πένθους ὁδοῦ. Ὁ οὖν τοιοῦτος μέλλων συντυχίαν ποιεῖν, ὀφείλει ἐρωτᾶν τὸν λογισμὸν πῶς δεῖ ποιεῖν καὶ οὕτως ἑτοιμάζειν ἑαυτόν, γέγραπται γάρ· «Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην.» Τὸ δὲ ἑτοιμάσαι ἑαυτὸν τοῦτ’ ἔστι τὸ διακρίνειν τὰ πρόσωπα διὰ ποίαν αἰτίαν θέλουσιν ἡμῖν συντυχεῖν, καὶ κατὰ τὸν σκοπὸν τοῦ ἐρχομένου ἑτοιμάσαι τὸν λογισμὸν ἐν φόβῳ Θεοῦ. Εἰ μὲν ἕνεκεν ἀσπασμοῦ γίνεται ἡ συντυχία, ἵνα χρήσηται ταύτῃ μετὰ χάριτος ἐν τοῖς ἁρμόττουσιν αὐτῇ λόγοις. Εἰ δὲ Πατέρων ἐστὶν ὑποδοχή, γενέσθω μετὰ χαρᾶς, κατὰ τὸν Ἀβραὰμ νίψαντα τοὺς πόδας τοῦ Δεσπότου καὶ τῶν ἀγγέλων, καὶ δεξάμενον αὐτοὺς μετὰ παρακλητικῶν λόγων.

Τὴν γὰρ φανέρωσιν τῆς ἱλαρότητος ἐν ἑκάστῳ δεικνύει ἡμῖν ἡ εὐκαιρία τῶν πραγμάτων. Ὅταν γὰρ τυχὸν προτρεπώμεθα τοὺς ἐρχομένους πρὸς ἡμᾶς ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ εἰς τὸ λαβεῖν τι ἢ βρώσιμον ἢ πόσιμον, μετὰ ἱλαρότητος τοῦτο ποιήσωμεν, συντομίζοντες δὲ αὐτὴν διὰ τὴν σύγχυσιν τοῦ λογισμοῦ.

Ἐρώτησις· Τί ἐστιν ὁ κενόδοξος καὶ τί ὁ ὑπερήφανος; Καὶ πῶς ἀπὸ κενοδοξίας ἔρχεταί τις εἰς ὑπερηφανίαν; Ἀπόκρισις· Ἐκ τοῦ θέλειν τινὰ τὴν ἀνθρωπαρέσκειαν ἔρχεται εἰς τὴν κενοδοξίαν, αὐξανομένης δὲ αὐτῆς ἔρχεται ἡ ὑπερηφανία. Συγχώρησον, ἄδελφε καὶ εὔχου ὑπὲρ ἡμῶν.

Ἀδελφὸς ἠρώτησε τὸν μέγαν Γέροντα· Εἰπέ μοι Πάτερ, εἰ ἡ κατάνυξις ἣν δοκῶ ἔχειν ἀληθής ἐστι καὶ εἰ ὀφείλω κατὰ μόνας ἐνταῦθα διάγειν. Καὶ εὖξαι ὑπὲρ ἐμοῦ ὅτι ὀχλοῦμαι ὑπὸ σωματικοῦ πολέμου. Ἀπόκρισις Βαρσανουφίου·

Ἄδελφε, ὁ νῦν κλαυθμὸς καὶ ἡ κατάνυξις οὐκ ἔστιν ἀληθής, ἀλλ’ ὑπάγει καὶ ἔρχεται. Ὁ γὰρ ἀληθινὸς κλαυθμὸς ὁ μετὰ κατανύξεως, δοῦλος γίνεται τοῦ ἀνθρώπου ἀχωρίστως ὑποτεταγμένος, καὶ τοῦ ἔχοντος αὐτὸν πόλεμος οὐ περιγίνεται. Ἀλλὰ καὶ τὰ πρῶτα πταίσματα ἐξαλείφει καὶ ἐκπλύνει τὰ σπιλώματα. Καὶ διηνεκῶς ὀνόματι Θεοῦ φυλάττει τὸν ἄνθρωπον τὸν κτησάμενον αὐτόν. Καὶ ἐξορίζει τὸν γέλωτα καὶ τὸν μετεωρισμόν, καὶ κρατεῖ πένθος ἀδιάλειπτον. Θυρεὸς γάρ ἐστιν ἀποστρέφων πάντα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου. Ὁ ἔχων αὐτὸν οὐ πλήσσεται ὑπὸ πολέμου τὸ σύνολον, κἂν μετὰ ἀνθρώπων ᾖ, κἂν μετὰ πορνῶν γυναικῶν, μεθ’ ἡμῶν ἐστι καὶ πολεμεῖ.

Τὸ σημεῖον οὖν τῆς ἀσθενείας καὶ τῆς γενναιότητος ἔδειξά σοι. Καὶ μὴ νομίσῃς ὅτι οὐκ ἠδύνατο ὁ Θεὸς κουφίσαι ἀπὸ σοῦ τὸν πόλεμον, ἠδύνατο μὲν γάρ, μάλιστα διὰ τοὺς ὑπερευχομένους σου ἁγίους. Ἀλλ’ ἀγαπῶν σε, ὁ Θεὸς θέλει σε διὰ πολέμων καὶ γυμνασίων πολλῶν παιδευθῆναι, ἵνα ἔλθῃς εἰς τὰ μέτρα τῆς εὐδοκιμήσεως. Οὐκ ἔρχῃ δὲ εἰς ταῦτα, ἐὰν μὴ φυλάξῃς πάντα τὰ ἐνταλθέντα σοι διὰ τῶν ἐμῶν συλλαβῶν τοῦ κενοδόξου διδασκάλου. Περὶ δὲ τοῦ εἶναι κατὰ μόνας, τοῦτο ἱκανότης ἐστί. Καὶ ὅτε ἔρχεταί σοι, ἀπ’ ἐμαυτοῦ πέμπω καὶ λέγω σοι. Ἔργασαι τέκνον τέως, ὡς εἶπόν σοι, καὶ πιστεύω ὅτι προκόψαι ἔχεις ἐν Χριστῷ. Μὴ φοβοῦ. Εἴη ὁ Κύριος μετὰ σοῦ. Ἀμήν.

Τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Παρακαλῶ σε κύρι ἀββᾶ, ἵνα εὔξῃ ὑπὲρ ἐμοῦ, ἵνα δώῃ μοι ὁ Κύριος μικρὰν ταπείνωσιν. Καὶ ἐπειδὴ λέγουσιν οἱ Πατέρες ὅτι ἐὰν μή τις ἐκκόψῃ τὴν ῥίζαν τοῦ πάθους, πάλιν καιρῷ εἰς αὐτὸ ἐμπίπτει. Πῶς ἐκκόπτει τις τὴν ῥίζαν τῆς πορνείας καὶ τῆς γαστριμαργίας καὶ τῆς φιλαργυρίας; Καὶ ἐπειδὴ εἶπέ μοι ὁ μέγας Γέρων ὅτι ὁ νῦν κλαυθμὸς οὐκ ἔστιν ἀληθής, ἀλλ’ ὑπάγει καὶ ἔρχεται, ἀπὸ ποίας διαθέσεως ἔρχεταί μοι τοῦτο; Καὶ ὀφείλω βιάσασθαι ἐμαυτὸν εἰς αὐτὸν ἢ ἀφήσω ἕως οὗ ἔλθῃ ἡ ἀληθινὴ κατάνυξις;

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, δίδει ἡμῖν ὁ Θεὸς τὴν ταπείνωσιν καὶ ὠθοῦμεν αὐτήν, καὶ πάλιν λέγομεν· Εὖξαι ἵνα δώῃ ἡμῖν ὁ Θεὸς ταπείνωσιν. Ἡ ταπείνωσίς ἐστι τὸ κόψαι ἐν πᾶσι τὸ ἴδιον θέλημα καὶ ἀμεριμνῆσαι ἀπὸ πάντων. Περὶ δὲ τοῦ κόψαι τὴν ῥίζαν ὡς εἶπας τῶν παθῶν, διὰ τοῦ κόψαι τὸ θέλημα καὶ θλῖψαι ἑαυτὸν κατὰ τὸ ἐγχωροῦν καὶ βασανίσαι τὰ αἰσθήρια τοῦ φυλάξαι τὴν τάξιν αὐτῶν εἰς τὸ μὴ χρήσασθαι κακῶς, εἰς αὐτὰ κόπτεται ἡ ῥίζα οὐ μόνον τούτων καὶ τῶν λοιπῶν. Τὸ δὲ ἀπελθεῖν καὶ ἐξελθεῖν σοι τὸν νῦν κλαυθμὸν τὸν μὴ ἀληθινόν, διὰ τὸ χαυνοῦσθαι ἅπαξ τὸν λογισμὸν καὶ θερμανθῆναι γίνεται. Ὅταν οὖν μείνῃ ἡ θερμότης, γίνεται μεγάλη καὶ μόνιμος ἡ κατάνυξις, καὶ ταύτῃ ἕπεται ὁ ἀληθινὸς κλαυθμός. Περὶ οὗ ὀφείλεις φροντίσαι βιαζόμενος σεαυτὸν ἵνα ἔλθῃ σοι. Ἄδελφε, μὴ καταφρονήσῃς φυλάξαι τοὺς λόγους καὶ τὰς ἐντολὰς τοῦ Γέροντος καὶ σῴζῃ. Ἐφλυάρησά σοι κἀγώ, ἄδελφε, ἀλλ’ οὐκ ἀπ’ ἐργασίας, οὐδ’ ἀπὸ πνεύματος. Πιστεύω δὲ ὅτι ὅσα εἶπέν σοι ὁ Γέρων καὶ λέγει καὶ ἀπὸ πράξεως τῆς πρότερον λαλεῖ καὶ ἀπὸ ἁγίου Πνεύματός ἐστι. Ἀλλ’ ὅμως τὸ συνειδὸς μαρτυρεῖ μοι, ὅτι οὐ θέλω σε πλανῆσαι ὅλως ἐν οὐδενὶ πράγματι. Διὰ τοῦτο πιστεύω ὅτι οὔτε οἱ λόγοι μου βλάπτουσί σε, οὔτε αἱ συμβουλίαι μου.

Οἶδε γὰρ ὅτι οὐ θέλω, ἀλλ’ ἀντίψυχός σου πάντως ἐρωτῶντος καὶ θέλοντος σωθῆναι, θέλω εἶναι, ἐὰν ἐνδυναμώσῃ με ὁ Κύριος. «Δώῃ σοι ὁ Θεὸς βοήθειαν ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.» Εὖξαι ὑπὲρ ἐμοῦ ἀδελφέ.

Φιλόχριστος ἠρώτησε τὸν αὐτὸν Γέροντα εἰ χρὴ πολυπραγμονεῖν τὰ περὶ τῶν θείων μυστηρίων, καὶ εἰ προσιὼν αὐτοῖς ὁ ἁμαρτωλός, ὡς ἀνάξιος κατακρίνεται. Ἀπόκρισις Ἰωάννου· Εἰσερχόμενος εἰς τὰ ἅγια, πρόσχες δεχόμενος τὸ σῶμα καὶ τὸ αἷμα τοῦ Χριστοῦ, ἔχειν ἀδιστάκτως, ὅτι ἀλήθειά ἐστι. Τὸ δὲ πῶς, μὴ πολυπραγμόνει. Κατὰ τὸν εἰπόντα· «Λάβετε, φάγετε, τοῦτο γάρ μού ἐστι τὸ σῶμα καὶ τὸ αἷμα», καὶ ταῦτα ἡμῖν ἔδωκεν εἰς ἄφεσιν ἁμαρτιῶν. Ὁ πιστεύων οὕτως, ἐλπίζομεν ὅτι οὐ κατακρίνεται. Ὁ δὲ μὴ πιστεύων ἤδη ἔχει τὴν κατάκρισιν. Μὴ οὖν ὡς κρίνων ἑαυτὸν ἁμαρτωλὸν κωλύσῃς ἑαυτὸν τοῦ προσελθεῖν. Ἀλλ’ ἔχων ὅτι ὁ προσερχόμενος τῷ Σωτῆρι ἁμαρτωλός, ἀξιοῦται ἀφέσεως ἁμαρτιῶν, καθὼς εἰς τὴν Γραφὴν εὑρίσκομεν τοὺς προσελθόντας αὐτῷ μετὰ πίστεως, ἀκούσαντας τῆς θείας φωνῆς ὅτι «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου αἱ πολλαί.» Εἰ οὖν ἄξιος ἦν προσελθεῖν αὐτῷ, ἁμαρτίαν οὐκ εἶχεν.

Ἐπειδὴ δὲ ἁμαρτωλὸς ἦν καὶ χρεώστης, ἔλαβε συγχώρησιν τῶν ὀφλημάτων. Καὶ αὐτοῦ ἄκουσον τοῦ Κυρίου λέγοντος· «Οὐκ ἦλθον σῶσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.» Καὶ πάλιν· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Ἔχε οὖν ἑαυτὸν ἁμαρτωλὸν καὶ κακῶς ἔχοντα, καὶ πρόσελθε πρὸς τὸν δυνάμενον σῶσαι τὸν ἀπολωλότα.

Τοῦ αὐτοῦ ὁμοίως· Δέσποτα πῶς συνεχώρησεν ὁ Δεσπότης ἡμῶν καὶ Σωτὴρ ὁ Χριστὸς τῷ Ἰούδᾳ προδότῃ ὄντι μετασχεῖν τοῦ μυστικοῦ δείπνου; Ὁ γὰρ ἅγιος Ἰωάννης ἐν τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ λέγει· «Χρὴ τὸν ἀνάξιον εἴργεσθαι τῆς φρικτῆς τοῦ μυστηρίου τραπέζης;» Καὶ ὁ ἅγιος δὲ Παῦλος κρίματι τὸν τοιοῦτον ὑπεύθυνον εἶναι ἀποφαίνεται, ὅπερ οὐκ ἐᾷ τινα συνειδότα ἑαυτῷ ἁμαρτήματα, θαρρῆσαί ποτε τῷ τιμίῳ καὶ φρικτῷ προσελθεῖν μυστηρίῳ καὶ τῆς ἐντεῦθεν ζωῆς μετασχεῖν.

Τί οὖν χρὴ ποιῆσαι; Πάνυ γάρ με ἁμαρτωλὸν ὄντα, τὸ πρᾶγμα θορυβεῖ. Ἀπόκρισις· Ἵνα δείξῃ ὁ Θεὸς τὴν μεγάλην αὑτοῦ φιλανθρωπίαν καὶ πῶς ἀνέχεται τοῦ ἀνθρώπου ἕως ὑστέρας ἀναπνοῆς, ὥστε μετανοῆσαι καὶ ζῆν αὐτόν, διὰ τοῦτο καὶ τοὺς πόδας αὐτοῦ ἔνιψε καὶ τῶν μυστηρίων ἀφῆκε μετασχεῖν ἵνα ἐπάρῃ αὐτοῦ πᾶσαν ἀπολογίαν, καὶ τῶν ἀεὶ λεγόντων ὅτι εἰ ἀφῆκεν αὐτὸν ἀπολαῦσαι τούτων, οὐκ ἂν ἀπώλετο. Καὶ αὐτοκατάκριτος ἐγένετο, καὶ ἐπληρώθη εἰς αὐτὸν τὸ τοῦ Ἀποστόλου λέγοντος· «Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω», καὶ περὶ τῶν ἁμαρτωλῶν καὶ μὴ μετανοούντων τὸ αὐτό. Τὸ δὲ κωλῦσαι αὐτοὺς κατὰ τὸν ἅγιον Ἰωάννην, διὰ μαθημάτων ἦν καὶ ἐπιτιμήσεως κρίσεως καὶ κολάσεων, οὐ γὰρ εἶπεν ὠθῆσαι αὐτοὺς οὐδὲ κόψαι ἀπὸ τῆς Ἐκκλησίας. Οὐδὲ Ἰησοῦς τοιοῦτον ἐποίησε τῷ Ἰούδᾳ.

Ἐὰν δὲ μένωσιν ἐν τοῖς αὐτοῖς καὶ μετὰ ἀναισχυντίας προσέρχωνται, αὐτοκατάκριτοι γίνονται ἀποχωρίζοντες ἑαυτοὺς ἀπὸ τῆς δόξης τοῦ Θεοῦ. Οἱ δὲ προσερχόμενοι τοῖς ἁγίοις μυστηρίοις ἁμαρτωλοὶ ὡς τετραυματισμένοι καὶ δεόμενοι ἐλέους, τούτους ἰᾶται ὁ Κύριος καὶ ἀξίους ποιεῖ τῶν αὑτοῦ μυστηρίων, ὁ εἰπών· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ’ ἁμαρτωλοὺς εἰς μετάνοιαν.» Καὶ πάλιν· «Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες.» Πάλιν δὲ λέγω, ὃ ἔλεγεν ὁ ἅγιος Ἰωάννης κωλῦσαι τοὺς ἁμαρτάνοντας τῶν ἁγίων μυστηρίων, τὸ διαμαρτύρασθαι αὐτούς ἐστι τὴν κατάκρισιν. Καὶ γὰρ «ὁ ἐσθίων καὶ πίνων ἀναξίως, κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει», καὶ ὁ τοιοῦτος ἐκβεβλημένος ἐστὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Οὐδὲ γὰρ ἔλαβεν εἰ μὴ κρίμα. Διὰ τοῦτο γὰρ καὶ εἶπε μὴ κόψαι ἵνα ἑαυτοῖς ἐκφέρωσι τὴν ἀπόφασιν. Οὐδεὶς δὲ ὀφείλει εἰπεῖν ἑαυτὸν ἄξιον εἶναι τῆς μεταλήψεως, ἀλλ’ ὅτι Ἀνάξιός εἰμι καὶ πιστεύω ὅτι ἁγιάζομαι μεταλαμβάνων.

Καὶ γίνεται αὐτῷ οὕτω κατὰ τὴν πίστιν αὐτοῦ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις πρὸς τὸν αὐτὸν Γέροντα. Οὗτος ὁ ἐρωτῶν ἐστιν ὁ ἀββᾶς Αἰλιανὸς ἐν ὅσῳ ἦν λαϊκός. Τὸ εἰπεῖν τὸν Ἰούδαν· «Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον», καὶ τὸ ῥίψαι τὰ ἀργύρια, οὐ δοκεῖ εἶναι μετανοίας τεκμήριον;

Ἀπόκρισις Ἰωάννου· Τότε μετάνοια ἦν τῷ Ἰούδᾳ, εἰ τῷ Κυρίῳ μετενόησε. Φησὶ γάρ· «Ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου», ᾧ ἥμαρτες καὶ οὐκ ἄλλῳ. Αὐτὸς δὲ καὶ τὸ χεῖρον ἐποίησε, ἀπελθὼν γὰρ ἀπώλεσεν ἑαυτὸν διὰ τῆς ἀνελπιστίας, καὶ διὰ τοῦτο οὐκ ἐδέχθη.

Ἐρώτησις· Δέσποτα, εἰπέ μοι, τί ἐστι Θεοῦ θέλημα καὶ τί συγχώρησις; Καὶ ὁποῖά ἐστι τὰ ἐξ ἀμφοτέρων ἀποτελέσματα; Ἀπόκρισις· Ὅταν ἔρχηταί σοι πρᾶγμα θλιβερόν, ἐρεύνησον εἰ καταγινώσκει σου ὁ λογισμὸς ἔν τινι περὶ τοῦ πράγματος.

Καὶ ἐὰν μὴ εὕρῃς, πρὸς δοκιμὴν ἦλθέ σοι τὸ πρᾶγμα καὶ τοῦτ’ ἔστι τὸ κατὰ θέλημα τοῦ Θεοῦ. Ἐὰν δὲ εὕρῃς, τοῦτ’ ἔστι τὸ κατὰ συγχώρησιν πρὸς παιδείαν. Ὅμως καὶ τὰ δύο ὠφέλιμα τῷ ἀνθρώπῳ. Ἐρώτησις· Ἐπειδὴ καλόν ἐστιν, ὡς ἐδιδάξατε, τὸ ἀφιέναι τῷ Θεῷ τὸ θέλημα, ὅπερ φυλάττει τῷ ἀνθρώπῳ τὸ ἀτάραχον. Ὁ δὲ κατ’ ἐμὲ ἀσθενὴς ἐὰν ἴδῃ πρᾶγμα μέλλον ἀπόλλυσθαι ἢ ταράττεται ἢ μακροθυμῶν μεταμελεῖται ὡσαύτως ἀπολέσας τὸ πρᾶγμα διὰ τῆς μακροθυμίας. Ἐν συγκρίσει ποῖον βέλτιον; Καὶ πῶς χρὴ ἐλθεῖν εἰς διόρθωσιν; Καὶ τί δεῖ λογίζεσθαι ἵνα τις φύγῃ τὴν ταραχήν;

Ἀπόκρισις· Εἶπεν ὁ Κύριος· «Χαίρετε ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις.» Τῶν ποικίλων οὖν πειρασμῶν ἐστι καὶ οὗτος εἰς ὃν ὀφείλει χαίρειν ὁ ἄνθρωπος. Ἐὰν δὲ ᾖ ἀσθενὴς καὶ μὴ δυνάμενος μακροθυμῆσαι χαίρων ἐπὶ τῇ ἀπωλείᾳ τοῦ πράγματος καὶ ῥίπτων τῷ θελήματι τοῦ Θεοῦ, πολεμῆσαι ὀφείλει πρῶτον πρὸς τὴν ταραχὴν λέγων·

Ἑαυτῷ πρόσχες μὴ ταραχθῇς. Ἐὰν γὰρ ᾖ θέλημα Θεοῦ σωθῆναι τὸ πρᾶγμα, σῴζεται, καὶ εἴ τι ἀποβαίνει, δέξεται εὐχαρίστως. Οὐδὲν γὰρ ἀγαθὸν τῇ σπουδῇ ἡμῶν κατορθοῦται, ἀλλὰ τῇ δυνάμει καὶ τῷ θελήματι τοῦ Θεοῦ.

Καὶ ὅμως ἀπαιτεῖ τὴν κατὰ Θεὸν σπουδὴν παρ’ ἡμῶν ὁ Θεός, οὐ κατά τινα πανουργίαν ἢ ψεῦδος, ταῦτα γάρ ἐστι τοῦ πονηροῦ. Ἐρώτησις· Ὅτε πολλοὶ παρεμπίπτουσι λογισμοὶ ῥυπαροὶ καὶ εὐλαβοῦμαι μήπως συνεθέμην τινὶ ἐξ αὐτῶν, τί ποιήσω;

Ἀπόκρισις· Εἰπὲ τῷ Θεῷ· Δέσποτα, συγχώρησόν μοι εἴ τι παρὰ τὸ θέλημά σου ἐνεθυμήθην ἢ ἐν γνώσει ἢ ἐν ἀγνοίᾳ, ὅτι σοῦ ἐστι τὸ ἔλεος εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἐρώτησις· Ἆρα τὰ καλὰ διηγήματα ἀπὸ Γραφῆς καὶ Βίου τῶν Πατέρων καλόν ἐστι πάντοτε διηγεῖσθαι ἢ οὔ;

Ἀπόκρισις· Ὅτι ἡδὺ τὸ μέλι, γνωστόν ἐστι πᾶσι, καὶ ὅτι ὁ Παροιμιαστὴς εἶπε· «Μέλι εὑρὼν φάγε τὸ ἱκανόν, μήποτε ἐκπερισσοῦ καὶ ἐμέσῃς αὐτό», καὶ τοῦτο οὐκ ἔστιν ἀγνώστως. Ἔστι γὰρ σακκία καὶ σακκία. Ἔστι σακκίον, ὅτι χωρεῖ ἕνα μόδιον, καὶ ἄλλο χωρεῖ τρία. Ἐὰν οὖν θελήσῃ τις ἀναγκάσαι τὸ τοῦ ἑνὸς μοδίου χωρῆσαι τὸ μέτρον τῶν τριῶν, οὐ δύναται δέξασθαι. Οὕτως καὶ ἐνταῦθα, οὐ δυνάμεθα ἰσῶσαι πάντας ἀνθρώπους· καὶ γὰρ ὁ μὲν δύναται ἀβλαβῶς λαλῆσαι, ὁ δὲ οὐ δύναται. Καλὴ μὲν καὶ θαυμαστὴ ἡ σιωπὴ πρὸ πάντων, καὶ αὐτὴν ἐτίμων οἱ Πατέρες καὶ ἠγάπων καὶ ἐν αὐτῇ ἐδοξάσθησαν. Δεικνύων γὰρ τὴν καλλονὴν αὐτῆς ὁ Ἰὼβ καὶ τὴν ἀπὸ τῆς λαλιᾶς κατάκρισιν ἔλεγε· «Βαλῶ τὸν δάκτυλον ἐπὶ τῷ στόματι», καὶ ὁ πρὸ τούτου πατριάρχης Ἀβραάμ, μετὰ τὴν λαλιὰν τῶν καλῶν ἐκείνων παρακλήσεων, εἶπεν ὅτι «Εἰμὶ γῆ καὶ σποδός, ἔτι ἅπαξ προσθήσω καὶ λαλήσω ἐνώπιον τοῦ Κυρίου», δεικνύων τὴν μετὰ ταῦτα σιωπήν. Ἀλλ’ ἐπειδὴ ἡμεῖς διὰ τὴν ἡμετέραν ἀσθένειαν οὐκ ἐφθάσαμεν εἰς τὴν τῶν τελείων βαδίζειν ὁδόν, λαλήσωμεν τὰ συντείνοντα πρὸς οἰκοδομήν, ἀπὸ τῶν ῥημάτων τῶν Πατέρων, καὶ μὴ βάλωμεν ἑαυτοὺς εἰς διηγήματα Γραφῶν. Καὶ γὰρ κίνδυνον ἔχει τὸ πρᾶγμα τῷ μὴ εἰδότι, πνευματικῶς γὰρ εἴρηνται, καὶ ὁ σαρκικὸς διακρῖναι τὰ πνευματικὰ οὐ δύναται. Φησὶ γάρ· «Τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ;»

Φύγωμεν οὖν εἰς τὰ ῥήματα τῶν Πατέρων, καὶ εὑρίσκομεν τὴν ἐν αὐτοῖς ὠφέλειαν, καὶ τοῦτο μετὰ συντομίας, μνημονεύοντες τοῦ εἰπόντος· «Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίας.» Κἂν εἴπῃ ὁ λογισμὸς ὅτι καλοί εἰσιν οἱ λόγοι ἢ τὰ διηγήματα, μνησθῶμεν ὅτι οὔκ ἐσμεν ἐργάται τῶν ὑφ’ ἡμῶν λαλουμένων, καὶ νομίζωμεν ὅτι καὶ ἄλλους οἰκοδομοῦμεν ταῦτα λέγοντες, κατακρινόμεθα δὲ μᾶλλον μὴ ὄντες αὐτῶν ἐργάται. Ἀλλ’ οὐ παρὰ τοῦτο κωλύσομεν τὴν κατὰ Θεὸν ἐν αὐτοῖς ὁμιλίαν, συμφέρει γὰρ τὸ ἐν αὐτοῖς ὁμιλεῖν ἢ γὰρ εἰς ἄλλα ἄτοπα. Ἀλλ’ ἵνα μὴ ἐμπέσωμεν εἰς ὑψηλοφροσύνην ἢ καυχήματος λογισμόν, ὀφείλομεν ἔχειν ὡς καὶ ἔστιν, ὅτι μὴ πράξαντες τὰ παρ’ ἡμῶν λαλούμενα, εἰς κατάκρισιν ποιοῦμεν αὐτά. Καὶ περὶ τούτων ὡς καὶ περὶ ἄλλων σφαλμάτων, δεηθῶμεν τοῦ Θεοῦ λέγοντες· Μὴ κρίνῃς με λαλήσαντα ταῦτα.

Ἐρώτησις· Ἐπειδή ἐστί τινα διηγήματα μέσα, μήτε ἁμαρτίαν ἔχοντα μήτε ὠφέλειαν, ὡς τὸ διηγεῖσθαι τυχὸν περὶ εὐθηνίας πόλεων καὶ τῆς αὐτῶν ἀκαταστασίας ἢ εἰρήνης ἢ περὶ πολέμων κινουμένων ἢ ὅσα τοιαῦτα, μὴ ἄτοπόν ἐστιν ἐκ τούτων λαλεῖν;

Ἀπόκρισις Ἰωάννου· Εἰ ἐν τοῖς καλοῖς διηγήμασιν ἡ σιωπὴ ἀναγκαιοτέρα ἐστί, πόσῳ μᾶλλον ἐν τοῖς μέσοις. Ἀλλ’ ἐὰν μὴ δυνάμεθα σιωπῆσαι, ἀλλὰ νικώμεθα πρὸς τὴν αὐτῶν λαλιάν, μὴ χρονίζωμεν ἐν τῇ ὁμιλίᾳ, ἵνα μὴ ἐκπέσωμεν ἐκ τῆς πολυλογίας εἰς τὴν τῶν ἐχθρῶν παγίδα.

Ἐρώτησις· Ἐπειδὴ οὖν πολλάκις ἐκ τῶν μέσων λαλῶν ἔρχομαι εἰς πολυλογίαν ἐξ ἧς οὐκ ἐκφεύγει τις ἁμαρτίαν. Τί δεῖ με ποιεῖν; Ἀπόκρισις· Μετρήσωμεν ἑαυτοὺς ἐν τούτῳ τῷ τρόπῳ· Ἐὰν οἴδαμεν ὅτι ἐλαλήσαμεν ἅπαξ ἡττηθέντες τῷ λογισμῷ, κωλύσωμεν τὸ δεύτερον κατὰ τὸ δυνατόν. Ἐὰν δὲ καὶ τῷ δευτέρῳ ἡττηθῶμεν, ἐσόμεθα ἕτοιμοι κωλῦσαι τὸ τρίτον, καὶ οὕτω κατὰ πρόβασιν ὅλων τῶν διηγημάτων. Ἐὰν γὰρ τυχὸν εὑρεθῇ ὁ ἀριθμὸς τούτων ἕως δέκα, εἴ τις ἡττᾶται εἰς τὰ ἐννέα καὶ κωλύει τὸ ἕν, καλλιώτερος εὑρίσκεται τοῦ τὰ δέκα διηγησαμένου.

Ἐρώτησις· Ἐὰν οὖν εὑρεθῶ μετά τινων λαλούντων εἴτε περὶ σαρκικοῦ εἴτε περὶ πνευματικοῦ πράγματος, τί ποιήσω; Λαλήσω ἢ οὔ; Ἀπόκρισις· Ἐὰν εὑρεθῇς εἰς συντυχίαν τινῶν διηγουμένων περὶ πράγματος κοσμικοῦ ἢ πνευματικοῦ, δόξον καὶ σὺ λέγειν τινά, μὴ ἔχοντα δὲ βλάβην ψυχῆς, ἀλλ’ ἐν γνώσει πρὸς τὸ φυγεῖν τοὺς ὑπ’ ἐκείνων ἐπαίνους, μήποτε νομισθῇς αὐτοῖς σιωπηλός, καὶ βαρηθῇς ἐκ τούτου. Ἀλλ’ ἐὰν καὶ τοῦτο ποιήσῃς, πρόσχες, λαλῶν ὀλίγα, μὴ κατακρίνῃς ἐκείνους ὡς πολλὰ λαλοῦντας. Οὐκ οἶδας γὰρ εἰ βαρεῖ σε ὁ εἷς λόγος ὃν ἐλάλησας ἤπερ ἐκείνους οἱ πολλοὶ λόγοι.

Ἐρώτησις· Πόθεν μοι συμβαίνει τοῦτο μετὰ ταραχῆς ἐν πράγματι λαλεῖν μετά τινος καὶ πολλάκις μεταμελοῦμαι καὶ εἰς αὐτὸ πάλιν ἐμπίπτω καὶ μὴ θέλων; Θλίβει δέ με καὶ ἡ ἀκηδία. Ἀπόκρισις· Τοῦτο συμβαίνει ἐκ τοῦ μὴ ἔχειν τὴν καρδίαν ἡμῶν εἰς ἐργασίαν. Διὰ τοῦτο γὰρ καὶ τῇ ἀκηδίᾳ περιπίπτομεν καὶ ἄλλοις πολλοῖς κακοῖς.

Ἐρώτησις· Ἐπειδὴ εἶπεν ὁ μέγας Γέρων ὅτι ἐὰν αἰσθάνηταί τις ταραχῆς τῷ λογισμῷ, κἂν μέχρι τριχός, ἐκ τοῦ πονηροῦ ἐστι, σαφήνισόν μοι αὐτό. Ἀπόκρισις· Ἐάν τι λογίζῃ ποιῆσαι καὶ βλέπῃς ταραχὴν ἐν τῷ λογισμῷ, καὶ ἐπικαλουμένου σου τὸ ὄνομα τοῦ Θεοῦ, ἐπιμείνῃ κἂν ἕως τριχός, τότε νόησον ὅτι ὃ θέλεις ποιῆσαι ἐκ τοῦ πονηροῦ ἐστι καὶ μὴ ποιήσῃς αὐτό. Ἐὰν δὲ μετὰ τὸ λογίσασθαι ὑποβληθῇ ταραχὴ καὶ κατακυριευθῇ ὑπ’ αὐτοῦ ὁ λογισμός, καὶ οὕτως οὐ χρὴ ὃ ἐλογίσω ποιῆσαι.

Οὐδὲν γὰρ μετὰ ταραχῆς γενόμενον ἀρέσκει Θεῷ. Ἐὰν δὲ ἀντιπράττῃ τις τῇ ταραχῇ, οὐ δεῖ ἡγεῖσθαι τὸ πρᾶγμα πάντως εἶναι βλαβερόν, ἀλλὰ χρὴ διακρίνειν αὐτὸ εἰ ἔστι καλὸν ἢ μή. Καὶ εἰ μὲν οὐκ ἔστι καλόν, παραιτεῖσθαι, εἰ δὲ καλόν ἐστι, ποιῆσαι αὐτό, καταφρονοῦντα τῆς ταραχῆς διὰ τῆς βοηθείας τοῦ Δεσπότου Θεοῦ.

Ἐρώτησις· Συμβαίνει ὅτι διαλέγομαί τινι καὶ μετὰ τὸ ἄρξασθαι τοῦ λόγου, ὑποβάλλει τὴν ταραχήν. Τί οὖν ποιήσω; Ἐὰν γὰρ περιμείνω διακρῖναι τὸν λόγον πρὸς τὸ μαθεῖν ὡς εἶπας, εἰ καλός ἐστιν ἢ μή, καταγινώσκομαι ὑπὸ τοῦ ἀκούοντος ὡς αἰφνιδίως σιωπήσας.

Ἀπόκρισις· Ἐὰν οὐκ ἔστιν φανερόν σοι ὅτι ἁμαρτίαν ἔχει ὁ λόγος, δεῖ πληροῦν αὐτόν, καὶ μετὰ ταῦτα διακρίνειν εἰ κακῶς ἐλαλήθη, καὶ οὕτω παιδεύειν τὸν λογισμόν, κατακρίνοντα ἑαυτὸν ὡς κακῶς λαλήσαντα τοῦ μὴ προσθῆναι ἔτι.

Γέγραπται γὰρ ὅτι «Τέκνον, ἥμαρτες, μὴ προσθήσῃς.» Καὶ προσέχειν ἀπ’ ἄρτι τοῦ προλογίζεσθαι εἰ τὸ συμφέρον λαλεῖται τὰ λαλούμενα, καὶ τότε κεχρῆσθαι τῇ ὁμιλίᾳ. Ἐὰν δὲ φανερόν ἐστιν ὅτι ἁμαρτίαν ἔχει ὁ λόγος, τότε καὶ μὴ ὑποβαλλομένης ταραχῆς, σπούδασον ἀποκόψαι αὐτὸν ἢ προσποιούμενος τοῦ ἐπιλαθέσθαι, ἢ μεταφέρων αὐτὸν εἰς ἄλλην ὁμιλίαν χρησιμωτέραν, ἵνα μὴ ὑποπέσῃς τῇ ἐξ αὐτοῦ κατακρίσει.

Ἐρώτησις· Ἐπειδὴ εἶπας Πάτερ ὅτι πρὶν ἄρξασθαι τῆς ὁμιλίας χρὴ διασκοπήσασθαι τὸν λογισμόν, τί οὖν ὅτε ἀπαιτεῖ ἡ χρεία ῥηθῆναι τὸν λόγον; Ἤγουν ἐν συντυχίᾳ κάθημαι καὶ ἵνα μὴ δόξω σιωπῇ προσιέναι, θέλω κἀγὼ λαλῆσαι πρὸς τὰ λεγόμενα, καὶ οὐ βλέπω φανερὰν ἁμαρτίαν ἐν τῷ λόγῳ ἀλλὰ δοκεῖ μοι καλὸς εἶναι ἢ καὶ μέσος. Τί οὖν κελεύεις ποιήσω, μὴ ἔχων καιρὸν ἀκριβῶς διακρῖναι, εἰ ἔστιν ἐν αὐτῷ κεκρυμμένη ἁμαρτία;

Ἀπόκρισις· Ἐὰν καλὸς φαίνηται ὁ λόγος ἢ καὶ μέσος, καὶ ἀπαιτῇ ἡ χρεία λαληθῆναι αὐτόν, λάλησον, πλὴν εἰ βλέπεις ἐκ τοῦ λόγου ὅτι μέλλει γενέσθαι σοι κενοδοξία ἢ ἐπαινούντων σε τῶν ἀκουόντων οἱωσδήποτε, χρὴ προδιαμαρτύρασθαι τὸν λογισμὸν μὴ δέξασθαι τὴν κενοδοξίαν. Ἐὰν δὲ ἴδῃς ὅτι νικᾶσαι ὑπ’ αὐτῆς, συμφέρει μᾶλλον σιωπῆσαι ἢ βλαβῆναι.