Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Αντιμετώπιση του θυμού, φροντίδα των πειραζομένων και πνευματικός πόλεμος

Νουθεσίες σχετικά με τη διαχείριση της οργής, τη μακροθυμία προς τους ασθενούντες αδελφούς, την επιλογή κελλίου και τη στάση του μοναχού ενώπιον του πνευματικού και σαρκικού πολέμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 16 από 22

Ἐρώτησις· Ἐφανέρωσάς μοι Πάτερ, πῶς τὰ μετὰ ταραχῆς καὶ κενοδοξίας γινόμενα τῶν δαιμόνων ἐστί. Καὶ εὐχαριστῶ τῷ Κυρίῳ τῷ φωτίσαντί με διὰ τῆς πνευματικῆς ὑμῶν διδασκαλίας καὶ χαρισαμένῳ τοῖς ἁμαρτωλοῖς διὰ τῶν ἁγίων γνῶναι τὴν ὁδὸν τῆς ζωῆς. Ἀλλὰ παρακαλῶ καὶ τοῦτο δίδαξόν με τί ἐστι τὸ δικαίωμα;

Ἀπόκρισις· Δικαίωμά ἐστιν ὅπερ καύχησιν μὲν οὐκ ἔχει, ἄρνησιν δὲ τοῦ σφάλματος, ὡς ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας καὶ ὡς ἐπὶ τοῦ Κάϊν καὶ τῶν τοιούτων ἁμαρτήσαντες γὰρ καὶ θέλοντες ἑαυτοὺς δικαιῶσαι, ἠρνήσαντο τὸ ἁμάρτημα.

Ἐρώτησις· Ἔστιν ὅτε οὐ μόνον ὑποβάλλει μοι ταραχήν, ἀλλὰ καὶ κατεπείγει με ποιῆσαι τὸ πρᾶγμα ἢ εἰπεῖν τὸν λόγον. Συμβαίνει δέ, ὅτε ἐκ τοῦ ἐναντίου κωλύει με πληρῶσαι τὸν λόγον ἢ τὸ πρᾶγμα καὶ ἀνθίσταται διακόψαι θέλων. Τί οὖν ποιήσω;

Ἀπόκρισις Ἰωάννου· Προείπομεν ὅτι περὶ παντὸς λογισμοῦ καὶ πράγματος δεῖ διακρίνειν εἰ καλόν ἐστιν ἢ μή, ὅπερ καταφρονεῖν ποιεῖ τούτων ἁπάντων. Κἂν μέν ἐστι καλόν, ποίησον αὐτό, εἰ δὲ μή, μὴ ποιήσῃς. Πλὴν ἵνα μὴ τὸ καλὸν διὰ τοῦ θορύβου γίνηται, ἐξετάζειν δεῖ τὸν ἡγεμονικὸν λογισμὸν κατὰ ποῖον τρόπον ταῦτα ποιεῖ. Καὶ ἐὰν κατὰ φόβον Θεοῦ ἐξετάσῃς, οὐκ ἀφεῖ ὁ Θεὸς πλανηθῆναι. Πῶς γὰρ ὅτε εἰς ἑαυτὸν ὤμοσε λέγων· «Ζῶ ἐγώ, λέγει Κύριος ὅτι οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν;» Μάλιστα βλέπων σε ἐξετάζοντα τὸν λογισμὸν περὶ σωτηρίας ψυχῆς καὶ ἐπιστροφῆς τῆς εἰς Θεόν. Πανταχοῦ οὖν ἐπικαλοῦ τὸ ὄνομα αὐτοῦ καὶ ἀναπαύῃ.

Ἐρώτησις· Ἔστιν ὅτε ἐπικαλοῦμαι τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ὅμως ἐναπομένει τῷ λογισμῷ ὥσπερ τι βάρος ἐκ τούτων. Ποσάκις οὖν δεῖ ἐπικαλεῖσθαι; Ἀπόκρισις· Ἀρκέσει τὸ ἅπαξ ἢ τὸ πολὺ μέχρι τρίτου, κἂν ὀχλῇ σοι ὁ λογισμὸς προστιθέναι, μὴ ἀνάσχῃ, ἀλλὰ καταφρόνησον τοῦ βάρους, τῶν γὰρ δαιμόνων ἐστί. Τοῦτο δὲ λέγω ἡνίκα οὐ κεκώλυται τὸ λαλῆσαι ἢ ποιῆσαι τὸ πρᾶγμα, διὰ τὸ ἢ καλὸν εἶναι αὐτὸ ἢ μέσον, τότε γὰρ ἀρκέσει τὸ ἅπαξ ἤγουν τὸ τρίτον.

Ἐρώτησις· Ὅτε θέλω λαλῆσαι καλὸν πρᾶγμα ἢ ποιῆσαι καὶ φοβούμενος τὸ μὴ γενέσθαι μοι ἐν αὐτῷ ταραχὴν ἐν τῇ καρδίᾳ, ἀποφεύγω αὐτό, ἆρα καλῶς ποιῶ ἢ οὔ; Ἀπόκρισις· Ἐὰν μέλλων πρᾶγμα ποιεῖν ἢ λέγειν δειλιᾷς μήποτε κινηθῇ σοι ἐξ αὐτοῦ ταραχήν, καὶ διὰ τοῦτο ἀποφεύγεις αὐτό, οὐκ ὀρθῶς ποιεῖς, νῶτα γὰρ παρέχεις τῷ ἐχθρῷ, καὶ οὐκ ἐκφεύγεις τὴν ταραχήν. Οὐ λείπει γὰρ αὐτῷ ἐν ἑκάστῳ πράγματι ὑποβάλλειν σοι ταραχὴν καὶ χεῖρον γενήσεταί σοι τὸ πάθος. Ἐκ δὲ τοῦ ποιῆσαι τὸ πρᾶγμα μετὰ προσευχῆς καὶ φόβου Θεοῦ, διὰ τῆς αὐτοῦ βοηθείας καταργεῖται ἡ ταραχή.

Ἐρώτησις· Καὶ πῶς εἶπάς μοι Πάτερ ὅτι καλή ἐστιν ἡ σιωπή, ἐὰν οὖν ταύτῃ χρήσωμαι, δοκῶ ἀποφεύγειν καὶ βλάπτομαι. Πῶς οὖν ἐστιν; Ἀπόκρισις· Ὅτε κατὰ ἄσκησιν μετέρχῃ τὴν σιωπήν, τότε καλή ἐστιν. Ὅτε δὲ οὐχ οὕτως, ἀλλὰ φοβούμενος τὴν ταραχὴν σιωπᾷς, τότε βλαβερά ἐστιν.

Ἐρώτησις· Ἐπειδὴ τὸν ἄνθρωπον αὐτεξούσιον ἐποίησεν ὁ Θεὸς καὶ οὐ βιάζεται αὐτὸν ποιῆσαι τὸ δίκαιον, εἰπέ μοι Πάτερ, πῶς βοηθεῖ τῷ ἀδικουμένῳ καὶ πῶς εἴρηται· «Ἀθετεῖ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων;» Καὶ εὖξαι ὑπὲρ ἐμοῦ ἵνα ῥυσθῶ ἐκ τῆς διαβολικῆς ἀπιστίας καὶ νήψω εἰς τὴν πνευματικὴν ὑμῶν διδασκαλίαν.

Ἀπόκρισις· Ὁ Θεὸς οὐ καταναγκάζει τινὰ ποιῆσαι τὸ δίκαιον διὰ τὸ αὐτεξούσιον. Ἀλλ’ ἐὰν ἀδικῆταί τις καὶ ἔστιν ἄξιον ῥυσθῆναι τῆς ἀδικίας, κωλύει ὁ Θεὸς τὸν ἀδικοῦντα, καὶ οὐ λογίζεται αὐτῷ εἰς δικαιοσύνην, διὰ τὸ κακὴν ἔχειν τὴν προαίρεσιν, καὶ προαιρεῖσθαι αὐτὸν πληρῶσαι πᾶσαν ἀδικίαν. Ἠδίκουν γὰρ οἱ Χαλδαῖοι τοὺς περὶ τὸν Ἀζαρίαν ῥίπτοντες αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Καὶ ἐπειδὴ ἄξιοι ἦσαν τοῦ λυτρωθῆναι, ἐφείσατο αὐτῶν ὁ Θεὸς καὶ ἐκώλυσε τὸ πῦρ ἀδικῆσαι αὐτούς. Καὶ οὐκ ἐπιγράφομεν τὸ δίκαιον τοῦτο τοῖς Χαλδαίοις διὰ τὸ κακὸν ἔχειν τὸ θέλημα, ἀλλὰ τῷ Θεῷ τῷ διασκεδάσαντι τὰς τῶν ἐθνῶν βουλάς, διὰ τοὺς φοβουμένους αὐτόν. Κἂν κωλυθῇ δὲ ἡ ἀδικία διὰ τοὺς ἀξίους, ἀλλ’ οἱ ἄδικοι ἀξίως τῶν κακιῶν τῆς ἀδικίας αὑτῶν λαμβάνουσι τὸν μισθόν. Πρόσεχε σεαυτῷ, μὴ πλανηθῇς ἀπὸ τῆς ἀληθείας εἰς ἣν ὁδηγεῖ σε ὁ Θεὸς τῆς δόξης εὐχαῖς ἁγίων. Ἀμήν.

Ἀδελφὸς συνεργαζόμενος ἄλλῳ ἀδελφῷ ἐτυπτήθη παρ’ αὐτοῦ κατ’ ἐνέργειαν διαβόλου. Καὶ ἐντεῦθεν ταραχθεὶς ἠβουλήθη ἀποχωρισθῆναι τοῦ συνεργάζεσθαι αὐτῷ, καὶ ἠρώτησε τὸν μέγαν Γέροντα περὶ τούτου. Καὶ Βαρσανούφιος ἀπεκρίνατο αὐτῷ οὕτως·

Ἄδελφε, περὶ ὧν ἠρώτησας, μὴ θορυβηθῇς τοῦ ποιῆσαι τίποτε μετὰ ταραχῆς, μάλιστα μετὰ ἀνθρώπου τεταραγμένου ἀπὸ λογισμῶν καὶ φθόνου τοῦ διαβόλου. Καθὼς καὶ σὺ ἐπειράσθης καὶ ἠγριώθης ἀπὸ λογισμῶν καιρῷ. Κἂν μνημονεύσῃς πῶς καὶ σὺ τότε ἔπαθες, οὐκ ἐξουδενώσεις τὸν ἀδελφόν σου ἐν τῷ πειρασμῷ αὐτοῦ.

Πολλοὶ γὰρ τῶν ἀσθενούντων ἀπὸ τῆς καρώσεως τοῦ ἐγκεφάλου τῆς ἀπὸ τοῦ σφοδροτάτου πυρετοῦ εἴ τι δήποτε καὶ ἐνθυμοῦνται καὶ λαλοῦσι, κἂν ὑβρίζωσι τοὺς ὑγιαίνοντας καὶ ὑπηρετοῦντας αὐτοῖς, οὐκ ἴσασι, κατεκυρίευσε γὰρ αὐτῶν ἡ νόσος. Οὕτω καὶ νῦν. Κἂν εἴπῃ τις αὐτῷ περὶ ἰατροῦ, ἰατρείας οὐ δέχεται, οὐδὲ γὰρ οἶδε τί αὐτῷ συμφέρει, καὶ ὡσεὶ λῆρον δέχεται τὰ αὐτῷ λεγόμενα παρά τινος, καὶ ὑβρίζων καὶ ὀργιζόμενος καὶ αἰτῶν βρώματα βλάπτοντα ἢ ὠφελοῦντα, οὐκ οἶδε τί ποιεῖ. Οὕτως ἐστὶν ὁ πειραζόμενος, κἂν ἀπόλλῃ τὴν ψυχὴν αὑτοῦ, οὐκ οἶδε.

Κἂν τοὺς ἁγίους τοὺς συμπάσχοντας αὐτῷ ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ὑβρίσῃ ἢ ἐξουθενώσῃ, οὐκ οἶδε, κεκάρωται γὰρ τῷ πάθει τοῦ νοσήματος, τοῦ ὑπεναντίου τοῦ ἀεὶ στρέφοντος αὐτῷ τὰ πράγματα, ἕως οὗ ποιήσῃ αὐτὸν ἀρνήσασθαι καὶ αὐτὸν τὸν Θεόν. Οὕτω καὶ ὧδε ἐν τῷ μέρει τούτῳ.

Ἀλλ’ εἰδὼς ὁ Θεὸς ταῦτα οἰκονομικῶς ἀφεῖ ἡμᾶς πειρασθῆναι, ἵνα δόκιμοι φανῶμεν αὐτῷ. Ἵνα βαστάσωμεν τὸν πλησίον ἐν καιρῷ τῆς αὐτοῦ ἀσθενείας αἰσθητῆς τε καὶ νοητῆς. «Ἀλλήλων γάρ φησι, τὰ βάρη βαστάξατε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Εἴ τις οὖν συνεισέλθῃ τῷ ἀσθενοῦντι, οὐκ ἐν τῷ ποιεῖν τὸ θέλημα αὐτοῦ ἢ τῷ δοῦναι αὐτῷ τὰ βλάπτοντα αὐτόν ἐστιν, ἀλλ’ ἐν τῷ βαστάξαι τὰς ὕβρεις αὐτοῦ καὶ τὰ ἄλλα βάρη, καὶ ἐν τῷ φείδεσθαι αὐτοῦ καὶ φυλάξαι τοῦ μὴ δοῦναι αὐτῷ τι βλαβερόν. Οὕτω καὶ ὧδε ἐν τῷ μέρει τούτῳ. Οὐ τὸ ποιῆσαι τὸ θέλημα τοῦ αἰτοῦντός ἐστιν ἡ κηδεμονία, ἀλλ’ ἐν τῷ εὔξασθαι περὶ αὐτοῦ. Κἂν μὴ ᾖ ἱκανός, δεηθήτω τῶν δυναμένων δυσωπῆσαι τὸν Δεσπότην Θεὸν τοῦ ῥύσασθαι αὐτὸν ἀπὸ τοῦ ἐπικειμένου αὐτῷ πειρασμοῦ.

Καὶ γίνεται ὁ τοιοῦτος κατὰ τὴν Μάρθαν καὶ Μαρίαν, τὰς ἀδελφὰς τοῦ Λαζάρου, λεγούσας τῷ Δεσπότῃ ἐγεῖραι τὸν αὐτῶν ἀδελφόν. Κἂν ποιήσῃ τις ταῦτα, μὴ μεγαφρονήσῃ, καθὼς γὰρ γίνεται αὐτῷ ὑπὸ ἄλλων, οὕτω καὶ αὐτὸς ποιεῖ. «Ἐν ᾧ γὰρ μέτρῳ μετρεῖ τις ἀντιμετρηθήσεται αὐτῷ.» Καὶ μὴ νομίσῃς ὅτι ἐδάρης παρ’ αὐτοῦ, ὅτι μέγα τι ἔπαθες, ὅτι ὁ Κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐδάρη καὶ ὅλα τὰ ἑξῆς. Καὶ μὴ σαλευθῇς ἀπὸ τοῦ τόπου σου τοῦ μεταβῆναι καὶ ἀφορισθῆναι ἀπὸ τοῦ ἀδελφοῦ σου, οὐ γάρ ἐστι κατὰ Θεὸν ἀλλὰ πλήρωμα θελήματος διαβόλου. Κἂν ποιήσῃς τοῦτο, οὐδὲ οὕτω παύεται, ἀλλ’ ἔτι εἰς χεῖρον ἔρχεται, ἀπὸ κακοῦ γὰρ οὐδὲν ἐκβαίνει ἀγαθόν. Ἀλλ’ αὕτη ἀνυποταξία ἐστὶ καὶ ἀσυνεσία· «Ὅπου γὰρ ζῆλος καὶ ἔρις, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.» Οὐδεὶς θεραπεύεται ἀπὸ τούτων εἰς τὸν αἰῶνα, εἰ μὴ ὁ κόπτων τὸ ἴδιον θέλημα καὶ ἀγωνιζόμενος μὴ περιεργάζεσθαι τὸν πλησίον μήτε ποτὲ εἰπεῖν· Τί ἐστι τοῦτο ἢ τοῦτο; Ὁ δὲ λέγων· Οὕτως κἀγὼ θέλω, ὁ τοιοῦτος υἱὸς διαβόλου γίνεται καὶ ἀλλότριος τοῦ Θεοῦ, καὶ φανερόν ἐστιν ὅτι τὸ ἴδιον θέλημα θέλει ποιῆσαι καὶ οὐ τὸ τοῦ Θεοῦ. Ἀνδρίζου, ἄδελφε, ὁ Θεὸς σκεπάσει σε! Καὶ ἐξ ὅλης ψυχῆς σου εὖξαι ὑπὲρ τοῦ ἀδελφοῦ σου καὶ ἀγάπησον αὐτὸν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἀδελφὸς ᾔτησε τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ λέγων ὅτι Συγχώρησόν μοι ὅτι πολλὰ ὀχλῶ σοι, ἀλλὰ πιστεύω εἰς τὸν Θεὸν ὅτι διὰ τῶν εὐχῶν σου ἐνδυναμοῖ με ὁ Θεὸς καὶ οὐκέτι ὀχλῶ σοι τοσοῦτον.

Ἀπόκρισις Βαρσανουφίου· Ὅσοι εἰσὶ τοῦ Θεοῦ τέκνα καὶ κληρονόμοι πάντως τῆς χρηστότητος καὶ μακροθυμίας καὶ ἀνοχῆς καὶ φιλανθρωπίας αὐτοῦ καὶ ἀγάπης εἰσίν. Εἰ γὰρ τέκνα Θεοῦ, θεοὶ τυγχάνουσι, εἰ θεοί, καὶ κύριοι. Καὶ εἰ φῶς ὁ Θεός, καὶ αὐτοὶ φωστῆρες. Εἰ οὖν ὀχλεῖται αἰτούμενος ὁ Θεὸς καὶ ἀκηδιᾷ, καὶ αὐτοί. Εἰ δὲ μὴ αἰτούμενος λυπεῖται, αἰτούμενος δὲ χαίρει, καὶ αὐτοί. «Ζήτησον τὸν πλησίον σου ὡς ἑαυτόν», φησιν ἡ παλαιὰ Γραφή, ἡ δὲ νέα δεικνύουσα τὴν τελειότητα φάσκει τὴν ψυχὴν τίθεσθαι ὑπὲρ ἀλλήλων, καθὼς ὁ τέλειος καὶ Υἱὸς τελείου τὴν ψυχὴν αὑτοῦ ὑπὲρ ἡμῶν τέθεικεν. Αἰτούμενοι οὖν οἱ ἅγιοι χαίρουσι, τέλειοι ὄντες καθὼς ὁ Πατὴρ αὐτῶν τέλειός ἐστιν. Αἰτήσατε οὖν αὐτοὺς καὶ παρέχουσιν ἀόκνως, οὐ γάρ εἰσι κατ’ ἐμὲ χαῦνοι καὶ ῥᾴθυμοι. Καὶ εὔξασθε εἶναί με ἐν τούτοις. Καὶ αἰτῶ τὸν Θεὸν δοῦναι ὑμῖν τὰ αἰτήματα ὑμῶν, πρῶτον δύναμιν ἐξ ὕψους καὶ ἀγάπην τὴν εἰς αὐτόν, καὶ στηρίξαι ἐν τῷ φόβῳ αὐτοῦ καὶ τῇ πίστει τὰς καρδίας ὑμῶν.

Μείνατε οὖν μὴ διστάζοντες ἀπεκδεχόμενοι τὸ ἔλεος αὐτοῦ, καὶ αὐτὸς ποιεῖ ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀδελφὸς ᾔτησε τὸν ἀββᾶν τοῦ κοινοβίου ἐν ᾧ ἦσαν οἱ ἅγιοι Πατέρες, δοῦναι αὐτῷ πλησίον αὐτῶν κελλίον, καὶ συνέθετο δοῦναι. Παρέβαλε δὲ ἐν τοσούτῳ πρός τινα μοναχὸν καὶ ᾔτησεν αὐτὸν ἐκεῖνος οἰκῆσαι εἰς διαφέρον αὐτῷ κελλίον. Ὁ δὲ ἀδελφὸς ἀπεκρίθη μὴ δύνασθαι τοῦτο ποιῆσαι χωρὶς γνώμης τῶν Γερόντων καὶ τοῦ ἀββᾶ τοῦ συνταξαμένου αὐτῷ δοῦναι τὸ κελλίον.

Καὶ ἐλθὼν ἠρώτησε τὸν ἄλλον Γέροντα τί δεῖ ποιῆσαι. Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, ὁ Κύριος ἐνετείλατο ἡμῖν ἔχειν «ἀλλήλους ὑπερέχοντας ἑαυτῶν.» Ἐὰν οὖν, διὰ τὴν ἀγάπην ἣν κατὰ Θεὸν ἔχομεν πρὸς σέ, εἴπωμέν σοι ὅτι Παρ’ ἡμῖν οἴκησον, ἔργῳ δεικνύομεν ἑαυτοὺς ὑπερέχοντας τοῦ ἀδελφοῦ. Ἐὰν δὲ πάλιν εἴπωμέν σοι ὅτι Παρ’ ἐκείνῳ μένε, τάχα λογίζεται τῇ ἀγάπῃ σου ὅτι ὡς μὴ ἔχοντες ἀγάπην πρὸς σέ, ὠθοῦμέν σε ἀφ’ ἡμῶν. Ἀλλὰ σὺ δοκίμασον τὰς γειτονίας τῶν τόπων καὶ τὴν ὠφέλειαν τῆς ψυχῆς σου τὴν ἐξ αὐτῶν, καὶ χρῆσαι τῷ λόγῳ τοῦ Ἀποστόλου λέγοντος· «Πάντα δοκιμάζετε, τὸ δὲ καλὸν κατέχετε.» Ταῦτα ἀπὸ τῆς κατὰ Θεὸν ἀγάπης ἐλάλησα. Συγχώρησόν μοι, ἄδελφέ μου, διὰ τὸν Κύριον.

Μοναχός τις οἰκῶν ἐν ἀλλοτρίῳ κελλίῳ ᾠκοδόμησεν ἑαυτῷ κελλίον πλησίον. Καὶ παρέβαλεν αὐτῷ τις ἀδελφὸς χρῄζων κελλίου, καὶ προετρέψατο αὐτὸν ἐκεῖνος οἰκῆσαι ἐν τῷ κτισθέντι αὐτοῦ κελλίῳ. Ὁ δὲ ἐπεζήτει δωρηθῆναι αὐτῷ τοῦτο δι’ ἐγγράφου, καὶ συνετάξατο δωρεῖσθαι, εἰ ἐπιτρέψουσι τοῦτο οἱ Γέροντες, ἐπὶ τῷ μέντοι ἀντλεῖν καθ’ ἑβδομάδα ἐκ τοῦ ἐν αὐτῷ κεράμια δύο ὕδατος. Καὶ ἠρώτησε τὸν μέγαν Γέροντα περὶ τούτου.

Ἀπόκρισις Βαρσανουφίου· Τοῦτο μοναχῶν οὐκ ἔστιν· Εἰ γὰρ ἔγγραφον θέλετε παρ’ ἀλλήλων καὶ εἰς δίκας μέλλετε ἔρχεσθαι, τὸ ἔργον τοῦτο οὐκ ἔστιν ἀγάπης. Ἀλλὰ μᾶλλον ἀγράφως διαγάγῃ ὁ ἀδελφὸς ἐν τῷ κελλίῳ, κἂν θελήσῃ καιρῷ ὁ κύριος τοῦ κελλίου ἐκβαλεῖν αὐτόν, μετὰ ταπεινώσεως ὀφείλει ἐξελθεῖν, μηδὲν ὅλως ἀντιλέγων. Ἐὰν δὲ καὶ αὐτὸς ὁ κύριος τοῦ κελλίου ἀπέλθῃ θέλων γεμίσαι τὰ δύο κεράμια τοῦ ὕδατος, καὶ μὴ παράσχῃ αὐτῷ ἐκεῖνος ὁ μένων ἐν τῷ κελλίῳ, οὐδὲ αὐτὸς ὀφείλει ταραχθῆναι, ἀλλὰ βαλεῖν αὐτῷ μετάνοιαν μετὰ ταπεινώσεως καὶ λαβεῖν τὸ κεράμιον κοῦφον καὶ ἀπελθεῖν, λέγων αὐτῷ ὅτι Συγχώρησόν μοι διὰ τὸν Κύριον, ἄδελφε, ὅτι ἔθλιψά σε καὶ εὖξαι ὑπὲρ ἐμοῦ. Ὀφείλει δὲ προσέχειν ἑαυτῷ, ἵνα μετὰ ταῦτα μὴ ταραχθῇ ἀπὸ τῆς ὀργῆς. Καὶ διὰ τὴν ταπείνωσιν αὐτοῦ σκεπάζει ὁ Θεὸς καὶ τὸν ἀδελφὸν αὐτοῦ ἀπὸ τῆς ἔχθρας τοῦ διαβόλου. Καὶ κατανύσσεται τοῦ καταδραμεῖν ὀπίσω αὐτοῦ καὶ βαλεῖν αὐτῷ μετάνοιαν, ὥστε ἀνακάμψαι καὶ γεμίσαι ἢ καὶ βαστάξαι μετ’ αὐτοῦ τὸ κεράμιον. Καὶ τότε ἡ ἀγάπη τοῦ Θεοῦ σκεπάζει ἀμφοτέρους καὶ σῴζει αὐτοὺς ὁ φιλάνθρωπος Θεός.

Ἐρώτησις· Τί οὖν ὅτι χρῄζει φιλοκαλίας τὸ κελλίον, ἆρα ὀφείλει ἀναλίσκειν ὁ μένων ἐν αὐτῷ, ἐπειδὴ οὐκ ἔστιν αὐτοῦ, ἀλλὰ προσδοκᾷ ὅτε δήποτε ἐξελθεῖν ἀπ’ αὐτοῦ; Ἀπόκρισις· Εἴ τις ἔχει ἐν ἑαυτῷ ὅτι πάντα ὅσα ἔχει τοῦ Θεοῦ ἐστι καὶ τῶν πιστῶν ὅλων πάντα κοινά, καὶ ἴδιον οὐδεὶς ἔχει τι, οὐκ ὀφείλει ταῦτα λογίσασθαι, σαρκικοῦ γὰρ λογισμοῦ ἐστι ταῦτα. Καὶ γὰρ κἂν φθάσῃ ἀναλῶσαι καὶ μὴ μείνῃ ἐκεῖ, ἄλλος ἀδελφὸς εὑρίσκων τὴν ἀνάπαυσιν, ἀεὶ εὐλογεῖ τὸν ἀναλώσαντα καὶ κοπιάσαντα ἐν τῷ τόπῳ.

Καὶ εἰ ἔχομεν ἀληθινὸν τὸν λέγοντα· «Ἐν ᾧ μέτρῳ μετρεῖς ἀντιμετρηθήσεταί σοι» καὶ ὅτι «Ἀνταποδίδως ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ», καὶ πάλιν· «Δώῃ σοι κατὰ τὴν καρδίαν σου», οὐκ ἀφεῖ αὐτὸν πελασθῆναι ἀκαίρως, ἀλλ’ ἀεὶ βοᾷ πρὸς αὐτὸν πάντοτε· «Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα·

Συγχώρησόν μοι κύριε Πάτερ ὅτι τολμῶ λαλῆσαι. Ἐπειδὴ βλέπω τὸν κύριον τὸν ἀββᾶν ὡς ἀγαπῶντά τινας ὑπὲρ τοὺς ἄλλους, καὶ θλίβει με ὁ λογισμὸς λέγων ὅτι ἀνθρωπαρεσκεῖ. Εἴ τι γὰρ θέλουσί τινες, δίδει αὐτοῖς, ἐμοὶ δὲ οὐ δίδει. Ἅπαξ γὰρ ᾔτησα μίαν θυρίδα καὶ οὐκ ἐποίησε, καὶ πάλιν μικρὸν ἄσβεστον, καὶ οὐκ ἔδωκεν, ἄλλοις δὲ δέδωκεν.

Ἆρα πῶς ποιεῖ ταῦτα; Καὶ τί ἀποκριθῶ τῷ λογισμῷ; Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, ὑπομονῆς χρεία, καὶ γὰρ ὁ Κύριος εἶπε· «Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.» Καὶ ὁ Ἀπόστολος λέγει· «Ὑπομονῆς γὰρ χρείαν ἔχετε» καὶ τὰ ἑξῆς. Εἰ ἠθέλησεν ὁ Θεὸς δοκιμάσαι εἰ ὑπομένεις τίποτε, σὺ εὑρεθῇς μὴ ἔχων ὑπομονήν. Πόσα ἔτη ἔχετε οὕτω τὰ κελλία καὶ οὐδὲν εἴπατε; Καὶ ἐν τῷ ἰδεῖν ἄλλους ποιοῦντας τίποτε, τότε εὐθέως καίεσθε ὡς ἀπὸ πυρός. Διὰ τί οὐκ εἶπας τῷ λογισμῷ· Ὅλον τὸν καιρὸν ἔμεινα, καὶ ἐπὶ ὀλίγας ἡμέρας οὐχ ὑπομένω; Ἐὰν εἴπῃ σοι ὁ λογισμός·

Καὶ πῶς ἄλλοις ἐποίησεν; εἰπὲ ὅτι Αὐτοὶ ἅγιοί εἰσιν, ἐγὼ δὲ ἀνάξιός εἰμι, ἄξιος δὲ θλίψεως. Ἐὰν ἔχῃς τὸν ἀββᾶν σου ἀνθρωπάρεσκον, μὴ ὄντα οὕτως, σὺ ἀπόλλεις τὴν ψυχήν σου, εἰ δὲ ἀληθῶς ἐστιν ἀνθρωπάρεσκος, σὺ ἀπολογίαν οὐ δίδεις ὑπὲρ αὐτοῦ, ἀλλ’ αὐτὸς ὑπὲρ σοῦ.

Ὀφείλει δὲ ὁ ζητῶν πρᾶγμα δοκιμάσαι τὸν καιρὸν καὶ τὰ ἐπιτήδεια καὶ τὴν σχολήν, καὶ τότε μανθάνει διότι οὐ γίνεται ὃ θέλει. Ἐὰν δὲ μὴ εὕρῃ, οὐκ ὀφείλει τινὰ μέμψασθαι ἀλλ’ ἑαυτόν, λέγων· Ἐγώ εἰμι ὁ ἀνάξιος. Καὶ εὑρίσκεις ἔξοδον τῷ λογισμῷ, ἄδελφε. Αὕτη ἐστὶν ἡ ὁδὸς τῶν θελόντων σωθῆναι καὶ ζῆσαι κατὰ Θεόν.

Τίς ποτε τῶν Πατέρων Γέρων ᾤκησεν ἐν τῷ κοινοβίῳ, ἐν ᾧ ἦσαν οἱ ἅγιοι Γέροντες. Καὶ ἐρωτώμενος παρὰ τοῦ ὑπηρετοῦντος αὐτῷ· Τί θέλεις ποιήσω σοι φαγεῖν; ἔλεγεν αὐτῷ μετ’ ὀργῆς· Εἴ τι θέλεις ποίησον. Καὶ ἐθλίβετο ὁ ἀδελφός, μὴ εἰδὼς τί ποιῆσαι.

Καὶ ἠρωτήθη ὁ αὐτὸς μέγας Γέρων εἰ ἆρα καλῶς ποιεῖ οὕτω λέγων ἢ οὔ, καὶ ἀπεκρίθη· Ἐμοὶ οὐκ ἔστι κατακρῖναί τινα, ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάζει. Ἀλλ’ ὡς φαίνεταί μοι ἡ τοιαύτη ἀπόκρισις θλῖψιν παρέχει τῷ πλησίον, κἂν κατὰ ἄσκησιν αὐτὸ ποιῇ. Ἀλλ’ ὀφείλει λέγειν τῷ ἀδελφῷ μετὰ ταπεινώσεως ὅτι τόδε τὸ πρᾶγμα δέχεται ἡ ἕξις μου ἄρτι, κἂν σαπρῶς αὐτὸ ποιήσῃ ὁ ἀδελφὸς καὶ κακῶς αὐτῷ ὑπηρετῇ, ὀφείλει δὲ εὐχαριστεῖν. Ἐὰν γὰρ ποιοῦντος τοῦ ἀδελφοῦ τὸ πρᾶγμα εἴτε καλῶς ἢ κακῶς, ἐκεῖνος εἰς ὀργὴν κινεῖται, χεῖρον ὅλων τῶν παθῶν ἐστι τοῦτο. Ὁ τοιοῦτος γὰρ ἀλόγως ὀργίζεται καὶ αὕτη οὐκ ἔστι γνῶσις Θεοῦ, ἀλλὰ μᾶλλον ἐνέργεια διαβολική. Ὅμως ὁ ὑπηρετῶν ὀφείλει μακροθυμεῖν, ὅστις γὰρ βαστάζει τὸν ἀδελφὸν αὑτοῦ κατὰ φόβον Θεοῦ, ἐπ’ αὐτὸν ἀναπαύεται τὸ Πνεῦμα τοῦ Θεοῦ.

Ὁ αὐτὸς τιμώμενος καὶ κατὰ φόβον Θεοῦ θεραπευόμενος ὑπὸ τοῦ ἀββᾶ καὶ τῆς ἀδελφότητος τοῦ κοινοβίου, οὐκ ᾐσθάνετο τῆς θεραπείας. Ἀλλ’ ὡς μᾶλλον θλιβόμενος καὶ μὴ δεόντως ὑπηρετούμενος, λάθρα αὐτῶν ἀνεχώρησεν.

Αὐτοὶ δὲ γνόντες μετὰ ταῦτα ποῦ διάγει, ἠβουλήθησαν ἀπελθεῖν καὶ παρακαλέσαι αὐτὸν ὑποστρέψαι πρὸς αὐτούς, ἤκουσαν γὰρ ὅτι θλίβεται. Καὶ ἠρώτησαν τὸν αὐτὸν μέγαν Γέροντα περὶ τούτου, εἰπόντες καὶ τὸ τοῦ Ἀποστόλου· «Μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.» Ἀπόκρισις Βαρσανουφίου·

Ὁ Ἀπόστολος ἐπειδὴ παρέδωκεν ἐκεῖνον τῷ Σατανᾷ εἶπε τοῦτο, χώραν γὰρ εἶχεν ἐκεῖνος τοῦ λυπηθῆναι ὡς ἀπὸ τοῦ Ἀποστόλου ἀφορισθείς. Διὰ τοῦτο βλέπων αὐτὸν μετανοοῦντα, εἶπε «κυρωθῆναι εἰς αὐτὸν ἀγάπην.» Εἰ οὖν οἴδατε ὅτι ὑμεῖς ἐδιώξατε αὐτόν, χρὴ ἀπελθεῖν βαλεῖν αὐτῷ μετάνοιαν ἵνα ἔλθῃ. Εἰ δὲ ἰδίῳ θελήματι ἀπῆλθε, κἂν ἀπέλθητε ἐπ’ αὐτὸν ὑμεῖς διὰ τὸν Θεόν, τὸ δικαίωμα αὐτοῦ ἔρχεται μετ’ αὐτοῦ, μέλλει γὰρ διακεῖσθαι ὅτι εἰς τὴν θλῖψιν πάλιν ἐπανέρχεται. Καὶ εἰ συμβῇ αὐτῷ οἱαδήποτε ἀφορμή, ἀεὶ λέγει· Ἔξω ἤμην καὶ ἠνάγκασάν με ἐλθεῖν.

Ἀλλ’ ἄφετε αὐτὸν συντριβῆναι μικρὸν ὑπὸ τῶν λογισμῶν, μεταμελούμενον ὅτι ἐξῆλθε, κἂν γὰρ θλίβηται τῷ σώματι, ἀλλ’ ὠφελεῖται τῷ πνεύματι. Περιαιρεῖται γὰρ αὐτοῦ ἡ ἔπαρσις καὶ τὸ δικαίωμα ἐν τῷ βλέπειν ἑαυτὸν ἐν θλίψεσι πολλαῖς, καὶ τότε μνημονεύει τῆς ἀναπαύσεως τοῦ κοινοβίου. Καὶ μετὰ ταπεινώσεως ἀναλύει, ἀναλαμβάνων ἀντὶ τῆς ἀχαριστίας, τὴν εὐχαριστίαν.

Ἐρώτησις· Τί οὖν, ὅτι μεταμελεῖται μέν, αἰσχύνεται δὲ ἐπαναλῦσαι; Ἀπόκρισις· Ἐὰν μεταμεληθῇ καὶ βαστάξῃ τὴν ἑαυτοῦ μέμψιν λέγων ὅτι Ἐγὼ αἴτιός εἰμι ἐν πᾶσι, τότε ὁ Θεὸς ὁ εἰπὼν διὰ τοῦ Προφήτου· «Εἰπὲ πρῶτος τὰς ἀνομίας σου ἵνα δικαιωθῇς», βλέπει ὅτι κατεπραΰνθη αὐτοῦ ἡ καρδία καὶ ὁδηγεῖ αὐτὸν ἐν τῷ φόβῳ αὑτοῦ πρὸς τὸ συμφέρον αὐτῷ.

Φησὶ γάρ· «Ὁδηγήσει πρᾳεῖς ἐν κρίσει, διδάξει πρᾳεῖς ὁδοὺς αὑτοῦ.» Καὶ εἰ ἐν τῷ πρώτῳ αὐτοῦ τόπῳ ὠφελεῖται πλέον, πληροφορεῖ τὴν καρδίαν αὐτοῦ τοῦ μετὰ ταπεινώσεως ἐκεῖ ἐπαναλῦσαι. Ἀδελφὸς στρατευόμενος ἐν τῷ κόσμῳ ἀπετάξατο εἰς τὸ κοινόβιον καὶ ἠρώτησε τὸν αὐτὸν μέγαν Γέροντα εἰ δύναται μετανοῆσαι.

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, ὁ Θεὸς οὐκ ἀποβάλλει τινά, ἀλλὰ πάντας καλεῖ εἰς μετάνοιαν. Ὀφείλει οὖν ὁ προσερχόμενος αὐτῷ ἐξ ὅλης καρδίας προσελθεῖν, καὶ σπείρειν ἐπ’ ἐλπίδι τοῦ καὶ θερίζειν καὶ προσδοκᾶν πειρασμὸν ἕως ὑστέρας ἀναπνοῆς.

Ἐρώτησις· Καὶ νῦν ἀντιλαμβάνεται αὐτοῦ ὁ Θεός; Ἀπόκρισις· Τέκνον, τὸ στάδιον ἤνοικται καὶ ὁ θέλων σωθῆναι ἀκούει τοῦ Ἰησοῦ βοῶντος πρὸς αὐτὸν καὶ λέγοντος· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.» Βλέπε τί ἀκούεις· «πρᾷος καὶ ταπεινός», ἵνα ταῦτα μάθωμεν παρ’ αὐτοῦ. Οὐκ ὀφείλει ἐκλύεσθαι καὶ φοβεῖσθαι ὁ προσερχόμενος Θεῷ, ἐπεὶ οὐδέποτε βάλλει ἀρχὴν εἰς τὴν ὁδὸν αὐτοῦ. Ὁ Θεὸς γὰρ εἰς τὴν καρδίαν προσέχει καὶ τὴν προαίρεσιν διακρίνει. Καὶ αὐτὸς οἶδε τὴν ἀσθένειαν τοῦ ἀνθρώπου ὅτι οὐδὲν ἀφ’ ἑαυτοῦ δύναται κατορθῶσαι. Ἀλλ’ αὐτός ἐστι τὸ πᾶν καὶ αὐτὸς δίδωσι τῷ ἀξίῳ δύναμιν τοῦ ποιῆσαι δύναμιν. Ἐπεὶ ἐὰν κρατήσῃ τὴν δύναμιν τοῦ ἰσχυροῦ, ποῦ εὑρίσκεται ὁ ταλαίπωρος ἄνθρωπος; Καὶ ἐὰν κρατήσῃ τὴν σοφίαν τοῦ σοφοῦ καὶ ἀλλοιώσῃ αὐτοῦ τὴν καρδίαν, εὑρίσκεται ἡ σοφία αὐτοῦ ὡς ἰδιώτου καὶ ἄφρονος. Πεποιθότες οὖν προσέλθωμεν αὐτῷ, εἰδότες ὅτι αὐτός ἐστιν ὁ ἐπιχορηγῶν ἡμῖν δύναμιν εἰς ἀγῶνα. Σὺ οὖν ἑτοίμασον τὴν ψυχήν σου, καὶ οὐ μόνον δέ, ἀλλὰ καὶ εἰς τὸ στεφανωθῆναι. Ὁ Κύριος συνέλθῃ σοι τῷ θελήματι αὑτοῦ εὐχαῖς ἁγίων. Ἀμήν.

Δέησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Διὰ τὸν Κύριον ἐπειδὴ οἱ λογισμοί μου φαντάζουσί με τὸν κόσμον, ἐρεθίζοντές με πρὸς αὐτὸν ἐπανελθεῖν, ποίησον ἔλεος μετ’ ἐμοῦ, ἵνα σκεπασθῶ διὰ τῶν εὐχῶν ὑμῶν.

Ἐπειδὴ εἰς αὐτὰς τὰς ἁμαρτίας ἔτι ὤν, ἐδεήθην τοῦ Θεοῦ ὑπὸ τὴν σκέπην ὑμῶν ἀξιωθῆναι. Ἀπόκρισις Βαρσανουφίου· Τέκνον ἀγαπητόν, ἀνδρίζου ἐν Κυρίῳ! Ὁ Θεὸς ἐκάλεσέ σε. Μὴ ἐκλυθῇς, ἀλλὰ θάρσει. Ἡ ἀρχὴ τῆς κατὰ Θεὸν ἐργασίας πολέμους ἔχει, ἀλλ’ ὁ Κύριος συντρίβει αὐτούς.

Ἡ τοῦ κόσμου στρατεία σκότος ἐστί, καὶ ἡ κληρονομία αὐτῆς κόλασις αἰωνία. Ἡ δὲ τοῦ Θεοῦ φώς ἐστι, καὶ ἡ κληρονομία αὐτῆς ζωὴ αἰώνιος. Μάλαξον τέως τὰ δύο ψιχία ταῦτα, καὶ τότε ἐπίλεξαι ὃ θέλεις. Καὶ ἔρχεται πρὸς σέ τις μεγαλόφωνος καὶ ἐξυπνίζει σου τὴν καρδίαν τὴν ἀκμὴν ψυχρὰν καὶ ποιεῖ σε ὀξυποδεῖν ὡς δεῖ. Μὴ θροηθῇς, ἔστι γὰρ ὁ χειραγωγῶν σε πρὸς τὸν Δεσπότην, Θεόν.

Δέησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἐπειδὴ ἡ θλῖψις τοῦ νῦν κινηθέντος μοι πολέμου ἐξ ἐμοῦ ἐγένετο, ἐλέησόν με, δέσποτα, ἵνα αἱ εὐχαί σου καταργήσωσιν αὐτόν. Ἀπωλόμην γὰρ τὸ ἐπ’ ἐμοί, συναυχῶν τοῖς πρὸς ἐμὲ ἐλθοῦσι κατὰ σάρκα μου ἀδελφοῖς. Ἔμεινα γὰρ φανταζόμενος τὴν αὐτῶν συντυχίαν καὶ δοκῶν μετ’ αὐτῶν συνδιάγειν. Ἀλλὰ βοήθησον τῇ πολλῇ μου ἀσθενείᾳ καὶ τῇ δειλίᾳ τῇ πρὸς τὴν ὁδὸν τῆς σωτηρίας. Πῶς γὰρ εὔξασθαι τὸν Θεὸν οὐκ οἶδα τὸν καλέσαντά με, σπουδάσας ἀθετῆσαι αὐτὸν καὶ ἐν μιᾷ ὥρᾳ ἐπιλαθόμενος πασῶν τῶν εὐεργεσιῶν αὐτοῦ. Διὸ παρακαλῶ, ἐλέησόν με ὅτι πολὺ ἥμαρτον. Καὶ οἱ πόλεμοι ἐκ τῆς ἐμῆς ἀσθενείας καὶ ὀλιγοπιστίας γινόμενοι, οὐκ ἀφίστανταί μου. Καὶ εἰ ἐγχωρεῖ καὶ συμφέρει τοῦ ἀποστῆναι τοὺς ἐμοὺς ἔρχεσθαι πρός με, ἕνεκεν τοῦ μὴ φέρειν μοι δελεασμῶν τοῦ κόσμου.

Καὶ τοῦτο ὑμεῖς γινώσκετε ψυχρᾶς γὰρ οὔσης ἀκμὴν τῆς καρδίας μου πρὸς ταραχὴν καὶ ὁδὸν τοῦ πολέμου ἔρχονται πρός με. Μικρὸν δὲ ἀποστάντων ἀπ’ ἐμοῦ χθὲς τῶν λογισμῶν διὰ τῆς σκέπης ὑμῶν, σήμερον ὡς ἐκάθισα μικρὸν κατ’ ἰδίαν ἵνα μάθω ἕνα ψαλμόν, ἐπέθεντό μοι τοσοῦτον ὥστε ἀπὸ τῆς ὀλιγωρίας καὶ ἱδρώνειν με. Διὸ δέομαι μὴ ἐγκαταλίπῃς με τοῖς ἐχθροῖς μου, ἀλλὰ τῇ δυνάμει σου τὴν ἀδυναμίαν μου στήριξον καὶ ἐκείνους κατάργησον, ὅτι ἱκανῶς ἐνεπλήσθησάν μου. Καὶ σὺ βλέπεις τὴν καρδίαν μου, ὅτι τοὺς πολέμους οὐχ ἡδέως φέρω. Εἰ μὴ ἵνα μὴ ἡττηθῶ διὰ τὴν ἀσθένειάν μου καὶ τὸ ἀγνοεῖν με τὴν ποικιλίαν αὐτῶν, ἵνα μὴ εἰς τὰς παγίδας αὐτῶν ἐμπέσω εἰς ἃς πρὸ τοῦ προσφυγεῖν ὑμῖν ἐκυλιόμην·

Συγχώρησόν μοι καὶ εὔχου ὑπὲρ ἐμοῦ, Πάτερ ἀγαθέ. Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε ἀγαπητέ, ματρίκιον ἔχει ὁ Δεσπότης ἡμῶν Θεὸς εἰς ὃ γράφονται οἱ προσερχόμενοι τοῦ δουλεύειν αὐτῷ γνησίως, καὶ προῖκα γράφονται ἀπὸ πρώτης ἡμέρας.

Παρεκάλεσα αὐτὸν «τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν», ὥστε τάξαι σε εἰς αὐτὸ μετὰ τῶν σῳζομένων. Καὶ ἠλέησε καὶ σὲ μετ’ ἐμέ, καὶ παραχρῆμα ἔταξέ σε, «ὁ πάντας ἀνθρώπους σωθῆναι θέλων καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.» Δωρεὰν οὖν ἔλαβες. Ἐν σοὶ λοιπὸν κεῖται τὸ μὴ εἶναι ἐν τῇ τοιαύτῃ Γραφῇ ἢ τὸ εἶναι. Σοὶ οὖν θέλοντι, βοηθεῖ ὁ λέγων· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε» καὶ τὰ ἑξῆς. Ἰδοὺ εἴρηκα, πρόσεχε μὴ ἐκπέσῃς τῆς τοιαύτης στρατείας, μήποτε καὶ ἀνίατον τραῦμα νοσήσῃς. Ταύτης γὰρ ἐκπεσών, οὐδὲ ἐν τῷ κόσμῳ χρησιμεύσεις. Ὁ Κύριος σκεπάσει σε ἀπὸ τοῦ πονηροῦ καὶ σώσει εἰς τὴν αἰώνιον ζωήν. Ἀμήν. Τέκνον, «ἄφες λοιπὸν τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς», καὶ βλέπεις πῶς δοξάζεται ὁ Θεὸς ἐν βουλῇ ἁγίων.

Δέησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Ἀββᾶ διὰ τὸν Κύριον ἐλέησόν με. Ἐπειδὴ κατ’ ἰδίαν μου ἀναπαυομένου ἐπεγείρονται φαντασίαι, ἀλλὰ καὶ συνοχὴ ὡς τινῶν ἐπερχομένων μοι ὥστε με καὶ καθεύδοντα συνέχεσθαι καὶ μὴ δύνασθαί με ἀναπαῆναι. Καὶ ἐπειδὴ δειλός εἰμι τῇ φύσει, πλέον ὁ πόλεμος ἐγείρεταί μοι καὶ οὐ συγχωρεῖ μοι ὑπνῶσαι εἰς μικρόν, καὶ τοῦτο ὡς εἶπον ἐν συνοχῇ καὶ μικροψυχίᾳ, ὥστε ἐκ τούτου αἰσθάνεσθαι καὶ ἀτονίας ἐν τῷ σώματι καὶ μὴ δύνασθαι σχεδὸν κινῆσαι ἐμαυτόν. Λοιπὸν δέσποτα, τὸ συμφέρον αὐτὸς οἶδας. Καὶ αὐτὸ ποίησον μετ’ ἐμοῦ Πάτερ ἀγαθέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ καὶ πολὺ κακῶς ἔχοντι.

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, δόξασαι τὸν Θεὸν ὀφείλεις πῶς δεικνύει τὴν Γραφὴν ἀληθεύουσαν. Φησὶ γάρ· «Πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε.» Καὶ τὴν δύναμίν σου οὖν ἐᾷ σε γυμνάζεσθαι, τοὺς δὲ μεγάλους κατὰ τὴν δύναμιν αὐτῶν εἰς ποικίλους πειρασμοὺς δοκιμάζει καὶ χαίρουσιν. Εἰς προκοπὴν γὰρ φέρει τὸν ἄνθρωπον ὁ πειρασμός, ὅπου γὰρ πρόκειταί τι ἀγαθόν, ἐκεῖ πόλεμος γίνεται. Μὴ οὖν φοβηθῇς τοὺς πειρασμούς, ἀλλὰ χάρηθι ὅτε εἰς προκοπήν σε φέρουσι. Καταφρόνησον οὖν αὐτῶν καὶ βοηθεῖ σοι ὁ Θεὸς καὶ σκεπάζει σε.

Δέησις τοῦ αὐτοῦ· Πάτερ ἅγιε, ἀσθενὴς καὶ ἁμαρτωλὸς ὑπάρχων, οὐκ ἔχω παρρησίαν δεηθῆναί τι παρὰ τοῦ εὐσπλάγχνου Θεοῦ. Διὸ προσπίπτω σοι δεηθῆναι ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα ἀξιωθῶ δουλεύειν αὐτῷ καὶ παράσχῃ μοι δύναμιν καὶ σύνεσιν, πάντων γὰρ τούτων, ὡς οἶδε καὶ ἡ καρδία σου, δέομαι μηδὲν ὢν παντάπασι. Πιστεύω γὰρ Πάτερ ἀγαθέ, ὅτι αἱ σαὶ εὐχαὶ ἱκαναί εἰσι δυσωπῆσαι τὸν Θεὸν περὶ τῶν ἁμαρτιῶν μου, ἵνα παρίδῃ αὐτὸς καὶ ἄξιόν με ποιήσῃ τοῦ ἄρξασθαι τῆς εὐλογημένης ὁδοῦ.

Ἵνα ἐν γνώσει καὶ τῇ ὁδηγίᾳ τοῦ ἐλέους σου, εὐλογημένε, ὁδεύων, εὐχαριστήσω συνήθως τῷ φιλανθρώπῳ Θεῷ, τῷ διὰ σοῦ πάντων τῶν ἀγαθῶν ἀξιοῦντί με. Συγχώρησον τῇ ἀφροσύνῃ μου καὶ παρρησίᾳ καὶ εὔχου ὑπὲρ ἐμοῦ.

Ἀπόκρισις Βαρσανουφίου· Ἄδελφε, μᾶλλον δὲ τέκνον, ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐνδυναμώσει σε ἐν τῇ ἁγίᾳ κλήσει ᾗ ἐκάλεσέ σε, καὶ καταξιώσει σε τῆς τάξεως τῆς υἱοθεσίας ἧς ὀλίγοι ἀξιοῦνται, καὶ στηρίξει σου τὴν καρδίαν κατὰ τὴν καρδίαν Ἅννης, ἵνα γεννήσῃς καρποὺς εὐπροσδέκτους τῷ Θεῷ, κατὰ τὸν Σαμουήλ, καὶ συνᾴσῃς αὐτῇ ᾆσμα καινὸν τῷ Θεῷ καὶ προκόψῃς ἔργοις ἀγαθοῖς ἐν τῇ προκειμένῃ σοι ὁδῷ, καὶ δουλεύσῃς αὐτῷ γνησίως ὡς δόκιμος στρατιώτης.

Μὴ οὖν ὀκλάσῃς μηδὲ παραλυθῇς, ἀλλὰ δράμε προθύμως τὴν πόλιν τῶν ἁγίων καὶ ἐκλεκτῶν κληρώσασθαι. Πίστιν, ἐλπίδα, ἀγάπην κτῆσαι καὶ φέρουσί σε εἰς τὴν ἁγίαν ταπείνωσιν, τὴν μητέρα πασῶν τῶν ἀγαθῶν, καὶ σωθήσῃ εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Δέησις τοῦ αὐτοῦ· Ἐπειδὴ ἁμαρτωλὸς ὑπάρχω καὶ οὐκ εἰμὶ ἱκανὸς ὡς ἀσθενῶν τῷ σώματι τίποτε ποιῆσαι ἀγαθὸν καὶ ἀρέσκον Θεῷ. Δέομαί σου, δέσποτα, αὐτὸς δεήθητι ὑπὲρ ἐμοῦ τοῦ παροργίσαντος αὐτὸν καὶ μηδὲν ὡς εἶπον δυναμένου καμεῖν, τῆς ἀσθενείας μοι ἐμποδιζούσης.

Ἀπόκρισις Βαρσανουφίου· Μακάριος εἶ, ἄδελφε, ἐὰν ὅλως αἰσθανθῇς ὅτι ἔχεις ἁμαρτίας. Ὁ γὰρ αἰσθανόμενος πάντως βδελύσσεται αὐτὰς καὶ ἀφίσταται αὐτῶν. Καὶ μέρος ἐστὶ μετανοίας τὸ αἰσθανθῆναι αὐτῶν καὶ αἰτῆσαι βοήθειαν παρὰ τῶν Πατέρων, διὰ τῶν πρὸς Θεὸν εὐχῶν τοῦ ῥυσθῆναι ἀπ’ αὐτῶν καὶ τῶν μενουσῶν αὐτὸν κολάσεων. Ἡμεῖς οὖν εὐχόμεθα, καὶ σὺ ποίησον τὴν τὴν δύναμίν σου κτήσασθαι ταπείνωσιν, ὑποταγήν. Καὶ μὴ κρατήσῃς ἑαυτῷ θέλημα ἔν τινι, ἐξ αὐτοῦ γὰρ ἡ ὀργὴ τίκτεται. Καὶ μὴ κρίνῃς μηδὲ ἐξουδενώσῃς τινά, ἐκ τούτου γὰρ ἀμβλύνεται ἡ καρδία καὶ τυφλοῦται ὁ νοῦς, καὶ ἐκεῖθεν ἔρχεται ἡ ἀμέλεια καὶ γεννᾶται ἡ σκληροκαρδία. Ἀλλὰ νῆψον διὰ παντὸς εἰς τὴν τοῦ θείου νόμου μελέτην, ἐξ ἧς θερμαίνεται ἡ καρδία τῷ ἐπουρανίῳ πυρί. Φησὶ γάρ· «Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ.» Καὶ μὴ λυπηθῇς, ἐκ Θεοῦ γάρ ἐστιν ἡ κλῆσίς σου ἀδελφέ. Καὶ μὴ χαυνωθῇς μηδὲ παραλυθῇς, οὐ γὰρ ἀπαιτεῖ σε ὁ Θεὸς ὑπὲρ τὴν δύναμίν σου, ἀλλὰ κατὰ τὸ δυνατόν. Φύλαξον τὸ στόμα σου ἀπὸ ἀργοῦ λόγου καὶ ματαιολογίας, καὶ τοῦ μὴ μελετᾶν ἐν τῇ καρδίᾳ σου εἰς κακοὺς λόγους. Καὶ ῥίψον τὴν δύναμίν σου σὺν τῇ τῶν ἁγίων εὐχῇ ἐνώπιον τοῦ Θεοῦ λέγων· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.»

Καὶ ἐλεεῖ σε, καὶ φυλάττει σε καὶ σκεπάζει σε ἀπὸ παντὸς πονηροῦ, τοῦ ἐλθεῖν ἀπὸ τοῦ σκότους εἰς τὸ ἀληθινὸν φῶς, ἀπὸ τῆς πλάνης εἰς τὴν ἀλήθειαν, ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωήν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ὧι ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν. Δέησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα· Ἀββᾶ διὰ τὸν Κύριον, συγχώρησον τῇ προπετείᾳ καὶ ἀφροσύνῃ μου, καὶ βοήθησόν μοι διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου. Εἰ γὰρ μίαν ἁμαρτίαν ὁ πράττων ἐνώπιον τοῦ Θεοῦ δέεται πολλῆς τῆς μετανοίας, τί ποιήσω ἐγὼ ὁ συνανατραφεὶς τῇ ἁμαρτίᾳ καὶ παροργίζων τὸν Θεὸν οὐκ ἐπαυσάμην τὸ κατὰ δύναμίν μου; Καὶ δέομαι τῶν ὑμετέρων εὐχῶν, ἵνα ἀποστῇ ἀπ’ ἐμοῦ ἡ ἁμαρτία. Καὶ ἐπειδὴ χρείαν ἔχω συνεχῶς διδάσκεσθαι τὴν ὁδὸν ταύτην, ἄνθρωπος ἀπὸ ἀπαντηρίων καὶ πολλῶν ἀδικιῶν ἐνταῦθα ἐλθὼν τῇ πολλῇ εὐσπλαγχνίᾳ τοῦ Θεοῦ. Δέομαί σου Πάτερ ὅσιε, ποίησον ἔλεος μετ’ ἐμοῦ, καὶ ὡς δοκιμάζεις ὁδήγησόν με, καὶ εὔχου ὑπὲρ ἐμοῦ εἰς τὸ φυλάττειν τὰς ἁγίας σου ἐντολὰς ἅς μοι κελεύεις ποιεῖν.

Ἀπόκρισις Ἰωάννου· Ἄδελφε, ἐπειδὴ τῷ σταυρωθέντι ὑπὲρ ἡμῶν προσῆλθες, καὶ σὺ λαβὲ τὸν σταυρόν σου καὶ ἐξακολούθησον αὐτῷ, ἐπιρρίπτων ἐπ’ αὐτὸν πᾶσάν σου τὴν μέριμναν, τὸν ποιοῦντα «ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν», αὐτῷ γὰρ μέλλει ὑπὲρ ἡμῶν. Μὴ οὖν θροηθῇς καὶ βοηθεῖ σοι ὁ Χριστός. Μόνον δὲ τέκνον, ἔχε ἐν τῷ νῷ τὸν λόγον τῆς θείας Γραφῆς καὶ τὴν ἑτοιμασίαν ἣν λέγει· «Υἱὲ εἰ προσέρχῃ δουλεύειν Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν», καὶ ὅτι «ἀνὴρ ἀπείραστος ἀδόκιμος.» Καὶ πάλιν· «Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος», καὶ τὰ ἑξῆς. Οὐ φοβερίζων σε, ἄδελφε, ταῦτα λέγω σοι, ἀλλὰ στηρίζων σου τὴν καρδίαν εἰς τὴν ὁδὸν τοῦ Θεοῦ. Οὕτω γὰρ προέκοψαν ὅλοι οἱ ἅγιοι, διὰ πειρασμῶν καὶ θλίψεων, καὶ εὐηρέστησαν συμβοηθούσης αὐτοῖς τῆς αὐτοῦ χάριτος. Μὴ φοβηθῇς μηδὲ ἐκλυθῇς, πιστεύομεν γὰρ ὅτι ὁ Θεός ἐστιν ὁ φυτεύων σε καὶ ἀρδεύων καὶ αὐξάνων εὐχαῖς ἁγίων. Ἀμήν.